1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

66

ὑψῶσαι καὶ δοξάσαι τὸ κατα λειφθὲν τοῦ Ἰσραήλ. Συνᾴδει ταῦτα τοῖς προαποδεδομένοις. Οὗ γὰρ ἐπελάβοντο αἱ ἑπτὰ γυναῖκες ὡς ἀνδρὸς, οὗτος ὡς Κύριος ἐπιλάμψει. Ἐπειδὴ γὰρ ἀντεποιήθησαν τοῦ τὸ ὄνομα αὐτοῦ κεκλῆσθαι ἐπ' αὐταῖς, ἀποδεχόμενος αὐτῶν τὴν προθυμίαν ὁ Θεὸς, Ἐπιλάμψει αὐταῖς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, του τέστι κεκριμένως καὶ βεβουλευμένως τὸ ἐκ τῆς κρίσεως ἀγαθὸν χαριζόμενος, καὶ οὐκ ἀβουλεύτως οὐδὲ ἐκκεχυμένως. Ἡμέρα δὲ αὕτη ἐστὶν, ἐν ᾗ ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ μετὰ δόξης· αὕτη ἣν αὐτὸς ποιεῖ ὁ ἥλιος τῆς δικαιοσύνης, ὁ Κύριος ἡμῶν, ὁ διδάσκων περὶ ἑαυτοῦ, ὅτι ἕως ἐστὶν ἐν τῷ κόσμῳ, φῶς ἐστι τοῦ κόσμου. ∆ιὸ καὶ παρῄνει, ἐργά ζεσθαι ἕως ἡμέρα ἐστί. Σημειωτέον δὲ, ὅτι κατ' ἄλλην καὶ ἄλλην ἐπίνοιαν καὶ ἡμέρα λέγεται ὁ παρὼν βίος, καὶ νὺξ ἡ τῆς κρίσεως ἡμέρα. Καὶ πάλιν, νὺξ μὲν ἡ παροῦσα κατάστασις, ἡμέρα δὲ ὁ προσ δοκώμενος αἰών. Τὸ μὲν γὰρ Ἐργάζεσθε ἕως ἡμέρα ἐστί, σαφῶς εἰς τὸν βίον τοῦτον φέρει τὸν πεφωτισμένον τῇ Χριστοῦ ἐπιγνώσει, τὸ δὲ Ἔρχεται νὺξ, περὶ τοῦ μέλλοντος αἰῶνος εἴρηται, διὰ τὸ σκυθρωπὸν καὶ ἐπίπονον τῶν ἐν ἁμαρτίαις εὑρισκομένων τῆς προσηγορίας ταύτης ἀξιουμέ νου. Καθ' ὃ καὶ ὁ Προφήτης πρὸς τοὺς ἐν ἔργοις μὲν πο νηροῖς ὄντας, ἐπείγοντας δὲ τὴν ἡμέραν τῆς ἀνταποδόσεως· Ἵνα τί ὑμῖν (φησὶν) ἡ ἡμέρα Κυρίου; Καὶ αὕτη ἐστὶ σκότος, καὶ οὐ φῶς. Ἔμπαλιν δὲ καὶ ὁ Ἀπόστολος νύκτα μὲν λέγει τὸν βίον τοῦτον, καὶ διὰ τὴν ἐν αὐτῷ σύγχυσιν καὶ τὴν ἐκ τῆς σαρκὸς καὶ τῶν βιωτικῶν φροντίδων ἐγγινομένην τῷ νῷ, ὡς τὰ πολλὰ, ἐπισκότησιν· ἡμέραν δὲ τὸν χρόνον τῆς ἀναστάσεως, ἐν τῷ λέγειν· Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικε. Καθ' ὁποτέραν οὖν ἐὰν βουληθῇς ἐκδοχὴν, Ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς. Ἐπεὶ οὖν μετὰ βουλῆς ἐπιλάμπει, ἑαυτοὺς ἀξίους ποιήσωμεν πρὸς τὸ χωρῆσαι τὸν φωτισμὸν αὐτοῦ, ὥστε τὸν κατὰ ἀναλογίαν τῆς ἐν ἑκάστῳ ἐπιτηδειότητος τὴν ἔλλαμψιν χαριζόμενον, ἐν μείζονι τῇ κατὰ τὴν ψυχὴν ἡμῶν προθυμίᾳ, μείζονα καὶ τελειότερα καὶ τὰ παρ' αὐτοῦ παρασχεῖν. Καὶ ὑψώσει τὸ καταλειφθὲν τοῦ Ἰσραήλ, τουτέστιν ἐπάνω ποιήσει τῶν ὑλικῶν καὶ τῇ θεωρίᾳ προσάξει τῶν ἀσωμάτων τὸ κατ' ἐκλογὴν χάριτος λεῖμμα τοῦ Ἰσραήλ. Εἰ δὲ καὶ τὴν δόξαν, ἣν δοξασθήσονται οἱ Ἅγιοι, κατὰ τὸ ἀρέσκον τῇ Γρα φῇ ποθεῖς μαθεῖν, νόησόν μοι τὴν περὶ τὸ ἡγεμονικὸν τῶν τὰ μεγάλα καὶ θεῖα θεωρούντων ἱεροπρεπῆ κατάστασιν, ὁποία ἦν περὶ Μωϋσέα, ὅτε κατηξιώθη ἐν θεωρίᾳ τοῦ Θεοῦ γενέ σθαι. Ἐπεὶ οὖν ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ μετὰ δόξης, πρὸς δύο ταῦτα δύο ἐπήγαγε· τὸ ὑψῶσαι καὶ δοξάσαι· ὡς νοεῖσθαι βουλῆς μὲν ἔργον τὴν ὕψωσιν, δόξης δὲ τὸ δοξάσαι. 4.136 Καὶ ἔσται τὸ ὑπολειφθὲν ἐν Σιὼν, καὶ τὸ κατα λειφθὲν ἐν Ἱερουσαλὴμ, Ἅγιοι κληθήσονται, πάντες οἱ γρα- φέντες εἰς ζωὴν ἐν Ἱερουσαλήμ. Τὸ κατ' ἐκλογὴν χάριτος λεῖμμα τοῦ Ἰσραὴλ, Ἅγιοι κληθήσονται καὶ ἐγγραφήσονται εἰς ζωὴν ἐν Ἱερουσα λὴμ οἱ φωτισθέντες τῇ ἐπιφανείᾳ τοῦ Θεοῦ καὶ ὑψωθέν τες τῇ δόξῃ αὐτοῦ. Οὗτοι Ἅγιοι κληθήσονται, οὓς καὶ κατέλιπεν ἑαυτῷ ὁ Θεὸς, κατὰ μίμησιν τῶν μὴ καμψάν των γόνυ τῇ Βάαλ. ∆ιὰ τί δὲ τοὺς μὲν ἐν Σιὼν, τοὺς δὲ ἐν Ἱερουσαλήμ; Ὅτι καὶ τῶν σωζομένων ἐστὶ διαφορὰ, ἑκάστου ἐν τῷ ἰδίῳ τάγματι τῆς ἀπολαύσεως τῶν παρὰ Θεοῦ ἀγαθῶν μεθέξοντος. Ἐπειδὴ δὲ ὀλίγοι οἱ σωζό μενοι, οὐ πληθυντικῶς, ἀλλ' ἑνικῶς ὁ λόγος ἐξέδωκεν. Οὐ γὰρ εἶπεν οἱ καταλειφθέντες, ἀλλὰ Τὸ καταλειφθέν. Ἔοικε δὲ τὸ μὲν ὑπολειφθὲν ἐν Σιὼν, τὸ ὑποδεέστερον εἶναι τάγμα, οἱονεὶ ἐναφεθὲν ὑπὸ τῶν ἐπειγομένων εἰς τὸ ἔμπροσθεν· τὸ δὲ τελειότερον, διὰ τὴν τῶν ἔργων ἀξίαν, τῆς ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ καθιδρύσεως ἠξιῶσθαι. Ὑποβάλλει δὲ ἡμῖν καὶ ἡ ἱστορία τῶν ταγμάτων τὸ διάφο ρον ἐκ τοῦ τὴν μὲν Σιὼν τὴν ἀρχαίαν εἶναι πόλιν καὶ ὑποδεε στέραν· τὴν δὲ Ἱερουσαλὴμ, τὴν βασιλεύουσαν, ἐν ᾗ τὸ ἁγίασ μα. Πάντες μέντοι οὗτοι γραφήσονται εἰς ζωὴν ἐν Ἱερουσα λήμ· καὶ μακάριος ὁ τῆς ἐν Ἱερουσαλὴμ καταγραφῆς ἀξιούμε νος. Ἐν ἐκείνῃ γὰρ ἔοικεν εἶναι τῇ Ἱερουσαλὴμ ἡ βίβλος τῶν ζώντων, ἐν ᾗ