1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

55

τίς τοῦ εὐαρεστῆσαι Θεῷ καὶ σπουδὴ εἰς με τάνοιαν, ὥστε ἐντεῦθεν ἐλπίδα εἶναι παυθήσεσθαι τὰ δει νά; Ἀλλ' Αἱ γλῶσσαι αὐτῶν τὰ πρὸς Κύριον ἀπειθοῦσιν, καὶ οὐχ ἁπλῶς ἀπειθοῦσιν, ἀλλὰ Μετὰ ἀνομίας. Ὡς, διὰ τὸ τὴν καρδίαν ἠλλοτριῶσθαι ἀπὸ Θεοῦ καὶ ἀνυπότακτον εἶναι τοῦ θείου νόμου, τῆς γλώσσης αὐτῶν, δέον μελετᾷν νυκτὸς καὶ ἡμέρας τὸν νόμον Κυρίου, ἀντιλεγούσης καὶ ἀπειθούσης. Τίνος οὖν ἄρξω; (φησί). Τῆς Ἱερουσαλήμ; Ἀλλὰ ἐκβέβληται καὶ ἀνεῖται. Τῆς Ἰουδαίας; Ἀλλ' οὐκέτι ἕστηκεν ὀρθή· συμπέπτωκε γάρ. Τῶν μετανοούντων; Ἀλλ' ἀπειθοῦσι ταῖς γλώσσαις αὐτῶν. Τάχα τοίνυν διὰ τὴν προϋπάρχουσαν δόξαν, σεμνὸν τὸ ἄρχειν τῶν τοιούτων. Ἀλλ' Ἐταπεινώθη (φησὶν) ἡ δόξα αὐτῶν, καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐ τοῖς. Τουτέστιν, οὐδὲ παῤῥησία αὐτοῖς ἀνανεύειν πρὸς τὸν Θεὸν, διὰ τὸ τὴν ἁμαρτίαν μὴ τὴν τυχοῦσαν εἶναι, ἀλλὰ τῇ Σοδομιτῶν ἀξίαν εἶναι παραβάλλεσθαι, ἢν οὐχὶ λάθρᾳ, οὐδὲ ἐπαισχυνόμενοι πεποιήκασιν, ἀλλ' οἱονεὶ ἐπαγαλλόμενοι τῇ ἐργασίᾳ τῶν πονηρῶν, ἀνήγγειλαν πᾶσι καὶ ἐνεφάνισαν, ὥσ περ ἐκεῖνοι, ἐπὶ τὰς παρανόμους ἡδονὰς ὁρμῶντες, οὐχὶ ῥή μασιν εὐπροσώποις τὴν ἀσέλγειαν συνεκάλυπτον. Ποῦ γάρ εἰσι (φησὶν) οἱ ἄνδρες, οἱ εἰσελθόντες παρὰ σοί; Ἐξάγαγε αὐτοὺς πρὸς ἡμᾶς, ἵνα αὐτοῖς συγγενώμεθα. Ἐκείνην ἐμιμήσαντο τὴν ἁμαρτίαν. Τὴν γὰρ ἁμαρτίαν αὐ τῶν, ὡς Σοδόμων, ἀνήγγειλαν καὶ ἐνεφάνισαν. Ταῦτα ὁ ἐντυ χὼν τῇ ἱστορίᾳ διηγουμένῃ τὰ πρὸ τῆς καταστροφῆς Ἱερουσα λὴμ πάθη, τῆς προφητείας τὸ ἐναργὲς ἐκπλαγήσεται. ∆ύο τοί νυν αἰτίαι παραιτήσεως εὐλόγου τῶν εἰς προστασίαν ἑλκομέ νων τοῦ λαοῦ· ἡ οἰκεία αὐτοῦ ἀδυναμία, καὶ ἡ τῶν πραγμάτων δυσκολία, δυσδιορθώτων ὄντων τῶν λαῶν διὰ τὴν πολλὴν χύ σιν τῆς ἁμαρτίας. Ἅπερ ἀμφότερα ὁ προκείμενος περιέχει λόγος· περὶ μὲν τῆς ἰδίας ἀδυναμίας, τοῦ τὴν ἀρχὴν ἐξομνυ μένου, λέγοντος. Οὐκ ἔστιν ἄρτος ἐν τῷ οἴκῳ μου, οὐδὲ ἱμάτιον. Τὸ δὲ τοῦ λαοῦ ἀνίατον, ἐκ τοῦ εἰπεῖν· Οὐκ ἔσο μαι ἄρχων τοῦ λαοῦ τούτου, ὅτι ἀνεῖται Ἱερουσαλὴμ καὶ ἡ Ἰουδαία συμπέπτωκε. Καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνο μίας τὰ πρὸς τὸν Κύριον ἀπειθοῦσι. Τὴν γὰρ ἀνομίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. Οὐδὲ γὰρ Σοδο μίτας εἷς ἂν ἐγένετο δυνατὸς περισώσασθαι, ἀλλ' ἔχρῃζον δικαίων δέκα τὸ ἐλάχιστον, τῶν ἐξαιτουμένων αὐτούς. 