1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

40

λό γους οὐχ ὑγιεῖς, καὶ παραδεξάμενον αὐτοὺς, τὰ τέκνα ἀλλό φυλα ποιεῖσθαι. 2.80 Ἐνεπλήσθη γὰρ ἡ χώρα αὐτῶν ἀργυρίου καὶ χρυσίου, καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν. Ἡλίκον ἁμάρτημα τὸ φιλοπλουτεῖν, ὅτι ἐν τῷ καταλόγῳ τῶν τηλικούτων ἁμαρτημάτων ἐτάχθη. Μετὰ γὰρ κληδονισ μῶν καὶ τέκνων ἀλλοφύλων, τῶν ἐκ τοῦ πληθυνθῆναι τὴν πορ νείαν γεννωμένων τάχα ἐν τῷ Ἰσραὴλ, συγκατηρίθμηται καὶ τὸ ἐμπλησθῆναι τὴν χώραν ἀργυρίου καὶ χρυσίου. Θεοσεβεῖ μὲν γὰρ ψυχῇ ἀφορμὴν πρὸς εὐποιίαν, κατὰ τὴν μεταδοτι κὴν κοινωνίαν ὁ πλοῦτος γίνεται· φιληδόνῳ δὲ καὶ φιλοσω μάτῳ, ἐφόδιον τρυφῆς καὶ ἀκολασίας γίνεται. Πενία μὲν γὰρ παιδαγωγός ἐστιν εἰς εὐσέβειαν, πλοῦτος δὲ ὕβρεώς ἐστιν ἀφορμή. Εἰ δὲ ὅλον ἔθνος ἐγκαλεῖται περιουσίαν χρημάτων, σκοπείτωσαν οἱ πλουτοῦντες, πῶς ὑπὲρ τῶν οἰκείων ἀπο λογήσονται. Ἐὰν δέ τις οἴηται, ἔκ τινος εὐλόγου προφάσεως νομιζομένης πλουτῶν, μὴ ἁμαρτάνειν, ἀναμνησθήτω τοῦ εὐαγγελικοῦ προστάγματος, σαφῶς ἀπαγορεύοντος μὴ θησαυ ρίζειν ἑαυτοῖς ἐπὶ τῆς γῆς. 2.81 Καὶ ἐνεπλήσθη ἡ γῆ ἵππων καὶ οὐκ ἦν ἀριθμὸς τῶν ἁρμάτων αὐτῶν. Πανταχοῦ παραιτησαμένους τοὺς Ἁγίους τετηρήκαμεν τὴν τῶν ἵππων χρῆσιν, ἐπί τε τῶν πολεμικῶν παρατάξε ων καὶ ἐν ταῖς λοιπαῖς κατὰ τὸν βίον χρείαις. ∆ι' ὃ καὶ ἐνταῦθα τοῖς λοιποῖς κατηγορήμασι καὶ ἡ τῶν ἵππων συγκατηρίθμηται. Τοῦ γὰρ Θεοῦ βουλομένου τῆς παρ' αὐ τοῦ βοηθείας αὐτοὺς ἐξηρτῆσθαι, καὶ μὴ ταῖς οἰκείαις παρασκευαῖς αὐτοὺς ἐπελπίζειν ἐν τοῖς πολέμοις, καὶ διὰ τοῦτο ἀπαγορεύσαντος μή ποτε πληθύνῃς σεαυτῷ ἵππον, οἱ τότε ἐγκαλούμενοι τοσοῦτόν τι πλῆθος ἵππων περιεβάλ λοντο, ὥστε καὶ ἀριθμὸν ὑπερβαίνειν. Τοῦτο δὲ ἤτοι ὑπερ βολικῶς ἐκδεξώμεθα, ἢ παρὰ τὸ τὰ φαῦλα καὶ ἄλλως ἄτιμα μὴ ἀριθμεῖσθαι ἐν τῇ Γραφῇ, νομίσωμεν εἰρῆσθαι, τὸ μὴ εἶναι ἀριθμὸν τῶν ἁρμάτων. Τήρει γὰρ ὅτι ἐν Ἀριθμοῖς οὐ γυνὴ ἀριθμεῖται, ὡς ἀσθενής· οὐ παιδίον, ὡς εὐκαταφρόνη τον, πλὴν πρωτοτόκων καὶ Λευιτικῶν· οὐ δοῦλος, διὰ τὸ ἄτιμον· οὐχ ὁ ἐπίμικτος, διὰ τὸ ἀλλότριον. Οὕτως οὖν καὶ τὰ κακῶς κτηθέντα ἅρματα ἔξω εἶναι τοῦ ἀριθμοῦ λογι ζόμεθα. 