1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

67

γράφονται οἱ μαθηταὶ τοῦ Χριστοῦ· Χαίρετε γὰρ (φησὶν) ὅτι τὰ ὀνόματα ὑμῶν γεγραμμένα ἐστὶν ἐν τοῖς οὐρανοῖς. Ἐπειδὴ δὲ πρόσκειται τῷ Οἱ γραφέντες ἐν Ἱερουσαλὴμ, τὸ Εἰς ζωὴν, ἐπιστῆσαι ἀναγκαῖον, μήποτέ εἰσί τινες οἱ γραφόμενοι μὲν, οὐκ εἰς ζωνὴν δὲ, κατὰ τὸν Ἱερε μίαν, λέγοντα· Ἀφεστηκότες ἐπὶ τῆς γῆς γραφήτωσαν, ὥστε κατὰ τοῦτο δύο τινὰς καταγραφὰς νοεῖσθαι· τῶν μὲν εἰς ζωὴν, τῶν δὲ εἰς ἀπώλειαν· καὶ εἶναι πολλάκις καὶ μεταβολὴν τῆς Γραφῆς, ὅταν καὶ ἡμεῖς εἰς κακίαν ἀπὸ ἀρετῆς μεταπέσωμεν. Τὸ γὰρ Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων καὶ μετὰ δικαίων μὴ γραφήτωσαν, καὶ τὸ Ἐξ άλειψον κἀμὲ ἀπὸ τῆς βίβλου σου, ὡς ἤδη τῆς ἐν τῇ βίβλῳ τοῦ Θεοῦ καταγραφῆς ἠξιωμένων λέγεται. 4.137 Ὅτι ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιὼν, καὶ τὸ αἷμα Ἱερουσαλὴμ ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν, ἐν πνεύματι κρίσεως καὶ ἐν πνεύματι καύσεως. Τρανῶς τὰ αὐτὰ τῷ Ἰωάννῃ ὁ λόγος προαγορεύει, περὶ τοῦ Κυρίου λέγοντι, ὅτι Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύ ματι ἁγίῳ καὶ πυρί· περὶ δὲ ἑαυτοῦ, ὅτι Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι, εἰς μετάνοιαν. Ἐπεὶ γοῦν ἀμφότερα συνῆψεν ὁ Κύριος, τό τε ἐξ ὕδατος εἰς μετάνοιαν καὶ τὸ ἐκ Πνεύματος εἰς ἀναγέννησιν, καὶ ὁ λόγος αἰνίσσεται ἀμφότερα τὰ βαπτίσματα ... μήποτε τρεῖς εἰσιν αἱ ἐπίνοιαι τοῦ βαπτίσματος, ὅ τε τοῦ ῥύπου καθαρισμὸς, καὶ ἡ διὰ τοῦ Πνεύματος ἀναγέννησις, καὶ ἡ ἐν τῷ πυρὶ τῆς κρίσεως βάσανος· ὥστε τὸ μὲν ἐκπλύνειν πρὸς τὴν ὧδε ἀπόθεσιν τῆς ἁμαρτίας λαμβάνεσθαι, τὸ δὲ πνεύματι κρίσεως καὶ πνεύματι καύσεως, πρὸς τὴν ἐν τῷ μέλλοντι αἰῶνι διὰ τοῦ πυρὸς δοκιμασίαν. ∆έονται δὲ αἱ μὲν κατ' ἄγνοιαν ἁμαρτίαι, οἱονεὶ ῥύπος τις οὖσαι, τὴν ἐπιφάνειαν τῆς ψυχῆς ἀφανίζουσαι καὶ τῷ φυ σικῷ κάλλει αὐτῆς λυμαινόμεναι, τοῦ ἐκ τῆς πλύσεως καθα ρισμοῦ· αἱ δὲ πρὸς θάνατον ἁμαρτίαι τῶν ἑκουσίως ἐξα μαρτανόντων, μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν, αἷμα προσα γορεύονται, δεόμεναι τῆς ἐν τῷ καύματι κρίσεως. Ἐπεὶ οὖν ὁ ἐξομολογούμενος καὶ πλυθῆναι ἀξιοῖ καὶ καθαρισθῆναι, καὶ τὴν μὲν ἀνομίαν πλύσεώς φησι δεῖσθαι, τὴν δὲ ἁμαρ τίαν καθαρισμοῦ, λέγων· Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Οἱ μὲν πάντη ἀνήκοοι τῶν θείων Μαθημάτων, πρὶν μα θεῖν τὸν λόγον ἡμαρτηκότες, οἱονεὶ ἐῤῥυπωμένοι, τοῦ ἀπὸ τοῦ ὕδατος δέονται καθαρισμοῦ· οἱ δὲ μετὰ τὸ λαβεῖν τὴν ζωὴν ἐπιβουλεύοντες ἑαυτοῖς, αἵματι ὄντες ἔνοχοι, τοῦ ἐκ τοῦ πυρὸς δέονται καθαρισμοῦ. Ἔστι δὲ καὶ ἁπλούστε ρον ἐκλαβεῖν· ὅτι τὰ μὲν ἐπιπόλαια τῶν ἁμαρτημάτων ῥύπῳ τινὶ ἔοικε· τὰ δὲ διὰ βάθους, ἐκ διαθέσεως τῆς πρὸς τὸ κακὸν τῶν πλημμελούντων ἁμαρτανόμενα, αἵματι παρεικά ζεται· διὸ καὶ ἐκ μέσου τῶν ἡμαρτηκότων διὰ τῆς τοῦ πνεύματος καύσεως ἐκκαθαρίζεσθαι τὸ αἷμα λέγεται. 4.138 Καὶ ἥξει καὶ ἔσται πᾶς τόπος τοῦ ὄρους Σιὼν καὶ πάντα τὰ περὶ κύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας, καὶ ὡς καπνοῦ καὶ ὡς φωτὸς καιομένου νυκτὸς, πάσῃ τῇ δόξῃ σκεπασθήσεται. Καὶ ἔσται εἰς σκιὰν ἀπὸ καύματος καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύφῳ ἀπὸ σκληρότητος καὶ ὑετοῦ. Μετὰ τὴν ὑπὸ τοῦ λουτροῦ κάθαρσιν καὶ τὴν ἐκ μετανοίας ἀποκάθαρσιν, ἥξει καιρὸς ὅτε πᾶς τόπος οἰκειωθήσεται τῷ ὄρει Σιών, τουτέστιν ὑψηλὸς καὶ τῶν οὐρανίων εἶναι σκοπευτικὸς καταξιωθήσεται. Μετὰ τὸ ἐπιλαβέσθαι ἀν δρὸς τὰς ἑπτὰ γυναῖκας, καὶ ἐπιλάμψαι Κύριον μετὰ δόξης ἐν βουλῇ, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ, ὅτε καὶ Ἅγιοι ἐκλήθησαν, διὰ τὸ ἐκπλυθῆναι τὸν ῥύπον τῶν θυγατέρων Σιὼν καὶ ἐκκαθαρισθῆναι τὸ αἷμα αὐτῶν ἐκ μέσου, τότε σκιάσει τὰ περὶ κύκλῳ τῆς Ἱερουσα λὴμ νεφέλη ἡμέρας, ὥστε παρασχεῖν σκιὰν ἀπὸ καύματος καὶ σκέπην ἀπὸ σκληρότητος καὶ ὑετοῦ· τὴν δὲ νύκτα ὑπὸ φωτὸς κατέχεσθαι καιομένου, καὶ εἶναι τὴν δόξαν οἱονεὶ καπνόν τινα τὰ πάντα ἐπιλαμβάνουσαν. Λογιζόμεθα δὲ ταῦτα ἐπαγγέλλεσθαι τοῖς ἀξίοις τῆς ἀναπαύσεως. ∆ιότι, πολλῶν μονῶν οὐσῶν ἐν τῇ οἰκίᾳ τοῦ Πατρὸς καὶ διαφόρου κληροδοσίας ἀποκειμένης ἐν τῇ γῇ τῆς κληρονομίας, ἣν