1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

74

ἀπέστησε τὰς δέκα φυλὰς, υἱὸς Νάβατ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ. ∆ιὰ τοῦτο καὶ νῦν διπλῆς ἔτυχε τῆς προσηγορίας. Φαίνεται δὲ ἐκ τῆς τετάρτης τῶν Βασιλειῶν, πλεῖον ἁμαρτὼν ὁ Ἰσραὴλ, διὸ καὶ τάχιον ᾐχμαλωτίσθη. Καὶ ἐν τῷ Ἰεζεκιὴλ ἐννενή κοντα μὲν καὶ τρεῖς ἡμέραι ἐπὶ τῶν ἁμαρτιῶν τοῦ Ἰσραὴλ ἀριθμοῦνται, τεσσαράκοντα δὲ ἐπὶ τοῦ Ἰούδα. ∆ιὰ τοῦτο καὶ ἐνταῦθα ὁ μὲν ἀκανθοφόρος ἀμπελὼν οἶκος τοῦ Ἰσραὴλ γίνεται· ὁ δὲ τοῦ Ἰούδα ἄνθρωπος, οὐκέτι ἀμπελών· ἀλλὰ νεόφυτον, οὐ κεχερσωμένον, ἀλλ' ἠγαπημένον. Τίς δὲ ὁ ἐξ Ἰούδα ἀνατείλας ἄνθρωπος, ἀκμάζων τῇ ζωῇ καὶ ἀληθινῶς ὑπάρχων ἀγαπητὸς, οὐ χαλεπὸν ἰδεῖν τῷ ἐπισταμένῳ τὰ τοιαῦτα θεωρεῖν. Ἔμεινα ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν· καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Ἐπείπερ, κατὰ τὸν Σο λομῶντα, Λογισμοὶ δικαίων κρίματα, ἀπαιτούμεθα πάν τα κρίσει ποιεῖν, καὶ μηδὲν ἀκρίτως. Ἕπεται μέντοι τῇ ἀκρίτῳ καὶ ἀνεξετάστῳ ζωῇ τὰ ἄνομα. Ὁ γὰρ μὴ ἑπό μενος τῷ ὀρθῷ λόγῳ, μηδὲ κρίνων τὸ πρακτέον καὶ μὴ, κατὰ τὸν δεδομένον ἐκ τοῦ νόμου κανόνα, ἀνομίαν ποιεῖ, καὶ οὐ δικαιοσύνης ἐστὶν ἐργάτης, ἀλλὰ κραυγῆς καὶ θορύ βου καὶ συγχύσεως αἴτιος. ∆ιότι τοῖς μὲν δικαίοις κρί μασιν ἡ ἡσυχία τῶν κρινομένων ἀκολουθεῖ, εὐσταθῶς κατα δεχομένων τὰ ὁριζόμενα· τοῖς δὲ ἀδίκοις κραυγὴ καὶ θό ρυβος στασιαστικὸς, ἀγανακτούντων ἐπὶ τῇ ἀδικίᾳ. Περὶ δὲ τῆς κραυγῆς ταύτης καὶ ὁ Ἀπόστολος παραινεῖ, λέγων· Πᾶσα κραυγὴ καὶ θόρυβος ἀρθήτω ἀφ' ὑμῶν, σὺν πάσῃ κακίᾳ. Ἔστι δέ τις καὶ κραυγὴ ἀστεία, ἣν ὁ Κύριος ἑστὼς ἐν τῷ ἱερῷ ἔκραξεν· ᾗ καὶ ∆αβὶδ ἐκέχρητο, λέγων· Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα. Καὶ οὐδὲν θαυμαστὸν, τὸ αὐτὸ ὄνομα ἐπὶ τῶν ἐναντίων τετάχθαι, καὶ σημαίνειν νῦν μὲν τὸ ταραχῶδες καὶ σεσοβημένον, νῦν δὲ τὸ μεγαλόφωνον καὶ μεγαλοφυὲς τῶν οὐρανίων δογμάτων. Ἐπὶ μέντοι τῆς πα ρούσης λέξεως, ἡ κραυγὴ συγγενής ἐστι τῇ ἀπὸ Σοδόμων καὶ Γομόῤῥας ἀναβαινούσῃ. 