1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

32

αὐτοὺς ἐν καινότητι ζωῆς περιπατῆσαι, συντρίβει αὐτῶν τὸν παλαιὸν ἄνθρωπον. ∆ιὰ τοῦτο Θυσία τῷ Θεῷ πνεῦμα συντετριμ μένον. Συντρίβεται γὰρ τὸ πνεῦμα τοῦ κόσμου, τὸ ἐνεργῆσαν τὴν ἁμαρτίαν, ἵνα τὸ εὐθὲς ἐγκαινισθῇ τοῖς ἐγκάτοις. Καὶ συντρίβεται ὁ βραχίων τοῦ ἁμαρτωλοῦ, τουτέστιν ἡ πρακτικὴ τῆς ἁμαρτίας δύναμις, ἵνα ζητηθῇ ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ. Τοιοῦτόν ἐστι καὶ τὸ Ἐγὼ ἀποκτενῶ καὶ ζῇν ποιήσω· πατάξω, κἀγὼ ἰάσομαι. Ἀποκτενεῖ γὰρ τὸν κα κῶς ζῶντα, ἵνα μετὰ τὴν κάθαρσιν τῆς χείρονος ζωῆς, τὴν καινὴν αὐτῷ χαρίσηται. 1.60 ∆ιὰ τοῦτο Συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρ τωλοὶ ἅμα, ἵνα παύσωνται ἀνυπότακτοι εἶναι καὶ παρα κούοντες. Καὶ οἱ ἐγκαταλιπόντες τὸν Κύριον συντελεσθή σονται, οἱονεὶ οὐκέτι ἡ τοῦ ἐγκαταλείπειν τὸν Κύριον ἁμαρτία ἐνεργηθήσεται. Τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Ψαλμῷ· Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν. Ὥσπερ ἂν εἴ τις ἰατρὸν παρακαλοίη συντελεσθῆναι τὴν νόσον τῶν ἀῤῥωστούντων, ἢ τὴν νομὴν τῆς σήψεως κωλυθῆναι διὰ τῆς τέχνης. Οὐ πάντως δὲ ἡ συντέλεια τοῦ παντελοῦς ἀφανι σμοῦ ἐστι σημαντική, ἀλλὰ τῆς κατὰ τόδε ἐνεργείας τῶν ἐνεργούντων κωλυτική. Καὶ γὰρ ὁ Παῦλος, περὶ τοῦ υἱοῦ τῆς ἀπωλείας προφητεύων Θεσσαλονικεῦσιν, ἔφη· Ὃν ὁ Κύριος Ἰησοῦς ἀναλώσει πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ. Εἰ γὰρ ἡ ἀνάλωσις παντελής ἐστιν ἀφανισμὸς, πῶς ὁ μηκέτι ὢν καταργεῖται; Ἀλλὰ δηλονότι τὸ ἐν τῷ ἀνόμῳ ψεῦδος τῷ πνεύματι τοῦ στόματος τῆς ἀληθείας ἐξαφανίζεται καὶ οὕτω καταργηθήσεται τῇ ἐπιφανείᾳ τῆς παρουσίας τοῦ Χρι στοῦ. Πολλαχοῦ δὲ τετηρήκαμεν, ὅτι αἱ κακίαι ἐξαφανίζον ται, οὐκ αὐταὶ αἱ οὐσίαι, αἷς συμβεβήκασιν, ὡς ἐν τῷ Καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ· καὶ Ὁδὸς ἀσεβῶν ἀπολεῖται. 