3.114 Οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι βεβούλευνται βουλὴν πονηρὰν καθ' ἑαυτῶν, εἰπόντες· ∆ήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι. Τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται. Ταῦτα λοιπὸν ὁ Προφήτης μετὰ τὸ ἰδεῖν τὸν λαὸν παραπλησίως Σοδόμοις ἀπερυθριάσαντα πρὸς τὸ ἁμαρ τάνειν, ὡς μηδὲ μετὰ ἐπικαλύψεως καὶ ἐπικρύψεως πταί ειν, ἀλλ' ἐμπαῤῥησιάζεσθαι ἀναισχύντως καὶ ἐπισεμνύ νεσθαι τοῖς αἰσχροῖς, ἀποθρηνῶν αὐτοὺς, φησίν· Οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι βεβούλευνται βουλὴν πονηρὰν καθ' ἑαυ τῶν, λέγοντες· ∆ήσωμεν τὸν ∆ίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν. Αἱ κατὰ τῶν δικαίων βουλαὶ ἐπιστρέφουσιν ἐπὶ τὰς κεφαλὰς τῶν βουλευομένων, ὥσπερ ἀπὸ στεῤῥῶν καὶ ἀντιτύπων σωμάτων τὰ προσπεσόντα βέλη πρὸς τοὺς ἀφιέντας ἐπάνεισι. ∆ιὰ τοῦτό φησιν· Ἐβουλεύσαντο βουλὴν καθ' ἑαυτῶν, εἰπόντες· ∆ήσωμεν τὸν ∆ίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι. Ταῦτα δὲ ἐποίουν οἱ Ἰουδαῖοι ἐν τῇ ἐπιδημίᾳ τοῦ Κυ ρίου· δήσαντες γὰρ αὐτὸν, ἤγαγον πρὸς Καϊάφαν. Ἐδέσ μουν τὰς χεῖρας τὰς εὐεργετούσας, οὐ φέροντες τῆς ∆ι καιοσύνης τὴν ἐπιδημίαν, διότι πονηρίας ὑπῆρχεν ἀφα νιστική. ∆ύσχρηστος γὰρ τοῖς ἀδικοῦσιν ἡ δικαιοσύνη, ὥσπερ ὀφθαλμιῶσιν ὁ ἥλιος. ∆ιό φησι· Τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται. Ταῦτα δὲ ἐκείνων τῶν ἔργων τὰ γεννήματα· ἡ αἰχμαλωσία, ἡ διασπορὰ, ἡ καταστροφὴ τοῦ ναοῦ, ἡ ἀπὸ τῆς δόξης κατάπτωσις, ἡ αἰσχύνη τοῦ προσ ώπου αὐτῶν, οὐκ ἐῶσα αὐτοὺς πρὸς Θεὸν ἀναβλέπειν, διὰ τὴν εἰς τὸν Μονογενῆ ἁμαρτίαν. Ἀπώλεσαν οὖν τὴν προτέραν παῤῥησίαν, μήτε Προφήτας, μήτε λατρείαν ἔχοντες· δή σαντες δὲ τὸν Λόγον, δήσαντες τὴν ἀλήθειαν, δήσαντες τὸ φῶς,