1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

36

ὁπόσα δήποτε) κατὰ τὴν οἰκου μένην ἅπασαν ἀριθμούμενα, πολλὰ τὰ πορευόμενα τὴν ἐν τῇ ζωῇ πορείαν· ὡς δὲ πρὸς τὸν ὅλον τῶν ἐπὶ γῆς ἀνθρώ πων ἀριθμὸν, ὀλίγοι οἱ σωζόμενοι· οὕτω καὶ τὸ Εὐαγγέλιον ἀληθεύει, καὶ ἡ προφητεία οὐ μάχεται. Πάντα τὰ ἔθνη δου λεύσουσιν αὐτῷ, προσκυνήσουσι δὲ ἀπὸ τῶν πολλῶν ὀλίγοι· Πάντες (φησὶν) οἱ βασιλεῖς τῆς γῆς. Καὶ ὁ Σοφονίας· Ἥξουσι τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα. 2.69 Καὶ ἐροῦσι· ∆εῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ. Οἱ προκόπτοντες τῇ γνώσει, οἱονεὶ προκαταλαβόντες τὰ ἄνω, προκαλοῦνται εἰς τὴν ὁμοίαν ἑαυτοῖς ἀνάβασιν τοὺς ἔτι ἐμφιλοχωροῦντας περὶ τὰ κάτω καὶ ταῖς ταπειναῖς τοῦ βίου μερίμναις προσδιατρίβοντας. Ὁ συνεγερθεὶς τῷ Χριστῷ καὶ τὰ ἄνω ζητῶν, καλείτω τοὺς τὰ ἐπίγεια φρονοῦντας, καὶ χειρ αγωγείτω αὐτῶν τὰ νοήματα πρὸς τὰ ἄνω. Ἐπεὶ διπλῆ τίς ἐστιν ἡ σωματικὴ πρὸς τὸ ὄρος σχέσις, νῦν μὲν ἐξ ὑπω ρειῶν ἐπὶ κορυφὴν ἀνιόντων, νῦν δὲ ἐκ τῆς ἀκρωρείας κα ταβαινόντων ἐπὶ τοὺς πρόποδας, κατὰ τὴν διάφορον τοῦ σώματος σχέσιν, καὶ τῆς παρ' ἡμῶν ἐνεργείας διαφόρως ἐκτελουμένης. Μήποτε δὲ τὸ διπλοῦν τοῦτο τῆς ἐπινοίας καὶ τῇ οἰκονομίᾳ τῆς ἀνθρωπότητος ἐφαρμόσει, ὥστε νοεῖν ἡμᾶς ὄρος τὴν ἐνανθρώπησιν, νῦν μὲν τῆς σαρκὸς διὰ τῆς πρὸς Θεὸν συναφείας εἰς οὐρανὸν ὑψουμένης, νῦν δὲ τῆς θεότητος διὰ τῆς πρὸς τὸ ἀνθρώπινον κοινωνίας ἐπικαταβαινούσης τοῖς ὧδε. 2.70 ∆εῦτε καὶ ἀναβῶμεν. Προσβῶμεν τῷ ὕψει τῆς θεολογίας, ἀπὸ τοῦ Πάθους ἀρχόμενοι. Καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ. Ἀνωτέρω μὲν ὁ οἶκος ἁπλῶς εἴρηται τοῦ Θεοῦ, ἐνταῦθα δὲ οἶκος τοῦ Θεοῦ Ἰακώβ. Τίς οὖν ἡ αἰτία; Ἢ γὰρ ἐκεῖ λείπει, ἢ ἐνταῦθα παρέλκει. Ἀλλ' οὐδὲν ἀργὸν τῶν τοῦ Πνεύματος. ∆είκνυσι γὰρ ὁ λόγος, ὅτι μὲν πρῶται συγ καταθέσεις κατὰ τὰς κοινὰς περὶ Θεοῦ προλήψεις γίνον ται· τὸ δὲ ἀκριβὲς τῆς πίστεως τελειοῦται, τρανουμένης ἤδη ἐν ταῖς καρδίαις τῶν προκοπτόντων ἐπὶ τὴν γνῶσιν τῆς ἰδιότητος τοῦ Θεοῦ. ∆ιὰ τοῦτο τοῖς μὲν εἰσαγομένοις εἰς γνῶσιν ἁπλῶς εἴρηται οἶκος Θεοῦ, τοῖς δὲ στοιχειωθεῖσι λοιπὸν καὶ τίνος Θεοῦ, ὅτι τοῦ Ἰακὼβ, ᾧ ἐχαρίσατο τὴν πρὸς αὐτὸν οἰκειότητα. Ἐγὼ γὰρ (φησὶν) ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ. Τοῦτό μοί ἐστιν ὄνομα αἰώνιον. Ἵνα γὰρ ἀεὶ μνημόνευτον ποιήσῃ τὴν τιμὴν τοῖς Ἁγίοις, συνῆψεν ἑαυτῷ τὰ τῶν δούλων ὀνόματα· ὥστε ὁσάκις ἂν γένηται μνήμη Θεοῦ, τοσαυτάκις κἀκείνων τὴν μνήμην συναναφέρεσθαι. Τοῖς οὖν προσελθοῦσιν ἤδη τὸ οἱονεὶ γνώρισμα τοῦ Θεοῦ προσέθηκεν, εἰπών· Καὶ εἰς τὸν οἶ κον τοῦ Θεοῦ Ἰακώβ. Ἀλλ' ἐπειδὴ καὶ Ἰακὼβ ἔτι τοῦπτερνιστοῦ καὶ ἀγωνιστοῦ ἐστιν ὄνομα (Ἰακὼβ γὰρ πτερ νιστὴς προσαγορεύεται διὰ τὴν πρὸς τὰ ἀντικείμενα πάλην, ὕστερον δὲ μετὰ τὴν νίκην ἆθλον ἔλαβε τὸ Ἰσραὴλ ὀνομά ζεσθαι) ὁ ἔτι προκόπτων τέως μανθάνει τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, τὰ ὑποδεέστερα καὶ ἑαυτῷ ἐφικτά· ὕστερον δέ ποτε καὶ τὸν Θεὸν τοῦ Ἰσραὴλ διδαχθήσεται, ὁδῷ καὶ τάξει τῶν τελειοτέρων παραδόσεων οἰκονομουμένων περὶ αὐτόν. 2.71 Καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ καὶ πορευ σόμεθα ἐν αὐτῇ. Ἐὰν μὴ ἀναβῶμεν εἰς τὸ ὄρος, οὐκ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ. Ἐὰν μὴ ἀναγγείλῃ ἡμῖν, πῶς πορευσόμεθα; Τουτέστιν· ἐὰν μὴ δεξώμεθα τὸ Εὐαγγέλιον, πῶς βιωσό μεθα κατ' αὐτό; Οἱ δὲ ἐπιζητοῦντες μαθεῖν ὁδὸν, δηλο νότι οὐκ ἤδεισαν. Πῶς οὖν ἀναβαίνωμεν εἰς τὸ ὄρος, τὴν ὁδὸν ἀγνοοῦντες; Ἢ τὸ ∆εῦτε καὶ ἀναβῶμεν, τὴν πρόθεσιν καὶ τὴν σπουδὴν τῶν ἐπειγομένων ἐμφαίνει· οὔπω μέντοι παρίστησι τῶν ἐπιθυμητῶν τὴν ἐπίτευξιν. Ἡγησώμεθα γάρ τινας τῶν νῦν ἐπὶ τὴν πίστιν ἐπειγομένων ἀλλήλους προσφωνεῖν καὶ παρορμᾷν· δεῦτε, ἀποστῶμεν τῶν χαμερ πῶν· δεῦτε, φρονήσωμεν τὰ οὐράνια, εἰσέλθωμεν εἰς τὸν οἶκον τοῦ Θεοῦ. Ἐκεῖ μαθησόμεθα τὴν ὁδὸν, δι' ἧς ἐπὶ τὸ κοινῶς προκείμενον ἅπασι πέρας διὰ τῆς τελειότητος καταντήσομεν. 2.72 Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Ἐρώτησον τὸν τῆς κατατομῆς ἄνθρωπον, τὸν κατὰ σάρκα Ἰουδαῖον,