2.82 Καὶ ἐνεπλήσθη ἡ γῆ βδελυγμάτων τῶν ἔργων τῶν χειρῶν αὐτῶν. Τὰ ἐθνικὰ ἐπιτηδεύματα ἀπὸ κληδονισμῶν τὴν ἀρχὴν λαβόντα, διὰ φιλαργυρίας καὶ ἱππομανίας προκόψαντα, εἰς εἰδωλολατρείαν ἐξώκειλε. ∆ιὰ γὰρ τὸ ἀποστῆναι συμβου λίας Θεοῦ καὶ κληδόσι προσέχειν, διὰ τὸ μὴ ἐπὶ Θεὸν πεποιθέναι, ἀλλ' ἐπὶ τῇ τοῦ πλούτου ἀδηλότητι, διὰ τὸ τοῖς ψευδέσιν εἰς σωτηρίαν ἵπποις, ἀλλὰ μὴ τῷ δυνατῷ συντρίβειν πολέμους, ἐπιστηρίζεσθαι, ἐκ τοῦ ἀκολούθου προῆλθον εἰς τὸ ἐμπλῆσαι τὴν γῆν αὐτῶν βδελυγμάτων. Πᾶσα μὲν οὖν πρᾶξις, ἡ παρὰ τὸν ὀρθὸν λόγον ἐνερ γουμένη, βδέλυγμά ἐστι τῷ Θεῷ. Ὡς οἱ στομαχῶντες καὶ εὐανάτρεπτοι τὰ μυσαρὰ τῶν θεαμάτων ἐκτρέπονται, οἷον περιττωμάτων ἐκβολὰς καὶ ἕλκη δυσώδη καὶ τὰ τοι αῦτα, οὕτω καὶ αἱ κατὰ ἀκαθαρσίαν ἐνέργειαι βδέλυγμά εἰσι τῷ Ἁγίῳ. Ἐπειδὴ κυρίως τὰ εἴδωλα βδελύγματα λέγειν ἔθος τῇ Γραφῇ, πᾶσαι αἱ μοχθηραὶ φαντασίαι κατὰ ἀναζω γράφησιν ἐναποτυπούμεναι τῇ ψυχῇ, βδελύγματά εἰσι πλη ροῦντα τὴν χώραν, τουτέστι τὴν εὐρυχωρίαν πᾶσαν τοῦ λογιστικοῦ τῆς ψυχῆς. Καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν. Ὢ ὑπερβολῆς μανίας, Θεὸν νομίζειν τὸ ὑπ' αὐτοῦ γενόμενον, καὶ μὴ συνορᾶν τὴν ἀτοπίαν τοῦ γινομένου. Εἰ μὲν γὰρ τὴν ὕλην θαυμάζεις, τί δήποτε καὶ τὸν ἀτύπωτον χαλκὸν, ἢ λίθον οὐ προσκυνεῖς; Εἰ δὲ διὰ τὴν τέχνην, τὰς χεῖρας σαυ τοῦ προσκύνει, τὰς ἐπιβαλούσας αὐτῷ τὴν μορφὴν, ἢ τὰ ὄργανα, δι' ὧν ἀπήρτισας. Πόσην δὲ καὶ τὴν ἄνοιαν ἔχει τὸ ἐν τοσαύτῃ χρόνου τριβῇ, καθ' ἣν ἐγλύφετο, ἢ ἐχωνεύετο τὸ ἀφίδρυμα, μὴ λαβεῖν ἔννοιαν τοῦ γινομένου; Τοῦτο γὰρ ἐμφαίνει τὸ Καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐ τῶν. Ἔπειτα μέντοι καὶ τῶν δύο τὸ ἕτερον ἑλέσθαι ἀναγ κασθήσεται· ἢ μὴ ἔχειν Θεὸν πρὶν μορφῶσαι δι' ἑαυτοῦ, ἢ γηράσαι τὸν προϋπάρχοντα, διὰ τὸ