1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

31

ἀρχομένοις· συμβούλου δὲ, πείθειν ὑπὲρ τῶν συμφερόντων τοὺς βουλευο μένους. Οὐ γὰρ αὐτάρκης ἕκαστος ἀφ' ἑαυτοῦ εὑρίσκειν τὸ δέον. ∆ιὰ τοῦτο εὐεργετῶν ὁ Θεὸς συμβούλους, ἀλλ' οὐχὶ ἐξουσιαστὰς δίδωσιν. Ὥστε καὶ ἡμῶν ἕκαστος μὴ ὡς ἄρ χοντα ἑαυτὸν, ἀλλ' ὡς σύμβουλον παρὰ Κυρίου δεδομένον τῷ λαῷ λογιζέσθω. Πάντες οὖν οἱ Προφῆται, οἱ τὰ συμφέ ροντα παραινέσαντες, σύμβουλοι· καὶ πρὸ πάντων Μωϋσῆς. Παραπλησίους οὖν τοῖς ἀπαρχῆς συμβούλοις ἀναστήσειν, εὐεργετῶν τὸν λαὸν, ὁ Κύριος ἐπαγγέλλεται, τοὺς Ἀποστό λους καὶ Εὐαγγελιστὰς, οἷος ἦν ὁ Παῦλος σύμβουλος, ὁ διάκονος τῆς Καινῆς ∆ιαθήκης, λέγων· Γνώμην δὲ δίδωμι, ὡς ἠλεημένος ὑπὸ Κυρίου. Μεγάλη δὲ εὐεργεσία συμβούλου φρονίμου καὶ εὐνοϊκῶς ἔχοντος παρουσία, ἀναπληροῦντος τὸ τῆς συνέσεως ἐλλεῖ πον τῶν βουλευομένων. Ὅσον δὲ ἀπὸ τῆς συμβουλῆς ὄφε λος, δείκνυσι μάλιστα Μωϋσῆς, ὁ πάσῃ Αἰγυπτίων σοφίᾳ παιδευθεὶς, ὁ τῷ Θεῷ διαλεγόμενος, ὡς ἂν εἴ τις λα λήσῃ φίλος φίλῳ. Οὗτος ἔλαβε γνώμην παρὰ τοῦ πενθεροῦ αὐτοῦ Ἰοθὼρ, ὥστε καταστῆσαι χιλιάρχους καὶ ἑκατον τάρχους καὶ δεκάρχους ἐπὶ τῷ κρίνειν τὸν λαόν. Καὶ ∆α βὶδ δὲ συμβούλῳ ἐχρήσατο τῷ Χουσὶ, δι' οὗ διεσκέδασε στρατηγικὴν γνώμην τοῦ Ἀχιτόφελ. Καὶ ὅλως ἱερόν τι πρᾶγμα ἡ συμβουλὴ, γνώμης ἕνωσις, ἀγάπης καρπὸς, τα πεινοφροσύνης ἀπόδειξις. Ἀλαζονεία γὰρ δεινὴ, τὸ μη δενὸς οἴεσθαι χρῄζειν, ἀλλ' ἑαυτῷ προσέχειν, ὡς μόνῳ τὰ κράτιστα βουλεύσασθαι δυναμένῳ. Ἡμεῖς δὲ ὀκνοῦμεν ἑαυ τοὺς ἐπιδοῦναι τοῖς τὰ δέοντα εἰσηγουμένοις, καὶ αἰσχυ νόμεθα τοὺς συνετωτέρους ἡμῶν κατὰ τὸν βίον ὁμολογεῖν. Ἔπειτα ὁ τὸν σύμβουλον ἀναμένων, καὶ τοῖς ἰδίοις λογι σμοῖς καιρὸν δίδωσιν, ἐν χρόνῳ πλείονι μετὰ βασάνου καὶ προσοχῆς ἀνιχνεῦσαι τὸ δέον. 1.58 Καὶ μετὰ ταῦτα κληθήσῃ πόλις δικαιοσύνης, μητρό πολις, πιστὴ Σιών. Ἔδειξεν εἰς ποῖον καταλήγουσι τέλος αἱ κατὰ μέρος εὐερ γεσίαι. Ἀντὶ γὰρ τοῦ τῶν φονευτῶν εἶναι πόλιν, πόλις δι καιοσύνης· καὶ ἀντὶ τοῦ πόρνη πόλις, μητρόπολις, τουτέστι