1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

30

παρατιθέντες, κατὰ τὸ εἰρη μένον, ὅτι Πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου. Παυσαμένων δὲ ἡμῶν τῆς ἁμαρτίας· Κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω. Ὁ πιστεύων εἰς ἐμὲ (φησὶν) οὐ μὴ κριθῇ· ὁ δὲ ἀπιστῶν, ἤδη κέκριται. Τῆς οὖν κρίσεως αἴτιοι οἱ ἐχθροὶ, κατὰ τὸ εἰρημένον· ∆ιὰ ταῦτα ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Ἐπειδὴ δὲ εἶπεν, ὅτι Οὐ παύσεταί μου ὁ θυμὸς ἐν τοῖς ὑπεναντίοις, ἵνα μὴ ἄκριτον τὴν ἐπὶ τοὺς παροξύνοντας ὀργὴν εἶναι τοῦ Θεοῦ νομίσωμεν. Εἴγε καὶ θυμοῦμαι ἐν τοῖς ὑπεναντίοις, ἀλλ' ὅμως οὐκ ἀκρίτως ἐπάξω αὐτοῖς τὰς κολάσεις, ἀλλὰ κεκριμένας κατὰ τὴν ἀξίαν καὶ τὸ μέτρον τῶν ἐπταισμένων. Τοῦτ' ἔστι τὸ Κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω. Ἐχθροὶ δὲ τῷ Θεῷ, οἱ τὰ ἄδικα πράσσοντες. Ἐχθρὰ τῷ ἀγαθῷ ἡ πονηρία· ἐχθρὰ τῷ δι καίῳ ἡ ἀδικία· τῷ ἁγίῳ ἡ ἀκαθαρσία· τῇ ἀληθείᾳ τὸ ψεῦδος. Ἐπὶ τούτοις οὖν οὐ παύσεται ὁ θυμὸς, ἕως ἂν ὦσιν ὑπεναν τίοι· οὐδὲ ἄκριτον αὐτοῖς ἐπάξειν ἔφη τὴν κόλασιν. 1.55 Καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ κυρώσω σε εἰς καθαρόν. Ὅρα τὸ ἀγαθὸν τέλος τῆς δικαίας κρίσεως καὶ τῶν κατὰ τὴν κρίσιν προσαγομένων κολάσεων. Οὐ παύσεταί μου ὁ θυμός, κρίσιν ποιήσω· ἐπάξω τὴν χεῖρα, πυρώσω. Καὶ τί; Ἵνα καθαρὸν ἀποδείξω. Οὕτω θυμοῦται ὁ Θεὸς, ἵνα εὐεργετήσῃ τοὺς ἁμαρτωλούς. Οὐ γὰρ εἰς ἀφανισμὸν κολάζει· ἀλλὰ παιδεύει εἰς ἐπανόρθωσιν. Ἐπάγει δὲ τὸ πῦρ τοῦτο ἐπὶ τὸ ἐξαφανίσαι τὸ διὰ τῶν πεπυρωμένων βελῶν τοῦ διαβόλου ἐμβληθὲν τῇ ψυχῇ, τῇ μὴ ἐχούσῃ τὸν θυρεὸν τῆς πίστεως, ᾗ ἐμπεσὸν, κατασβέννυσι τοῦ πονηροῦ τὰ το ξεύματα· καὶ γίνεται τὸ θεῖον πῦρ, πυρὸς ἑτέρου καθάρσιον, τοῦ εἰς ἀνοήτους καὶ βλαβερὰς ἡμᾶς ἐπιθυμίας ἐκκαίοντος. ∆ιὰ τοῦτό φησιν αὐτὸς ὁ Κύριος· Εἰσπορεύεται ὡς πῦρ χω νευτηρίου καὶ ὡς πόα πλυνόντων. Καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων, ὡς τὸ ἀργύριον, καὶ ὡς τὸ χρυσίον. Καὶ τί τὸ ἐντεῦθεν ὄφελος; Ἔσονται (φησὶ) τῷ Κυρίῳ, προσάγοντες θυσίαν ἐν