1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

24

ἐξητασμένα καὶ κεκριμένα ἔσται, μηδενὸς ἀκρίτως, μηδὲ ὡς ἔτυχε γιγνομένου. Μετὰ βουλῆς γὰρ (φησὶ) πάντα ποίει. Καί· Λογισμοὶ δικαίων, κρίματα. Χρὴ οὖν ὥσπερ δικαστὴν τὸν λόγον τὴν ἀνωτάτω χώραν παρ' ἡμῖν λαχόντα, ἕκαστα κρίνειν καὶ ἐξετάζειν, τά τε λεκτέα καὶ τὰ πρακτέα, καὶ μὴν καὶ ταῖς συγκαταθέσεσι τῶν πραγμάτων καὶ ταῖς ὁρμαῖς τῆς ψυχῆς μετὰ ἀκριβοῦς ἐπικρίσεως ἐπιτρέπειν. Τοῦτο γάρ ἐστιν ὅ φησιν ὁ Παῦλος· Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Ῥύσασθε ἀδικούμενον. Ἐπειδὴ διττὸν τὸ ἀδικεῖσθαι· ἢ γὰρ εἰς τὰ σωματικὰ ἀδικοῦνταί τινες (οἱονεὶ εἰς χρήματα καὶ τὰ λοιπὰ τῶν ἐκτὸς) ἢ εἰς αὐτὴν τὴν ψυχήν. Ἀδιορίστως δὲ προσ τετάγμεθα τὸν ἀδικούμενον ῥύεσθαι. Ἰστέον ὅτι πλείονός ἐσμεν σπουδῆς χρεῶσται τοῖς εἰς τὰ καιριώτατα βλαπτομέ νοις· τοὺς καταδυναστευθέντας παρὰ τοῦ διαβόλου, καὶ αἰχμα λώτους παρ' αὐτοῦ κατεχομένους, ἀνταιχμαλωτίζειν πάσῃ σπουδῇ· καὶ ἄγειν αὐτῶν τὰ νοήματα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Πειρατέον δὲ καὶ ἀπὸ τῶν σωματικῶν ἀδικη μάτων ἐξαιρεῖσθαι τοὺς καταδεεστέρους, ὅταν ἅρπαξι καὶ βιαίοις περιπεσόντες, ὥσπερ ὑπὸ χειμάῤῥου τῆς βίας αὐτῶν παρασύρωνται· οὓς ἆραι μὴ ἐξαρκοῦντες, τοῖς τῆς παρα κλήσεως λόγοις τὴν ὑπομονὴν αὐτοῖς τῶν ἐπιπόνων παρα σκευάζωμεν, μηδενὸς μὲν φειδόμενοι τῶν ἐφ' ἡμῖν· ἀποτυγ χάνοντες δὲ τῶν κατὰ πρόθεσιν, διὰ γοῦν τῆς φιλαδελφίας τὸ συμπαθὲς ἐπιδεικνύμενοι. 1.42 Κρίνατε ὀρφανῷ, διὰ τὸ εὐκαταφρόνητον τῆς ἡλι κίας, οὔτε εἰς κρίσιν ἀγαγεῖν τοῖς ὀρφανοῖς τοὺς ἀδικοῦντας ῥᾴδιον. Κρίνατε οὖν τοῖς ὀρφανοῖς τοῖς ἐστερημένοις τῶν συνηγόρων, παρ' ἑαυτῶν αὐτοῖς τὸ ἐκ τῆς ἡλικίας ἐνδέον ἀναπληρώσατε· ὥστε ἔχειν τὸ καύχημα τοῦ Ἰώβ· Ἐγὼ ἤμην πατὴρ ἀδυνάτων. Μήποτε δὲ πνευματικώτερόν ἐστι τῆς λέξεως τὸν νοῦν διηγήσασθαι· ἐπειδὴ τῶν εἰς Χριστὸν πεπιστευκότων καὶ τὴν κατὰ τὸ Εὐαγγέλιον πολιτείαν ἀσπαζομένων πατὴρ λέγεται ὁ Θεὸς, ἐάν τις διὰ τῆς παραβάσεως τοῦ νόμου ἀλλοτριωθεὶς τοῦ Θεοῦ, οἱονεὶ ἀπορφανισθῇ τῆς προνοίας αὐτοῦ, κρίσει δικαίᾳ καὶ ἐπιστημονικῇ εἰς τὴν πρὸς Θεὸν οἰκείωσιν αὐτὸν ἀποκαταστῆσαι σπούδασον, μήτε ἀκρίτως συγχωρῶν, μήτε ἀσυμπαθῶς τῇ ἀποτομίᾳ κατ' αὐτοῦ κεχρημένος, ἀλλὰ καὶ κρίνατε αὐτῷ τοὺς ὠφελίμους τρό πους τῆς μετανοίας ὑποτιθέμενοι. Καὶ ἐπειδὴ πᾶς ὁ ποι ῶν τὴν ἁμαρτίαν, ἐκ τοῦ διαβόλου γεγέννηται, εἴ τις ἑκουσίως τῆς συγγενείας ἐκείνης ἑαυτὸν ἠλλοτρίωσε τοῦ πονηροῦ πατρὸς καὶ προσέρχεται τῇ κατ' εὐσέβειαν διδα σκαλίᾳ, ὥστε ἐν Χριστῷ Ἰησοῦ ἀναγεννηθῆναι διὰ τοῦ Εὐαγ γελίου, ὡς μακαριστῶς ὀρφανισθεὶς, τῆς ἐπιβαλλούσης ἐπι μελείας παρὰ τῶν οἰκονομούντων τὰ κοινὰ τυγχανέτω. Ὅτι γάρ ἐστί τις ὀρφανία λυσιτελὴς, ὁ Ψαλμὸς δείκνυσι, τοῖς Ἰούδα τέκνοις τὴν ἀπὸ τοῦ πονηροῦ στέρησιν ἐπευχόμενος· οὕτως γὰρ τὸ εὔλογον ἡ εὐχὴ φανήσεται ἔχουσα, ἡ λέγουσα· Γεννηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοί, ἵνα μὴ ἔχωσι πονηρὸν τοῦ βίου διδάσκαλον, διὰ τὴν νόσον τῆς φιλαργυρίας τὰ τοῦ κλέπτου καὶ τοῦ προδότου καταδεξάμενοι ὀνείδη. Καὶ δικαιώσατε χήραν. Καὶ τοῦτο δι' ἀσθένειαν ἐν πολλοῖς τῶν κατὰ τὸν βίον ἐλαττούμενόν ἐστι πρόσωπον. Εὐεπίβατος γὰρ τοῖς βουλομένοις ἀδικεῖν ἡ χηρεία· ἧς παντοίως ἀντιλαμ βάνεσθε, τὸ ὀφειλόμενον δίκαιον ἀποδιδόντες αὐτῇ, καὶ μάλιστα ἐὰν ὄντως ᾖ χήρα, μεμονωμένη ἀπὸ τῆς τῶν ἀνθρώ πων ἐπικουρίας, πᾶσαν δὲ τὴν ἐλπίδα ἐπὶ τὸν Θεὸν ἔχουσα καὶ προσμένουσα ταῖς δεήσεσιν, ὡς καὶ ἐν τῇ καρδίᾳ ἀπὸ πάσης κηλῖδος διὰ τὴν ἄσκησιν καθαρεύειν. Ἐπειδὴ δὲ ὡς περὶ νύμφης ἑαυτοῦ τῆς τοῦ ἀνθρώπου ψυχῆς πολλαχοῦ τῆς Γραφῆς ὁ Θεὸς διαλέγεται, εἴη ἂν χήρα καὶ ἡ δι' ἀποστασίαν Χριστοῦ διὰ τῆς εἰδωλολατρείας νοητῶς ἐκπορνεύσασα, καὶ τῆς τοῦ νυμφίου Λόγου συναφείας ἐστερημένη, ἣν δεῖ δικαι οῦσθαι διὰ τὸ τῆς μετανοίας δικαίωμα παιδευομένην. Ἢ ἐπειδὴ ἡ κατὰ σάρκα Ἰσραὴλ ἐκκλησία χήρα ἐστίν (ἐλευθε ρωθεῖσα τοῦ ζυγοῦ τῆς κατὰ νόμον δουλείας, ὥστε μηκέτι μοιχαλίδα χρηματίζειν, γενομένην ἀνδρὶ ἑτέρῳ, τῷ καθαρ μοζομένῳ