1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

46

μὴ χαμαὶ τὸν νοῦν καταβάλωμεν. Εἰπὼν περὶ τοῦ νοῦ, τοῦ τὰ ὑψηλὰ φρονοῦντος καὶ μὴ τοῖς ταπεινοῖς συναπαγομένου, ἀκολού θως ἐν τῷ αὐτῷ εἴδει τῆς ἐπικρύψεως καὶ περὶ σωμάτων διαλέγεται. Οὐ γὰρ φοβερὰ τοῖς ἀψύχοις πλοίοις ἡ τοῦ Κυρίου ἡμέρα, ἀλλὰ τοῖς διὰ τῶν σωμάτων ἐν τῷ ἁλμυρῷ κλύδωνι τοῦ βίου τούτου σαλευομένοις. Ὥσπερ γὰρ τὰ πλοῖα, καταβαρυνόμενα τῷ φόρτῳ, δυσάγωγά ἐστι καὶ εὔ κολα πρὸς ναυάγιον, οὕτω καὶ τὰ σώματα, ὅσα πολλῇ καὶ δαψιλεῖ τῇ τρυφῇ εἰς πολυσαρκίαν καταπεφόρτισται, διὰ φιληδονίαν τῷ βυθῷ τῆς ἀπωλείας ἐπινηχόμενα, πλοῖα θαλάσσης λέγεται. Ἔστι μέντοι καὶ ἐπαινούμενα πλοῖα, τὰ ὑπηρετοῦντα τοῖς καταβαίνουσιν εἰς τὴν θάλασσαν ἐπὶ τῷ ποιῆσαι ἐργασίαν ἐν ὕδασι πολλοῖς, καὶ περὶ ὧν ἐν τῷ ψαλμῷ τῆς δοξολογίας εἴρη ται ὅτι Ἐκεῖ πλοῖα διαπορεύονται. Τὰ γὰρ διαβαίνοντα τὴν θάλασσαν πλοῖα, ἀλλὰ μὴ ἐναπομένοντα αὐτῇ, μηδὲ καταβαπ τιζόμενα τοῖς κύμασιν, ἐπαινεῖται· καὶ οἱ ἐν σαρκὶ δὲ ζῶν τες, καὶ μὴ κατὰ σάρκα στρατευόμενοι, καταπατοῦντες τὸν κλύδωνα τοῦ βίου καὶ ὑψηλότεροι αὐτοῦ ὄντες, ποιοῦσιν ἐργασίαν ἐν ὕδασι πολλοῖς. Ὅσοι συγκαταβαίνουσι τῷ βίῳ ἐπὶ τῷ κερδῆσαί τινας τῶν βεβυθισμένων. ∆ιὰ τοῦτο εἴδοσαν τὰ ἔργα Κυρίου, μισθὸν τῆς ἐργασίας τὴν σύνεσιν τῶν ἔργων Κυρίου καὶ τῶν ἐν τῷ βυθῷ θαυμασίων λαμβάνοντες. Καὶ ἐπὶ πᾶσαν θέαν πλοίων κάλλους. Ἀκουέτωσαν οἱ περὶ τὸν καλλωπισμὸν τοῦ σώματος ἔχοντες, καὶ οἱ περὶ τὴν τούτων θέαν περιέργως ἐσχολακότες. Οὐ γὰρ ἡ τῶν πλοίων θέα βλαβερά, ἀλλ' ἡ πρὸς ἐπιθυμίαν τοῦ σώματος κατανόησις. Ἔσται οὖν ἡ ἡμέρα Κυρίου ἐπὶ πᾶσαν θέαν πλοίων κάλλους, διότι ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυ μῆσαι, ἐν τῇ καρδίᾳ αὐτοῦ ἐμοίχευσε· καὶ ἡ καλλωπιζομένη γυνὴ πρὸς τὸ τὰς ἐπιθυμίας ἐφ' ἑαυτὴν τῶν ἀκολάστων κινῆσαι, ἐν τῇ καρδίᾳ αὐτῆς ἤδη μεμοίχευται. 