1.61 ∆ιότι αἰσχυνθήσονται ἀπὸ τῶν εἰδώλων αὐτῶν, ἃ αὐτοὶ ἠβούλοντο. Εὐεργεσία μεγάλη, καὶ τὸ αἰσχυνθῆναι ἐπὶ πράγματι, ᾧ πρὸ τούτου ἐπηγάλλετο, ὑπὸ ἀναισθησίας τὸ ἐν αὐτῷ αἰσχρὸν συνιδεῖν μὴ δυνάμενος, ἀλλὰ τὴν δόξαν ἔχων ἐν τῇ αἰσχύνῃ αὐτοῦ. Τὸ οὖν αἰσχύνεσθαι ἀπὸ τῶν εἰδώλων ἐπ' ἀγαθῷ τῶν αἰσχυνομένων ἐνεργεῖται. Ὅπερ οὐκ ἄλλως γίνεται, ἢ εἰς ἔννοιαν ἐλθόντων τοῦ ἀληθινοῦ Θεοῦ τῶν τέως εἰδωλολατρούντων. Τότε γὰρ ἐγκαλύπτεται, εἰς συναίσθη σιν ἐλθὼν τοῦ ἀτόπου, ὁ τοῖς ἀψύχοις, ὡς δύναμιν εἰς τὸ σώ ζειν ἔχουσι προσευχόμενος. Καὶ πᾶς δὲ ὁ φιλήδονος, ᾧπερ ἂν ᾖ δεδουλωμένος τῶν ἀπηγορευμένων, τοῦτο θεοποιήσας, οἷον εἴδωλόν τι ἔχει ἐν ναῷ βεβήλῳ, τῇ ἑαυτοῦ καρδίᾳ, καθ ιδρυμένον, ἀεὶ συνὼν αὐτῷ διὰ τῆς φαντασίας καὶ τὰς εἰκόνας τοῦ ἐπιθυμητοῦ ἐν ἑαυτῷ περιφέρων. Οἷον ὁ φιλόπλουτος, ὅπου ὁ θησαυρὸς αὐτοῦ, ἐκεῖ ἔχων τὴν καρδίαν, τῷ ἐκ τῆς πλεονεξίας εἰδώλῳ λατρεύει. Ὁ γαστρί μαργος ταῖς ἐν βρώμασιν ἐπιθυμίαις δεδουλωμένος, θεὸν ἔχει τὴν ἑαυτοῦ κοιλίαν. Ἐπικατάρατος δὲ ἄνθρωπος ὅστις ποιήσει γλυπτὸν ἢ χωνευτὸν, βδέλυγμα Κυρίῳ. Μακάριοι δὲ οἱ κατὰ τὴν συμβουλὴν Ἰακὼβ περιαιροῦντες ἑαυτῶν θεοὺς ἀλλο τρίους, καὶ ἀλλάσσοντες στολὰς, ἀναβαίνοντες εἰς Βαιθήλ, τουτέστιν εἰς οἶκον Θεοῦ, τοῦ ποιῆσαι ἐκεῖ θυσιαστήριον τῷ Θεῷ. Ἀποθώμεθα οὖν τὰ ἀλλότρια τοῦ Θεοῦ εἴδωλα καὶ ἀλλάξωμεν τὰς στολὰς, ἐκδυσάμενοι τὸν παλαιὸν ἄν θρωπον· καὶ ἔτι πρότερον τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν ἡμῶν ἀποθώμεθα, τουτέστι τὰ παλαιὰ διδάγματα, οἷς ἐκαλλωπι ζόμεθα. Ταῦτα διὰ τὸ Αἰσχυνθήσονται ἀπὸ τῶν εἰδώλων αὐτῶν, ἃ αὐτοὶ ἐβούλοντο. Οὐδὲ γὰρ μὴ βουλόμενός τις ἔχει τὰ εἴδωλα τὰ προαποδεδομένα ἡμῖν· διότι ἐπιθυμήσαν τες τῶν παθῶν, οὕτω θεοποιοῦμεν αὐτά. 1.62 Καὶ ἐπῃσχύνθησαν ἐπὶ τοῖς κήποις αὐτῶν, ἃ ἐπεθύ μησαν. Ἐπαμφότερα παραληφθεῖσαν τοῦ κήπου τὴν προσηγο ρίαν εὑρίσκομεν, ὡς ἐν μὲν τῇ Γενέσει κατὰ τὸν Ἀκύλαν· Καὶ ἐφύτευσε Κύριος ὁ Θεὸς κῆπον ἐν Ἐδέμ. Πάλιν δὲ ἡ γῆ Αἰγύπτου διαβαλλομένη κῆπος εἴρηται λαχανίας. Πάλιν ψεκτὴ μνήμη κήπου· ἡνίκα Ἀχαὰβ ἐπεθύμει τὸν κλῆρον Ναβουθαὶ τοῦ Ἰεζραηλίτου κῆπον λαχάνων ποιῆσαι. Ἐπαινετῶς δὲ μέμνηται ὁ Ἐκκλησιαστὴς λέγων· Ἐποίησά μοι