1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

43

ταφρονῆσαι τῇ πρὸς τὸ ὑπερέχον συγκρίσει; Μόνῳ δὲ δόξαν καὶ πλοῦτον τῷ ἀληθῶς πλουσίῳ προσμαρτυρεῖν; Οὕτω τοίνυν ὅσον ἀποκρύπτεται τὸ ὕψος καὶ τὸ μέγεθος τῆς σοφίας καὶ τῆς δυνάμεως τοῦ Θεοῦ, πολλὰ δόξει εἶναι τὰ ὑψηλὰ καὶ μεγάλα παρὰ τοῖς ἐν ἐσχάτῃ πτωχείᾳ χαθεστηκό σιν· ἐπὰν δὲ ἐκφανῇ τὸ ὄντως σοφὸν καὶ τὸ ἀληθινῶς δυνα τὸν, οὐδεὶς οὔτε σοφὸς, οὔτε δυνατὸς λογισθήσεται. Οὕτω ποτὲ καὶ Μωϋσῆς ἰσχνόφωνον καὶ βραδύγλωσσον ἑαυτὸν ὡμολόγει, ἐπειδὴ Θεοῦ λαλοῦντος πρὸς αὐτὸν ἤκουσε. Καὶ Ἀβραὰμ, ὅτε Θεὸν εἶδεν, ἑαυτὸν γῆν καὶ σποδὸν ὡμολόγει. Οὐδεῖς οὖν ἀξιούμενος ἐνορᾷν τῇ τοῦ Θεοῦ ἀγαθότητι καὶ σοφίᾳ, δυνήσεται ἢ ἑαυτῷ, ἢ ἄλλῳ σοφίαν ἢ δύναμιν μαρ τυρῆσαι. Οἱ γὰρ Ἅγιοι πάντες οἷον φῶς εἰσι λυχνιαῖον ἐν μεσημβρίᾳ σταθηρᾷ ὑπεραυγαζόμενον τῷ ἡλίῳ. ∆ιὰ τοῦτο ὑπερυψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 2.88 Ἡμέρα γὰρ Κυρίου ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερ ήφανον. Τάχα πρώτη ἁμαρτία ὕβρις καὶ ὑπερηφανία· εἴπερ ὁ διάβολος, ἐξυβρίσας τῷ κόρῳ τῶν περὶ αὐτὸν ἀγαθῶν, ἀπέστη Θεοῦ καὶ συναπέστησεν ἑαυτῷ τὰς ἀντικειμένας δυνάμεις, λέγων· Ἐπάνω τῶν ἄστρων θήσομαι τὸν θρόνον μου· καὶ καθιῶ ἐν ὄρει ὑψηλῷ ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ, τὰ πρὸς βοῤῥᾶν. Ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν, ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ. ∆ιὰ τοῦτο ἐντεῦθεν καὶ ἡ ἐκδίκησις ἄρχεται. Καὶ εἴ τις μέντοι τυφωθεὶς εἰς κρίμα ἐμπέπτωκε τοῦ δια βόλου, μετὰ τοῦ ἀρχηγοῦ καὶ οἱονεὶ δημιουργοῦ τῆς ὑπερ ηφανίας καταδικασθήσεται· Κύριος γὰρ ὑπερηφάνοις ἀντι τάσσεται. Ἔοικέ πως ἀρχὴ τῆς ὑπερηφανίας ἡ ὕβρις εἶναι. Ὁ γὰρ διαπτύων τοὺς ἄλλους καὶ τὸ μηδὲν ἡγούμενος, ἀλλὰ τοὺς μὲν πτωχοὺς, τοὺς δὲ δυσγενεῖς, τοὺς δὲ ἀμαθεῖς ὑπολαμβάνων, ἐκ τῆς ὕβρεως ταύτης εἰς τὸ μόνον ἑαυτὸν οἴεσθαι εἶναι σοφὸν, συνετὸν, εὐγενῆ, πλούσιον, δυνατὸν ὑποφέρεται, ἀρχὴν πρὸς τὸ ὑπερηφανεύεσθαι τὴν ὑπεροψίαν λαμβάνων. Τοῦτο γάρ ἐστι τὸ ὑπερηφανεύεσθαι, τὸ ὑπερ φαίνεσθαι τῶν πολλῶν