2.94 Καὶ ταπεινωθήσεται πᾶς ἄνθρωπος. Ἐκ τούτων ἔδειξεν ὁ λόγος, ὅτι τὰ προάγοντα πάντα ἐν αἰνίγματι καὶ περικεκαλυμμένως περὶ ἀνθρώπων εἴρητο. Μετὰ γὰρ τὸν ὑβριστὴν καὶ ὑπερήφανον καὶ μετὰ τὸν ὑψη λὸν καὶ μετέωρον, μετὰ πᾶσαν κέδρον τοῦ Λιβάνου, μετὰ πᾶν δένδρον βαλάνου Βασὰν, μετὰ πάντα πύργον ὑψηλὸν, μετὰ πᾶν τεῖχος ὑψηλὸν, μετὰ πᾶσαν θέαν πλοίων κάλλους, τότε φησί· Ταπεινωθήσεται πᾶς ἄνθρωπος, τουτέστι πᾶσα ἰδέα τῶν ἐν ἀνθρώποις κακῶν καταπεσεῖται. Εἰσήχθημεν δὲ ὥσπερ εἰς κοινὸν διδασκαλεῖον, τὸν κό σμον τοῦτον, οἱ ἄνθρωποι, καὶ ἐκελεύσθημεν, νοῦν τε λα βόντες καὶ ὀφθαλμοὺς εἰς κατανόησιν ἔχοντες, οἷον ἀπὸ γραμμάτων τινῶν τῶν κατὰ τὴν οἰκονομίαν καὶ διοίκησιν τοῦ παντὸς τὸν Θεὸν ἀναγνῶναι, ἵνα οἱ θέλοντες περὶ τὴν τῆς ἀληθείας ζήτησιν καταγίνεσθαι, ἐξ ὧν εἰλήφασιν ἀφορμῶν, ἱκανῶς παρασκευσάμενοι καὶ τῆς πρόσωπον πρὸς πρόσωπον θέας τῶν καλῶς ζητηθέντων ἀξιωθῶσιν, ἢ παρὰ πολὺ τῆς ἀληθείας παρενεχθέντες, ἐπ' αὐτῆς τῆς ἀληθείας ἐπὶ τῷ ψεύδει καταισχυνθῶσιν· ὅτι, Γνόντες τὸν Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν, ἢ ηὐχαρίστησαν. Τῶν μὲν γὰρ Ἁγίων ὁ νοῦς οὐχ ὁρᾷ μόνον, ἀλλὰ καὶ ἀκούει τῆς κτίσεως τὰ περὶ δόξης Θεοῦ διηγουμένης· Οἱ οὐρανοὶ γὰρ (φησὶ) διηγοῦνται δόξαν Θεοῦ· οἱ δὲ τῶν φαινομένων πλέον μηδὲν συνιέντες, Ἐματαιώθησαν καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν Κτίσαντα. 2.95 Καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 2.95 Φωτὸς ἀναφανέντος, ἀφανίζεται σκότος· καὶ ὑγείας παρού σης, τὰ ὀχληρὰ τῆς νόσου πέπαυται· καὶ ἀληθείας ἀπο δειχθείσης, τοῦ ψεύδους ἡ φύσις ἐλέγχεται. Καὶ τοῦ ἀληθινῶς ὑψηλοῦ γνωρισθέντος, ὅσον ἐστὶν ὑπὲρ πάντα νοῦν ὑψηλὸν καὶ μετέωρον, καὶ πάσης τῆς ἀληθινῆς θεωρίας κατα ληφθείσης, τὰ πρότερον ὑψηλὰ καὶ μετέωρα εὐκαταφρόνητα δόξει. Μόνῳ οὖν Θεῷ τὸ ἀληθινῶς ὑψηλὸν καὶ μέγα παρὰ πάσης λογικῆς φύσεως μαρτυρηθήσεται, τῶν τέως ἠπατη μένων τὰς ἐπὶ τοῖς καθ' ἕκαστον ψευδοδοξίας ἀποθεμένων. 2.96 Καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν, εἰσενέγ καντες εἰς τὰ σπήλαια, καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, καὶ εἰς τὰς τρώγλας