5.150 Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν ἐγγίζοντες, ἵνα τὸν πλησίον ἀφέλωνταί τι. Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου Σα βαὼθ ταῦτα. Ἐὰν γὰρ γένωνται οἰκίαι πολλαὶ, εἰς ἔρημον ἔσονται· μεγάλαι καὶ καλαὶ, καὶ οὐκ ἔσονται οἱ ἐνοικοῦντες ἐν αὐταῖς. Οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κε ράμιον ἕν· καὶ ὁ σπείρων ἀρτάβας ἓξ, ποιήσει μέτρα τρία. Ταλανίζονται νῦν οἱ διὰ τὴν τοῦ πλείονος ἐπιθυμίαν τὰ τῶν πλησίον παρατεμνόμενοι, καὶ μήτε ἐν ἀγροῖς ταῖς οἰκείαις ἀρκούμενοι κτήσεσι, μήτε ἐν ταῖς οἰκήσεσιν ἀρκούμενοι τοῖς ἑαυτῶν· ἀλλὰ παρορίζοντες μὲν τοὺς πέλας ἐν τῇ γεωργουμένῃ, προσπεριβαλλόμενοι δὲ τὰ τῶν γειτόνων οἰ κήματα, ὑπὸ τῆς οἰκείας πλεονεξίας στενοχωρούμενοι καὶ μένειν ἐν τοῖς οἰκείοις ὅροις οὐκ ἀνεχόμενοι· ἀλλ' εὐλόγῳ δὴ ταύτῃ κατακεχρημένοι προφάσει πρὸς τὴν ἄμετρον φιλοκτημοσύνην, τῷ δοκεῖν προσεχῆ καὶ συνημμένα εἶναι τὰ τῶν γειτόνων. Πρὸς οὓς ἐλεγκτικώτατα ὁ λόγος ἀπήντησεν, εἰπών· Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Εἰ γὰρ ὅτι γείτων ὁ τὴν ἐχομένην γῆν γεωργῶν ἀφαιρεθῆναι δίκαιος, δηλο νότι, τούτου ἐκβληθέντος, ἕτερός σοι πάλιν γείτων ἀνα φανήσεται· καὶ τὸ αὐτό σοι πάλιν καὶ πρὸς ἐκεῖνον λέ γειν ἡ πλεονεκτικὴ καρδία ὑποβάλλει, εὔλογον ὑποδει κνύουσα εἶναι σεαυτοῦ ποιήσασθαι τὰ πλησιόχωρα. Ὅταν δὲ κἀκεῖνος γυμνωθεὶς ἀπέλθῃ τῶν ἰδίων, καὶ γένηται μέρος τῆς σῆς κτήσεως ἡ τοῦ τρίτου χώρα, πάλιν ἄλλος γείτων, ἄλλαι σπουδαὶ, ἀποδιῶξαι μὲν τῶν ὑπαρχόντων ἐκεῖνον, ἑαυ τοῦ δὲ ποιήσασθαι τὰ τοῦ τετάρτου γείτονος. Τίς οὖν ἔσται σοι ὅρος τῆς ἐπιθυμίας τοῦ πλείονος; Πυρὶ γὰρ ἔοικεν ἡ πλεονεκτικὴ καρδία, διὰ τῆς καιομένης ὕλης πορευομένῳ καὶ τὰ μὲν φθείροντι, τὰ δὲ ἐπερχομένῳ. Ἤπου καθάπερ τοῦ ἐμπρησμοῦ σβέσις γίνεται ἡ ἀπορία τῆς ὕλης, οὕτω καὶ τὴν πλεονεκτικὴν καρδίαν καὶ τὸν ἀπλήρωτον ὀφθαλμὸν ἐκεῖνο ἵστησι μόνον, τὸ μηδένα ἔχειν τὸν συνοριζόμενον τοῖς κτήμασι. Πόῤῥωθεν οὖν ἰώμενος ὁ λόγος τὸ πάθος, οἱονεὶ ἐπᾴδων τῇ φιλοκτήμονι ψυχῇ, ταῦτά φησι· Μὴ