1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

48

οὔτε τοῖς ποσὶν ἀσφα λῶς ἐστήρικται, οὔτε τὴν πτῆσιν βεβαίαν ἔχει. Τοιοῦτοι δὲ καὶ οἱ δαίμονες· οὔτε Ἄγγελοί εἰσιν, οὔτε ἄνθρωποι· τῶν μὲν τὴν ἀξίαν ἀπολέσαντες, τῶν δὲ τὴν φύσιν μὴ ἔχοντες. Καὶ ὀδόντας ἔχουσιν, ὅπερ οὐκ ἔχουσιν ὄρνιθες· ἀμυντικοὶ δὲ καὶ οἱ δαίμονες, ὅπερ οὐ ποιοῦσιν Ἄγγελοι. Ἀλλὰ καὶ οὐκ ὠοτοκοῦσιν, ὥσπερ οἱ ὄρνιθες· ἀλλ' εὐθὺς ζῶα τίκτουσι. Τοιοῦτοι δὲ καὶ οἱ δαίμονες· εὐθὺς καὶ σὺν πολλῷ τῷ τάχει τελεσιουργοῦντες τὴν πονηρίαν. Ὥστε οἱ δαίμοσι προσκυνοῦντες, νυκτερίσι τροπικῶς εἴρηνται προσκυνεῖν. Ὅταν δέ τις ἀποθῆται τὴν ματαιότητα τῶν εἰδώλων καὶ παύσηται προσκυνεῖν ταῖς νυκτερίσι, τότε ζητήσει εἰσελ θεῖν εἰς τὰς τρώγλας τῆς στερεᾶς πέτρας καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν. Οἶμαι ὅτι τρῶγλαι αἱ πολλαὶ μοναὶ, αἳ κατὰ τὴν ἀναλογίαν τῆς εἰς Χριστὸν πίστεως ἑκάστῳ διῄρηνται· καὶ σχισμαὶ πετρῶν τὸ πάθος ἐστὶ τοῦ σώματος αὐτοῦ, ᾧ οἱ σωζόμενοι προσφυγεῖν καὶ ἐγκατακρυφθῆναι αὐτοῦ τῇ σκέπῃ εὔχονται. 2.98 Παύσασθε ἀπὸ ἀνθρώπου, ᾧ ἀναπνοὴ ἐν μυκτῆρι αὐτοῦ· ὅτι ἐν τίνι ἐλογίσθη αὐτοῖς; Ἐν τοῖς ἀντιγράφοις τῆς κοινῆς ἐκδόσεως, οὐ κεῖται τοῦτο, ἀλλ' ἐν τῷ Ἑβραϊκῷ κείμενον, ἐκ τῶν λοιπῶν μετε κομίσθη. Ὁ δὲ νοῦς τοιοῦτός ἐστι· Φείσασθε τοῦ ἀνθρώπου, προσπαλαίειν αὐτῷ καὶ στρατεύεσθαι κατ' αὐτοῦ· ὃς τοιαύ της ἐστὶ κατασκευῆς οὕτως ἀσθενοῦς, ὥστε τὴν ζωτικὴν ἀναπνοὴν ἔχειν ἐν τῷ μυκτῆρι, ἧς ἐπισχεθείσης μικρὸν, οὐκ έτι ἐστίν. Ἔοικεν οὖν ταύταις προστάσσειν ταῖς δυνά μεσιν, ἃς νυκτερίδας τροπικῶς ὠνόμασε, τοῦ ἀποσχέσθαι λοιπὸν τῆς ἐπιβουλῆς τῶν ἀνθρώπων· οἳ ἀσθενεῖς μέν εἰσι κατὰ τὴν σάρκα, ἐν τοῖς τιμίοις δέ εἰσι καταλελογισμένοι παρὰ Θεῷ, καὶ οὐδὲν ἀζήτητον τῶν κατ' αὐτούς.

