1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

61

βδελυσσόμενον τὰ εἴδωλα, ἱεροσυλίας τοῦτον μὴ ἀπεχόμενον. Οὐδὲν γὰρ κρυπτὸν, ὃ οὐ φανερω θήσεται, οὐδὲ κεκαλυμμένον, ὃ οὐκ ἀποκαλυφθήσεται. 3.125 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν καὶ τὸν κόσμον αὐτῶν. Ἐπειδὴ παρὰ τὸ πρέπον ἐχρήσαντο τοῖς διδομένοις εἰς χρῆ σιν, Ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν, ὃν ἐπὶ κακῷ ἑαυτῶν καὶ τῶν ἐντυγχανόντων αὐταῖς περιεβάλλοντο. Ὥστε πᾶσα γυνὴ κακῶς κεχρημένη τῇ περιβολῇ τῆς ἐσθῆτος, τὴν ἀφαίρεσιν ἀπειλεῖται. Ἐπειδὴ καὶ ἐπορεύοντο (φησὶν) ἅμα σύρουσαι τοὺς χιτῶνας, ὡς μὴ χρώμεναι τῷ ἱματισμῷ, ἀλλὰ παραχρώμεναι, ἐκελεύσθησαν γυμνωθῆναι τῆς δόξης τοῦ ἱματισμοῦ. Ἀφαιρεῖται μέντοι καὶ ἀφ' ἡμῶν τὴν δόξαν τοῦ ἱματισμοῦ, ἐὰν ἀναξίως αὐτῷ κεχρημένοι φανῶμεν, κα ταπατοῦντες αὐτὸν καὶ τῶν σαρκίνων μολυσμάτων ἀναπίμ πλαντες. Τίς δέ ἐστιν οὗτος ὁ ἱματισμὸς, ἢ τὸ ἔνδυμα τῶν Ἁγίων, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός; Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, ὃν ἀφαιρεῖ Κύριος ἀπὸ τῶν διὰ τοῦ ἁμαρτάνειν τὸ σῶμα καταπατούντων καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγουμένων. Τούτου τοῦ ἱμα τισμοῦ σύμβολα ἦν τὰ ἱμάτια τοῦ Ἰσραὴλ, τὰ μὴ κατατρι βέντα, καθ' ὣς γέγραπται ἐν ∆ευτερονομίῳ, ὅτι Τὰ ἱμάτια ὑμῶν οὐ κατετρίβη, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ἡμῶν οὐκ ἐπαλαιώθη. Ἐπεὶ καὶ τὰ ὑποδήματα σύμβολα ἦν τῆς ἑτοιμασίας τοῦ Εὐαγγελίου τῆς εἰρήνης. Ἣν γὰρ δέδωκε διαθήκην καινὴν Χριστὸς Ἰησοῦς, μένει καινὴ, μηδέποτε παλαιουμένη. Ὅσον γὰρ χρώμεθα τούτῳ καὶ τοῖς ὑποδήμασι, τοσούτῳ καινότερα γίνεται, ἀεὶ προσφάτου καὶ νέας ἐπιγινομένης ἡμῖν τῆς ἑτοιμασίας τοῦ Εὐαγγελίου ἐν τῇ προκοπῇ τῆς εἰς Χριστὸν πίστεως. Καὶ τοὺς κοσύμβους. Ἀφαιρήσειν ἀπειλεῖ τῶν καλλωπιζομένων γυναικῶν διὰ τοῦ Προφήτου ὁ Κύριος καὶ τοὺς κοσύμβους. Οὐ πάνυ δὲ ἡ τοῦ κοσύμβου λέξις τῇ ἑλληνικῇ συνηθείᾳ καθωμίληται, ὅθεν οὐδὲ ὁ νοῦς αὐτῆς