δικαιοσύνῃ. Καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ. Μεγάλη εὐεργεσία ψυχῇ, τῇ παρὰ τὴν αἰτίαν τῶν κακῶν προϊσταμένων εἰς Θεοῦ ἀλλοτρίωσιν ἐκπεσούσῃ, τὸ ἀφαι ρεθῆναι αὐτῆς τοὺς ἀνόμους. ∆ιὰ τοῦτο καὶ οἱ περὶ τὴν Ἐκκλησίαν τύποι τοὺς ἐν ἀπηγορευμένοις παραπτώμασιν εὑρεθέντας χωρίζουσι τοῦ λοιποῦ σώματος, ἵνα μὴ μικρὰ ζύμη ὅλον τὸ φύραμα δολώσῃ. Ὥστε κατὰ ἀγαθὸν Θεόν ἐστι τὸ ἀφελεῖν ἀνόμους ἀπὸ λαοῦ. Οὐ γὰρ οἱ ἄνομοι συνεισε λεύσονται τοῖς Ἁγίοις εἰς τὰ ἅγια, ἐπείπερ τὸ πτύον ἐν τῇ χειρὶ τοῦ Κυρίου. Ἀλλ' οἱ νῦν ὡς ἄνομοι χωριζόμενοι τοῦ λαοῦ, πράως φέρουσι τὰ γιγνόμενα, οὐ νοοῦντες ὅτι τύπος ταῦτα τῶν ἐν τοῖς φοβεροῖς κρίμασι τοῦ Θεοῦ γενησομέ νων. Ἡλίκη δὲ βλάβη τὸ μὴ ἀφαιρεῖσθαι τοὺς ἀνόμους τῆς πρὸς τὰ ἅγια μέλη τοῦ Χριστοῦ ἐπιμιξίας, ὁ Ἀπόστολος ἐδήλωσεν, ἐπιτιμῶν Κορινθίοις, διότι οὐκ ἐπένθησαν, ἵνα ἐξαρθῇ ἀπ' αὐτῶν ὁ τὸ πονηρὸν ἐργασάμενος. 1.56 Καὶ ἐπιστήσω τοὺς κριτάς σου, ὡς τὸ πρότερον. ∆ιὰ τί, ὑπερβὰς τοὺς βασιλεῖς, τῶν κριτῶν ἐμνήσθη; καίτοι καὶ ἐν βασιλεῦσιν ἦσάν τινες, οἱ ἐπαινετῶς ἄρξαντες τοῦ λαοῦ. Ἢ ὅτι ἡ κατὰ τοὺς κριτὰς πολιτεία ἐλευθεριωτέρα ἦν, κατὰ φύσιν αὐτοῖς ὑπάρχουσα, αὐτονομουμένου τοῦ λαοῦ, καὶ Θεὸν μόνον βασιλέα γνωρίζοντος· ἡ δὲ τῶν βασιλέων κατάστασις ὕστερον ἐκ τῆς ἰδίας ἀβουλίας αὐτῶν ἐπεγένετο. Ἔδει οὖν εὐεργετουμένους ἐπὶ τὴν μακαρίαν κατάστασιν ἐπανελθεῖν. ∆ιὰ τοῦτο οὐχὶ βασιλεῖς, ἀλλὰ κριτὰς ἐπιστή σειν ἐπηγγείλατο, χαριζόμενος αὐτοῖς τὸ ἐλευθέριον· οὐ γὰρ ἦν βασιλεὺς ἐν Ἰσραὴλ, ἀλλ' ἕκαστος τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει. Ἢ ἐπειδὴ οὐκέτι βασιλέων καιρὸς ἦν, μετὰ τὴν ἐπιδημίαν τοῦ ἀληθινοῦ Βασιλέως, κριτὰς ἐπηγγείλατο παρέξειν παραπλησίους τοῖς πρότερον, τοὺς μαθητὰς τοῦ Κυρίου, περὶ ὧν εἴρηται, ὅτι Καθήσετε ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. 1.57 Καὶ τοὺς συμβούλους σου, ὡς τὸ ἀπαρχῆς. Πάλιν ἐνταῦθα τὸ αὐτεξούσιον αὐτοῖς διασώζων, οὐχὶ τὸν προτάσσοντα, ἀλλὰ τὸν συμβουλεύοντα αὐτοῖς ἔφη παρέ ξεσθαι· Βασιλέως μὲν γὰρ ἴδιον ἐπιτάσσειν τοῖς