3.t ΚΕΦΑΛΑΙΟΝ γʹ

3.99 Ἰδοὺ δὴ ὁ ∆εσπότης Κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν. Μετὰ τὸ βουλεύσασθαι τὸν Ἰουδαϊκὸν λαὸν βουλὴν πο νηρὰν κατὰ τοῦ Κυρίου, ὁ σταυρωθεὶς παρ' αὐτῶν ἐξ ἀσθενείας τῆς σαρκικῆς, ζήσας δὲ ἐκ δυνάμεως Θεοῦ Πα τρὸς, τὴν ἀσθένειαν ἐκείνοις ἐναφῆκεν. Ἐναποθανεῖσθε γὰρ (φησὶ) ταῖς ἁμαρτίαις ὑμῶν· ἡμῖν δὲ τὸ δυνατὸν τῆς ἀναστά σεως ἐχαρίσατο· Ὁ γὰρ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζή σεται. Οἱ μὲν γὰρ ἄπιστοι ἐνασθενοῦσι τῇ διὰ τὸν σταυρὸν ἀπιστίᾳ· οἱ δὲ δίκαιοι μετὰ πεποιθήσεως λέγουσι· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με, Χριστῷ. Ὁ οὖν μὴ ἔχων τὸν Χριστὸν, τὴν τοῦ Θεοῦ δύναμιν, τὴν ἰσχὺν οὐκ ἔχει. ∆ιὰ τοῦτο ἀφελεῖ Κύριος ἀπὸ Ἱερουσαλὴμ καὶ ἀπὸ Ἰουδαίας ἰσχύοντα καὶ ἰσχύουσαν, ὁποία ἦν Σάῤῥα, ἰσχύουσα καὶ ἄρχουσα τοῦ τηλικούτου Ἀβραὰμ, κατὰ πρόσταγμα τοῦ Κυρίου εἰπόντος· Πάντα ὅσα ἐρεῖ σοι Σάῤῥα, ἄκουε αὐτῆς. Ὁποία Ῥεβέκκα, διὰ φιλοξενίαν ἀντλοῦσα καὶ ἐνισχύουσα διὰ τὴν ἀρετήν· ∆εββῶρα στρατηγοῦσα· Ἰαὴλ ἀριστεύ ουσα· Ἄννα εἰσακουομένη· καὶ Ἐλισάβετ προφητεύουσα. Οὐκέτι ἰσχύοντες, οὐδὲ ἰσχύουσαι. Καὶ ἡ αἰτία τῆς ἀσθενείας ἐπῆκται· διὰ τὸ μὴ εἶναι παρ' αὐτοῖς ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος. Ὥσπερ γὰρ τὰ σώματα ἡμῶν ταῖς καταλλήλοις τροφαῖς ἐνδυναμοῦνται, οὕτως ἐστί τι καὶ τὸ τὴν ψυχὴν τρέφον καὶ παρέχον αὐτῇ τὴν περὶ τὰ καλὰ εὐτονίαν. Τί οὖν ἐστι τοῦτο; Ὃ εἶπεν ὁ Κύριος, ὅτι Ἡ σάρξ μου ἀληθής ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστι πόσις. Οἷς δὲ ταῦτα μὴ πρόσεστιν, ἰσχὺς ἄρτου καὶ ἰσχὺς ὕδατος οὐχ ὑπάρχει. Ὅπου δὲ αἱ τροφαὶ ἀσθενεῖς, ἐκεῖ ἀνάγκη καὶ τοὺς τρεφομένους εἶναι τοιούτους. 3.100 Ἀλλὰ μὴ γένοιτο παθεῖν τὴν Ἐκκλησίαν τὰ ἁμαρτήματα τῆς Ἱερουσαλὴμ, ὥστε ἀφαιρεθῆναι αὐτῆς ἰσχύοντα ἐν παντὶ ἔργῳ ἀγαθῷ καὶ λόγῳ, τῷ ὑπὲρ τῆς ἀληθείας· ἰσχύοντα ἐν νηστείαις, ἰσχύοντα ἐν προσευχαῖς· ἰσχύοντα ἐν πειρασμοῖς, ἰσχύοντα ἐν