καὶ ἄλλαις καθηγουμένη πρὸς σωφροσύνην. Καὶ πάλιν πι στὴ, ὅπερ ἦν πρὸ τοῦ βεβηλῶσθαι ἐκ τῆς πορνείας. Ἡ οὖν τοῖς πρέπουσιν ἑαυτῇ κόσμοις κεκοσμημένη, συμβού λοις τε καὶ κριταῖς, ἡ ἐν Χριστῷ Ἐκκλησία, μητρόπολις ἂν χρηματίζοι, οἷον ἀποικίας τινὰς τοῦ κατὰ Θεὸν βίου παρ' ἑαυτῆς ἀποστέλλουσα. Μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς, καὶ μετὰ ἐλεημοσύνης. Οὐδὲν ἐν τοῖς ἄνω περὶ πολεμίων αἰσθη τῶν, οὐδὲ περὶ αἰχμαλώτων εἰπών, τὴν ἀποκατάστασιν αὐτῆς αἰχμαλωσίας ἄφεσιν λέγων, ὑποβάλλει ἡμῖν νοεῖν, ὡς ἑκάστου ἡμῶν ὑπὸ ἁμαρτίαν γινομένου, ὅταν κατακυριευθῶμεν ὑπὸ τοῦ ἐχθροῦ, οἱονεὶ δέσμιοι τῆς ἁμαρτίας γινόμενοι, καὶ ἀπα γόμενοι ὑπὸ τοῦ πονηροῦ εἰς τὸ παραστῆσαι τὰ μέλη ἡμῶν δοῦλα τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν. ∆ιὰ τοῦτο κριταὶ σώ ζοντες, ὡς Βαρὰκ καὶ Σαμψὼν καὶ Γεδεὼν καὶ Ἰεφθάε, ὑπερμαχοῦντες τοῦ λαοῦ, ἐξαιρούμενοι ἀπὸ τῶν πολεμίων. ∆ιὰ τοῦτο σύμβουλοι τὰ πρὸς σωτηρίαν ὑφηγούμενοι, ἵνα ἀξία γένηται ἡ αἰχμαλωσία αὐτῆς σωθῆναι. Τοῦτο γάρ ἐστι τὸ μετὰ κρίματος σωθῆναι, τουτέστι κεκριμένως καὶ ἐξ ητασμένως. Εἶτα ἐπειδὴ ἐὰν ἀνομίας παρατηρήσῃ, οὐδεὶς ὑποστήσεται, συνῆψε τὴν ἐλεημοσύνην τῷ κρίματι, ἵνα τὸ τῆς κρίσεως ἀκριβὲς πραϋνθῇ τῇ ἐπικράσει τῇ τοῦ ἐλέους. ∆ιὰ μὲν οὖν τὸ κρίμα παρεδόθη τῇ αἰχμαλωσίᾳ, διὰ δὲ τὸν ἔλεον ἀνεκλήθη. 1.59 Καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα. Μετὰ τὸ τοὺς ἀξίους τῆς ἀποκαταστάσεως ἐπὶ τὰ ἐξ ἀρχῆς μετὰ κρίματος σωθῆναι καὶ μετὰ ἐλέους, οἱ πάντη ἄνομοι καὶ οἱ ἐπιμένοντες τῇ ἁμαρτίᾳ, Συντριβήσονται ἅμα· οἱ μὲν, ὅτι Ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν· οἱ δὲ, ὅτι διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζουσιν. Εἰσὶ δὲ ἄνομοι μὲν, οἱ παντελῶς ἀνήκοοι τῶν θείων νόμων, ἢ ἀποστατήσαντες αὐτῶν, ἢ μηδὲ τὴν ἀρχὴν προσελθόντες· ἁμαρτωλοὶ δὲ, οἱ ἑκουσίως ἁμαρτάνοντες μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας. Τάχα δὲ καὶ οὓς εὐεργετεῖ ὁ Θεὸς, βουλόμενος