1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

42

τῆς εἰς Χριστὸν πίστεως. Ὅπου καὶ Μωϋσῆς ἐτέθη, μέλλων τὸν Θεὸν βλέπειν. Ἐκεῖ (φησὶν) Εἰσέλθετε, καὶ κατακρύπτεσθε εἰς τὴν γῆν, τουτέστι θάψατε ἑαυτούς. Ἵνα τί; Ἵνα συνταφέντες Αὐτῷ διὰ τοῦ βαπτίσματος καὶ συναπο θανόντες, ἐν καινότητι ζωῆς περιπατήσητε, ἀποθανόντες τῇ ἁμαρτίᾳ. Συνάγαγε δὲ τὰ περὶ πέτρας ἐν τῇ Γραφῇ, ὥστε σοι τρανωθῆναι τὸν τόπον. Ἐν πέτρᾳ ὕψωσάς με. Καὶ ἐκ πέ τρας ἔπιεν ὁ λαός, ἀλλὰ καὶ μέλι εἶχεν ἐκ πέτρας, Καὶ ὁ Ψαλμῳδός φησι· Πέτρα καταφυγὴ τοῖς λαγωοῖς. Τὸ καθαρὸν πρὸς κόρον· καὶ ἔλαιον δὲ, ᾧ ἐχρίοντο, ἡ στερεὰ πέτρα παρεῖχε, κατὰ τὴν ᾠδὴν τὴν Μωϋσέως. Ἐὰν οὖν εἰσέλθητε εἰς τὴν πέτραν, δυνήσεσθε ἐκκλῖναι ἀπὸ τοῦ φόβου Κυ ρίου, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν, ὅταν μέλλῃ ἀφανί ζειν τὰ γήϊνα, καὶ ἀφανίζειν τὸν χοϊκὸν ἐπὶ τῷ ἀνεμπό διστον παρέχειν τῷ πνευματικῷ τὴν ζωήν. Φθάσαι οὖν δεῖ τὴν μετὰ δόξης καὶ ἰσχύος αὐτοῦ ἀνάστασιν, διὰ τοῦ τοιούτου τρόπου ἐπιμεληθέντας ἑαυτῶν. 2.86 Οἱ γὰρ ὀφθαλμοὶ Κυρίου ὑψηλοὶ, ὁ δὲ ἄνθρωπος ταπεινός. Ἵνα μὴ νομίσῃς σωματικήν τινα τὴν ἀπὸ Θεοῦ ἀνα χώρησιν συμβουλεύειν, ἐπήγαγε τὸ Οἱ ὀφθαλμοὶ Κυρίου ὑψηλοὶ, ὁ δὲ ἄνθρωπος ταπεινός. Τὸν ἐξ ὕψους ἀποσκο πεύοντα οὐδὲν τῶν κάτω λανθάνει, πάντων ὑπ' ὄψιν ὄντων καὶ μηδενὸς ἐπισκοτοῦντος τοῖς ὀφθαλμοῖς. Ταπεινὸς δὲ ἄνθρωπος, ἢ ὁ τῇ συγκρίσει τῆς τοῦ Θεοῦ μεγαλοπρεπείας τὸ μηδὲν ἑαυτὸν λογιζόμενος, ἢ ὁ διὰ μετριοπάθειαν τὸ ἀλο ζονικὸν ἀποθέμενος φρόνημα, ἢ ὁ διὰ τῆς ἁμαρτίας ἐκ τοῦ προτέρου ὕψους ἑαυτὸν καταῤῥίψας. Καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων. Ἐν τοῖς κα τόπιν τὸ ὕψος ἐταπεινοῦτο καὶ κατηγορίας ἄξιος ὁ ἄνθρωπος· Ἔκυψε γὰρ ἄνθρωπος καὶ ἐταπεινώθη ἀνήρ. Ἐνταῦθα δὲ ὠφέλιμος ἡ ταπείνωσις. Ἡ γὰρ ἀπόθεσις τοῦ ματαίου φρονήματος καὶ ἡ ἀπὸ τοῦ ἐπάρματος καὶ ὕψους ἀλαζο νικοῦ καὶ οἰήματος διακένου τὴν οἰκείαν ἀξίαν ἐπάνοδος, ταπείνωσίς ἐστιν ἐπαινετή. Τῶν γὰρ προσφυγόντων τῇ πέτρᾳ καὶ ἐν τῇ γῇ ἑαυτῶν ποιησάντων τὸ σῶμα ἐν ἐλπίδι τῆς μετὰ Χριστοῦ ἀναστάσεως, πίπτει μὲν τὰ ἐξ ἀλογίας ὑψώματα καὶ ἡ περὶ ἑαυτῶν ὑπόληψις αὐτῶν ματαία· ἀναπέμπεται δὲ παρ' αὐτῶν μόνῳ τῷ Θεῷ ἡ ἀληθὴς μαρ τυρία τοῦ ὕψους. 