1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

22

ὀφθαλμούς μου· καὶ τὴν αἰτίαν ἐπάγει· Ὅτι αἱ χεῖρες ὑμῶν τοῦ αἵματος πλήρεις. 1.36 Καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι. Οἱ ἐν μὲν τῷ βίῳ μηδὲν κατορθοῦντες, ἐν δὲ τῇ παρατάσει τῆς προσευχῆς νομίζοντες δικαιοῦσθαι, τούτων ἀκουέτωσαν τῶν ῥημάτων. Οὐ γὰρ ἁπλῶς τὰ ῥήματα τῆς προσευχῆς ὠφελεῖ, ἀλλὰ τὸ μετὰ σπουδαίας διαθέσεως ἀναπέμπεσθαι. Ἐπεὶ καὶ ὁ Φαρισαῖος ἐδόκει πληθύνειν τὴν δέησιν· ἀλλὰ τί φησιν ὁ λόγος; Σταθεὶς δὲ ὁ Φαρισαῖος, ταῦτα πρὸς ἑαυτὸν προσηύχετο (οὐχὶ πρὸς τὸν Θεόν)· ἐπανήρχετο γὰρ πρὸς ἑαυτὸν, ἐπείπερ ἐν ἁμαρτίᾳ τῆς ὑπερηφανίας ἐγίνετο. ∆ιὰ τοῦτο καὶ ὁ Σωτήρ· Προσευχόμενοι δὲ (φησὶ) μὴ βατ τολογῆτε, ὡς καὶ οἱ Ἐθνικοί· δοκοῦσι γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται. Μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς. Καὶ τὸ Ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν. Χρὴ οὖν αἰτεῖ σθαι τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην, ἀλλὰ μὴ τὰ σωματικὰ καὶ ἐπίγεια. ∆ιὰ τοῦτο ὁ Ψαλμός· Μίαν ᾐτη σάμην παρὰ Κυρίου, ταύτην ζητήσω, τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου. 1.37 Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Τοῦτό ἐστι τὸ αἴτιον τοῦ ἀποστρέφεσθαι τοὺς ὀφθαλμοὺς τοῦ Θεοῦ, ὅταν ἐκτανθῶσιν αἱ χεῖρες, διότι τὰ τῆς ἱκετηρίας σύμβολα παροξυσμοῦ εἰσιν ἀφορμαί. Ὥσπερ ἂν εἴ τις, υἱόν τινος φονεύσας ἀγαπητὸν, ἔτι ᾑμαγμένας ἐκ τοῦ φόνου τὰς χεῖρας ἔχων, προτείνοι αὐτὰς τῷ πατρὶ χαλεπαίνοντι, δεξιὰν φιλίας αἰτῶν καὶ συγγνώμην ἔχειν παραιτούμενος, ἆρ' οὐχὶ φανὲν τοῦ τέκνου τὸ αἷμα ἐν τῇ χειρὶ τοῦ παιδοφόνου μᾶλλον εἰς ὀργὴν τὸν ἠδικημένον ἐγείρει; Τοιαῦται νῦν εἰσιν αἱ τῶν Ἰουδαίων εὐχαὶ, ὅταν ἐκτείνωσι τὰς χεῖρας, τῆς εἰς τὸν Μονο γενῆ Υἱὸν ἁμαρτίας ἀναμιμνησκόντων τὸν Θεὸν καὶ Πατέρα, καὶ καθ' ἑκάστην ἔκτασιν τὰς χεῖρας ἑαυτῶν τοῦ αἵματος τοῦ Χριστοῦ πλήρεις ἐπιδεικνύντων. Οἱ γὰρ ἐπιμένοντες τῇ πω ρώσει, τῆς πατρικῆς μιαιφονίας κληρονόμοι ὑπάρχουσι. Τὸ γὰρ αἷμα αὐτοῦ (φησὶν) ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. 