1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

27

πορνείας ἡ ἀπιστία. Τίς γὰρ (πιστεύων εἶναι πανταχοῦ τὸν Θεὸν καὶ παρεῖναι τοῖς γινομένοις καὶ ἑκάστῃ πράξει παρεστάναι καὶ ταῖς βουλαῖς τῶν καρδιῶν ἐνορᾷν) ἢ τὴν ἔννοιαν τὴν πονηρὰν παραδέχεται, ἢ τελεσιουργεῖ τὸ κακόν; Ἀλλ' ἢ μὴ ἐφορᾷν τὸν Θεὸν, ἢ μὴ μέλειν αὐτῷ τῶν γιγνομένων ὑπολαμβάνοντες, οὕτως ὁρμῶσι πρὸς τὰς ἀνοσίας πράξεις οἱ ἄνθρωποι. Λέγεται δέ ποτε καὶ ἐπὶ Ἐκκλησίας (ὅπερ ἀπείη λεχθῆναι ἐπὶ τῆς ἡμετέρας) τὸ Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών; Ὅταν, ἀποβάλλουσα τὸν λόγον τῆς πίστεως (ᾧ ἐξ ἀρχῆς, κατὰ τὴν παράδοσιν τῶν πατέρων, συνενυμφεύθη, τῶν παραστησάν των αὐτὴν ἑνὶ Ἀνδρὶ παρθένον ἁγνὴν) πολλὰ καὶ ποικίλα παραδέχεται τοῦ λόγου σπέρματα παρὰ τῶν τὴν σεμνότητα τῶν μυστηρίων ἐκπορνευσάντων, καὶ ἐπὶ διαφθορᾷ τῶν ψυχῶν τὰ δόγματα τῆς ἀσεβείας διασπειρόντων. Λεχθήσε ται καὶ ἐπ' αὐτῆς δικαίως τὸ Πῶς ἐγένετο πόρνη ἡ πόλις πιστὴ Σιών; Οἱ γὰρ ἅγιοι Ἄγγελοι, οἱ τῶν Ἐκκλησιῶν τὰς προστασίας πεπιστευμένοι, γνωρίζοντες τὰ ἀρχαῖα, ἀφο ρῶντες καὶ πρὸς τὰ νῦν, πρὸς τούτους, ἐροῦσι θαυμαστικῶς· Πῶς ἐγένετο πόρνη πόλις πιστή; Ἐκ τῆς πορνείας αὐτῆς καὶ φονευτὰς συναθροίσασα, φονευτὰς οὐχὶ σωμάτων, ἀλλὰ ψυχῶν· ἐν δολιότητι καὶ ἀπάτῃ τὴν ζωὴν ἀφαιρου μένους τῶν ἁπλουστέρων; οἱονεὶ ξίφει τινὶ τῷ λόγῳ διὰ τῆς τοῦ κόσμου σοφίας εἰς πιθανολογίαν ἠκονημένοι, θανά σιμα τραύματα ταῖς ψυχαῖς ἐμποιοῦσιν. Εἶτα ἡ τῆς αἰτίας ἀπόδοσις, δι' ἣν αἰτίαν ἐγένετο πόρνη ἡ πρότερον πιστή. 1.47 Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον. Τουτέστιν ὁ τῆς πίστεως λόγος παρατετυπωμένος ἐστὶ καὶ παράσημος, τὸν ἀκριβῆ χαρακτῆρα τῆς βασιλικῆς εἰκόνος μὴ διασώζων. Ὅτι γὰρ εἰς τοῦτο φέρει τὸ αἴνιγμα καὶ ἀργύριον ὀνομάζει τὸν λόγον τῆς πίστεως, πολλαχόθεν δείκνυται· καὶ μάλιστα ἐκ τοῦ Τὰ λόγια Κυρίου, λόγια ἁγνά, ἀργύριον πεπυ ρωμένον, δοκίμιον τῇ γῇ. Ἐρευνήσατε οὖν ὑμῶν τὰ ταμεῖα τῶν καρδιῶν. Πάντα μοι περισκέψασθε ἐν ταῖς κρυπταῖς ἀπο θήκαις, μή που κίβδηλος ᾖ δραχμή, τουτέστι μή που δόγμα παραπεποιημένον, οὐκ ἐκ τοῦ Πνεύματος σημειωθὲν ἐν τοῖς ἰδίοις αὐτοῦ τῆς ἀληθείας χαράγμασιν, ἃ διὰ Προφητῶν ἡμῖν καὶ Ἀποστόλων ἐχαρίσατο, ἀλλ' ὑπὸ ἀνδρῶν ἐπιβούλων ὑπὸ τῆς ἰδίας ἐπινοίας λαθραίως καὶ δυσφωράτως παρακοπ τόντων, οἳ τὰ ἀλλότρια νομίσματα, τὴν τοῦ ἐχθροῦ μορφὴν περικείμενα, τοῖς βασιλικοῖς θησαυροῖς ἐπεισάγοντες, τόν τε μέγαν πλοῦτον διέφθειραν καὶ ἀμφιβολίαν τῆς ἐκλογῆς τοῖς πολλοῖς ἐνεποίησαν. Ὀλίγοι, γὰρ οἱ δόκιμοι τραπεζῖται. Ὀλίγοι, οἱ πάντα δοκιμάζειν δυνάμενοι καὶ τὰ μὲν καλὰ κατέχειν, ἀπὸ δὲ παντὸς εἴδους πονηροῦ ἀπέχεσθαι. 1.48 Οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι. Ἀκούσατε μὲν καὶ ψιλοῦ τοῦ ῥήματος, οἱ τὸν οἶνον πωλοῦν τες, καὶ μὴ δολοῦτε τὴν κτίσιν. Οὐ γὰρ παιδιὰ τὸ πρᾶγμα, ἀλλὰ κακὸν τῆς μεγίστης κατηγορίας ἠξιωμένον. Πλὴν ἀλλ' ἐπὶ τὸν πνευματικὸν νοῦν ὁ λόγος ἐπείγεται. Οἶνός ἐστιν εὐφραίνων καρδίαν ἀνθρώπου, τουτέστι τὸν νοῦν καὶ τὸ ἡγε μονικὸν τῆς ψυχῆς, τὰ διδάγματα τῶν Γραφῶν, διὰ τῶν ἁγίων Ἀποστόλων καὶ Προφητῶν εἰς εὐφροσύνην αἰώνιον οἰνοχοοῦντος ἡμῖν τοῦ Πνεύματος. Ἅπερ οἱ πολλοὶ καπη λεύοντες, τὸν λόγον ἐξυδαροῦσιν, ἐπιμιγνύντες τὸν ἑαυτῶν νοῦν ἐπιβλαβῶς τοῖς ἀκούουσι· καταχαριζόμενοι γὰρ αὐ τῶν ταῖς ἡδοναῖς καὶ διὰ τῆς χρηστολογίας κολακεύοντες, αὐτῶν τὰ πάθη τρέφουσιν εἰς ἀπώλειαν· τὸ αὐστηρὸν καὶ εὔτονον καὶ ὠφελίμως ἐπιστῦφον τῶν Γραφῶν ὑπεκλύοντες, φιλανθρωπίας τινὰς ἀπαιδεύτους καὶ συγχωρήσεις ἁμαρ τημάτων ἀκρίτους, καὶ τοιαῦτά τινα κεχαρισμένα τοῖς πολ λοῖς ἐπὶ καταστροφῇ τῶν ἀκουόντων διεξιόντες, ἐπὶ πλεῖον τῶν φιληδόνων τὰς ψυχὰς ἐκθηλύνουσιν. 1.49 Οἱ ἄρχοντές σου ἀπειθοῦσιν. Ἡμεῖς οἱ κάπηλοι, ἡμεῖς καὶ οἱ ἄρχοντες, οἱ διὰ τὸ ἀπειθεῖν καὶ μὴ πιστεύειν πρῶτοι ποιοῦντες τὰς πόλεις τὰς πιστὰς μεταπίπτειν εἰς τὰς πορνείας. Πρὸς γὰρ τὸ τῶν κρατούντων ἦθος πλάττεσθαι πέφυκεν, ὡς τὰ πολλὰ, τὸ ἀρχόμενον· ὥστε ὁποῖοί