2.87 Καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ὡς ἐπιγινωσκομένην ἡμέραν καὶ ὑπὸ πάντων ὁμολογου μένην ὁ λόγος ἡμᾶς ἀναπέμπει. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τῇ ἐσχάτῃ πασῶν ἡμερῶν, ἣ οὔτε νὺξ διακόπτει, οὐ χρόνος περιορίζει, οὐ σωματικὸν φῶς ἀρχὴν αὐτῇ παρέχει καὶ τέλος, ἀλλὰ μία ἐστὶν ὁμοία πρὸς ἑαυτὴν, ἀκίνητος, ἀνέσπερος, ἀδιάδεκτος. Ἐν οὖν τῇ ἡμέρᾳ ἐκείνῃ ὑψωθήσεται Κύριος μόνος, ὅτε πεσεῖται μὲν πᾶν ὑπερηφάνων φρόνημα, πᾶσα δὲ λαμπρότης τῶν μακαρίων δυνάμεων τῇ ὑπερβολῇ τῶν μαρμαρυγῶν τῆς δόξης ἐκείνης ἐναφανίζεται. Κἂν Προφή της ᾖ, κἂν Ἀπόστολος, κἂν ἅγιαι ∆υνάμεις ὦσι καὶ ὑπερ κόσμιοι· ἐκφανέντος τοῦ ἀληθινοῦ Ὕψους, πάντα ταπεινὰ λογισθήσεται. Νόησόν μοι ἀπό τινος τῶν κατὰ τὸν βίον ὑποδείγμα τος τὸ λεγόμενον. Ἔστω τις πόλις χειροτεχνῶν ἀνδρῶν, ἐκ τῆς ἐφ' ἡμέραν ἐργασίας μόλις τὰ ἀναγκαῖα τὰ πρὸς τὸν βίον ποριζομένων· εἶναι δέ τινας ἐνταῦθα τῶν καθ' ὑπερ βολὴν πενήτων εὐπορωτέρους, μακαριζομένους τέως ὑπὸ τῶν πτωχευόντων καὶ ἀποβλεπομένους. Εἶτα ἐπιδημῆσαί τινα τῇ πόλει βασιλέα, πάντων βασιλέων πλουσιώτατον, πο λὺν μὲν τὸν χρυσὸν ἔχοντα, πολὺν δὲ τὸν ἄργυρον, πολλοὺς δὲ λίθους τῶν πολυτιμήτων, τοὺς μὲν ἐν τῷ βασιλικῷ ἐπι κειμένους, τοὺς δὲ εἰς ἐπίδειξιν προβεβλημένους. Ἐσθῆτός τι κάλλος καὶ πλῆθος ἀμήχανον, οἰκετῶν καὶ δορυφόρων πλῆθος ἀριθμὸν ὑπερβαῖνον· δαπάνην ἀμύθητον· καμήλων καὶ ἡμιόνων ἀμύθητόν τι χρῆμα τὸν πλοῦτον σκευαγωγούν των· ἵππους χρυσῷ καὶ τάπησιν ἁλουργοῖς κατακεκοσμη μένους, τοὺς μὲν ὑπηρετοῦντας, τοὺς δὲ προπομπεύοντας. Τί ἂν ἐπὶ τῇ τούτου θέᾳ παθεῖν τὸν πτωχὸν δῆμον ἐκεῖνον, τὸν τέως τὰ μικρὰ θαυμάζοντα, τοὺς ἑαυτῶν ὑπερέχοντας; Οὐχὶ αἰσχυνθῆναι μὲν ἐπὶ τῇ οἰκείᾳ κρίσει; Πάντων δὲ κα