1.38 Λούσασθε, καθαροὶ γένεσθε. ∆οκεῖ πως ἐναντίωμα, ὡς πρὸς τὸ ῥητὸν ὁ λόγος ἔχειν καὶ οἱονεὶ ψευδολογίαν τινὰ τοῦ Θεοῦ κατηγορεῖν. Εἶπε γὰρ ὅτι Οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. Καὶ τὸ Ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Νῦν, ὡς ἰασίμων ὄντων ἐκείνων, Λούσασθε, καθαροὶ (φησὶ) γένεσθε. Ὅτι ἐν μὲν τοῖς ἄνω τὸ ἀδύνατον τοῦ νόμου εἰς σωτηρίαν τοῖς βουλομένοις κατ' αὐτὸν βιοῦν ἀπελέγχεται· ἐν τούτοις δὲ ἑτέρα ὁδὸς εἰς σω τηρίαν δείκνυται. Κἀκεῖνο μὲν ἀθετεῖ τὴν κατὰ τὸν Μωϋσέως νόμον αἰσθητὴν πολιτείαν· τοῦτο δὲ τῆς εὐαγγελικῆς ζωῆς τὰς ἀρχὰς ὑποδείκνυσιν· Ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυμίαμα, βδέλυγμα· τὸ στέαρ τῶν ἀρνῶν, τὸ αἷμα τῶν ταύ ρων οὐ βούλομαι. Τί οὖν ποιήσωμεν; τί προσενέγκωμεν; Μὴ τάχα, διὰ τὸ τὰς ὑλικὰς ἀπεστράφθαι θεραπείας, ἐπὶ τὰς ἑορτὰς μεταβῶμεν, διὰ τούτων λατρεύσομεν; Τὰς νεο μηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀν έχομαι. Οὐκοῦν νηστεύσωμεν; Ἀλλὰ τὰς νηστείας ὑμῶν μισεῖ ἡ ψυχή μου. Ὑπόλοιπον οὖν ἱκετεύειν Ἰουδαϊκῶς καὶ προσεύχεσθαι κατὰ τὸν νόμον; Ἀλλ' ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· καὶ, ἐὰν ἐκτείνητε τὰς χεῖ ρας, οὐ δυσωποῦμαι τὴν ἱκεσίαν, ἀλλὰ παροξύνομαι ἐπὶ τῷ αἵματι. Τί οὖν ποιήσωμεν; Πῶς σε ἱλεωσόμεθα; πῶς τὸ αἷμα ἀπονιψόμεθα; Λούσασθε, καθαροὶ γένεσθε. Ναὶ, φησί· μεμνήμεθα γὰρ Μωϋσῆς τί εἶπε περὶ λουτροῦ. Ὁ γὰρ ἁψάμενος (φησὶ) τινὸς τῶν ἀκαθάρτων, καὶ μιανθεὶς, πλυ νεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ καθαρὸς ἔσται. Ἀλλ' οὐκ εἶπε «λούσασθε ἐφ' ἑκάστῳ μολυσμῷ» ἀλλὰ Λούσασθε μόνον. Ἓν βάπτισμα, μία κάθαρσις. Ἐκεῖ πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα ὕδατι· ἐνταῦθα «ἀφέ λετε τὰς πονηρίας» οὐχὶ τὸν ῥύπον «ἀπὸ τῶν ψυχῶν» οὐκ ἀπὸ τῶν ἱματίων. Μηκέτι περιεργάζου λίβανον καὶ χαλ βάνην καὶ ὄνυχα καὶ στακτήν· μηκέτι ἀναζήτει δάμαλιν ἀκριβῶς πυῤῥὰν, ὡς μηδεμίαν ἄλλην τινὰ χρόαν ἔχειν, ἃς τρεῖς μόλις ὁ σύμπας χρόνος τῆς νομικῆς λατρείας ἤνεγκε. Μὴ νήστευε Ἰουδαϊκῶς. Μὴ ἐμποδίζου