ἐπιχειρεῖν. Ἐν δὲ τῷ τοῦτο ποιεῖν, ἐξουδενοῖ μὲν τὸν πλησίον, ἑαυτὸν δὲ ἀποσεμνύνει. Καὶ ἔστιν ἡ ὕβρις ὑπερηφανίας ἀρχὴ καὶ ἡ ὑπερηφανία κα κὸν ἔγγονόν ἐστι τῆς ὕβρεως. ∆ιὰ τοῦτο ἡ ἐκδίκησις ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον. Αἱ συγγενεῖς γὰρ ἁμαρτίαι ὁμοιοτρόπως κολάζονται. Ἐπάξει οὖν ἡ διαβόητος ἡμέρα τοῦ Κυρίου τὴν ἐκδίκησιν ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφα νον. Ἡμεῖς δὲ οἱ ἐλεεινοὶ, πᾶσαν ἡμέραν ἐν τοῖς κακοῖς τούτοις στρεφόμενοι, οὐδὲ συνίεμεν ὁποῖα κακὰ ἁμαρτάνομεν. Λοίδοροι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Καὶ ἡμεῖς λοιδοροῦμεν, ἐν αὐτῷ τῷ λοιδορεῖν μὴ συνιέντες, ὅτι ταῦτα, ἃ νῦν ἀφίημι ῥήματα ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἀντιστήσεταί μοι καὶ διακόψει μου τὴν ὁδὸν καὶ ὥσπερ τειχίον γενή σεται, ὑπερβαθῆναι μὴ δυνάμενον. Τίς ἡμῶν ἑαυτὸν οὐχ ὑπεραίρει; τίς τὸν πλησίον οὐ διαπτύει; Ἡ δὲ ὕβρις πλέον τί ἐστι τῆς λοιδορίας. Ἡ μὲν γὰρ γλώσσης ἐστὶ μόνον ἀτιμία· ἡ δὲ ὕβρις καὶ τὴν διὰ τῶν ἔργων ἐπ' αἰσχύνῃ τῶν ὑβριζομένων ἐπίνοιαν ἔχει. ∆υνατὸν μέντοι σήμερον βου ληθέντι τῷ ὑψηλῷ κατελθεῖν εἰς τὴν τῶν ταπεινῶν ταπεί νωσιν· καὶ τῷ νῦν μέντοι ταπεινῷ κίνδυνος ἀντιμεταστῆναι εἰς τὸ τῶν ὑπερηφάνων ὕψωμα· αὐτὸ γὰρ τὸ ὑπολαβεῖν περὶ ἑαυτοῦ εἰς τὸ ἄκρον τῆς ταπεινώσεως ἐληλυθέναι, ὑψώματός ἐστιν ἀφορμὴ, καὶ τὸ τοῦ σφόδρα δοκοῦντος ἐν ἁμαρτίαις εἶναι κατεπαρθῆναι, ὑπερηφανία δεινὴ, ἣν ἔπαθεν ὁ Φαρισαῖος κατὰ τοῦ Τελώνου. 2.89 Καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον. Τῆς αὐτῆς κακίας ἐστὶ καὶ ὁ ὑψηλὸς καὶ μετέωρος, διαφέ ρων πρὸς τὸν ὑβριστὴν καὶ ὑπερήφανον τῇ σχέσει μόνον. Ὁ μὲν γὰρ καθ' ἑτέρων τῇ ὕβρει καὶ τῇ ὑπερηφανίᾳ κέχρηται· ὁ δὲ, καὶ μόνος ὢν, ἑαυτὸν ὑπεραίρει, καὶ μετεωρίζει τῇ ματαιό τητι τοῦ νοὸς, καὶ ἀνυψοῖ. Καὶ ἵνα μου νοήσῃς τὸν ἀκριβῶς μετέωρον, ἀνάμνησον σεαυτὸν ἐν τῇ ματαιότητι τῆς νεότητός σου, εἴ ποτε κατὰ σαυτὸν γενόμενος, ἔλαβες ἔννοιαν τοῦ βίου καὶ τῶν ἐπιτηδευμάτων· πῶς εὐκόλως κατὰ τὴν φαντασίαν τοῦ νοῦ ἐπέδραμες ἀρχὰς ἐξ ἀρχῶν, δυναστείας ἐκ