πρόδηλος. Πλὴν, ἡμεῖς, ἐν τῇ κατασκευῇ τῆς ἀρχιερατικῆς ἐσθῆτος, εὑρόντες χιτῶνα κοσυμβωτὸν, ἔχοντα ῥοΐσκους καὶ κώδωνας, ἀποδέσμους τινὰς τῶν κροσ σῶν ἐνοήσαμεν τοὺς κοσύμβους, συναπηρτημένους τοῖς κώδωσι τοῖς χρυσοῖς καὶ τοῖς ῥοΐσκοις ἀπὸ τῶν ἄκρων, οὓς ἐμιμοῦντο καθ' ὑπερβολὴν τρυφῆς καὶ αἱ θυγατέρες Σιὼν ἐν τῇ περιβολῇ τῆς ἰδίας αὐτῶν ἐσθῆτος· δι' ὧν ἐνύβριζον τοῖς ἱερατικοῖς ἰδιώμασιν, ὑακίνθινα καὶ κόκκινα ἐγκομβώματα κροσσῶν ἀπηρτημένα τοῦ λώματος περιφέ ρουσαι. 3.126 Καὶ τοὺς μηνίσκους καὶ τὸ κάθεμα καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν. Κατ' εἶδος ἐπεξέρχεται τῷ γυναικείῳ κόσμῳ, τὸ περίεργον τοῦ καλλωπισμοῦ διασύρων. Ἀφελεῖ γὰρ Κύριος Καὶ τοὺς μηνίσκους καὶ τὸ κάθεμα. Σαφέστερον δὲ τοὺς μηνίσκους ἕτε ρος ἐξέδωκεν, εἰπὼν Καὶ τοὺς μανιάκας, καὶ ἀντὶ τοῦ καθέμα τος εἰπὼν Χαλαστά. Μηνίσκος τοίνυν κόσμος ἐστὶ χρυσοῦς περιτραχήλιος, κυκλοτέρως ἀπειργασμένος, ὃν περιτιθέμεναι αἱ γυναῖκες, γυμνὸν ἐπιτηδεύουσι προδεικνύναι τὸν τράχη λον, καὶ ἀναισχύντως ἀπογυμνοῦν, ἃ συγκαλύπτειν εὐσχημο νέστερον. Καὶ τὸ κάθεμα κόσμος τίς ἐστι καὶ αὐτὸς καθιέ μενος μέντοι καὶ ἐπικαταβαίνων τῷ στήθει, χαλαρῶν τινων ἁλύσεων ἀπῃωρημένος, ὃς ἵνα προφαίνηται, πάντως ἀνάγκη μηδὲ τὰ περὶ τὸ στῆθος εὐσχημόνως συνεσκιάσθαι. Καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν. Ἔστι τινὰ καὶ χρώ ματα πρὸς κόσμον ταῖς γυναιξὶν ἐπιτετηδευμένα τοῦ προσώ που· λευκόν τε καὶ ἐρυθρὸν καὶ ἕτερον μέλαν ὄν. Τὸ μὲν λευ κότητα τοῦ σώματος καταψεύδεται, τὸ δὲ ἐρυθρὸν ταῖς πα ρειαῖς ἐπανθεῖ, τὸ δὲ μέλαν μηνοειδῶς τὰς ὀφρῦς τοῖς ὀφθαλ μοῖς περιγράφει. Ὃν καὶ αὐτὸν περιαιρήσειν ὁ Κύριος ἀπειλεῖ, ἵνα μὴ κλέπτηται (φησὶν) ἡ σωφροσύνη τῶν ἀνδρῶν, μηδὲ ταῖς ζωγραφίαις ταύταις ἐλεεινοὶ νεωτέρων ὀφθαλμοὶ συν αρπάζωνται. Ἢ τότε ἀφαιρεθήσεται ταῦτα, ὅταν γυμνὰ πάντα παρίσταται τῷ Κριτῇ, ὅτε ὀφρὺς συμπεπτωκυῖα, πα ρειὰ κατηφὴς, χρῶμα πελιδνὸν ὑπὸ τοῦ φόβου. Ἀφαιρεῖ οὖν καὶ τὸν κόσμον ὁ Κύριος. Καὶ τὴν