1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

80

σύριγγος καὶ κιθάρας καὶ σαμβύκης καὶ ψαλτηρίου συμφωνίας, καὶ παντὸς γένους μουσικῶν συνηχούντων, οἱ μὲν λαοὶ καὶ αἱ φυλαὶ καὶ αἱ γλῶσσαι κατέπιπτον· οἱ δὲ τὸν Βαβυλώνιον οἶνον πίνειν πόῤῥωθεν μὴ ἀνασχόμενοι καὶ τὴν τρυφὴν βδελυξάμενοι τῆς βασιλικῆς τραπέζης, οὔτε πεσόντες προσεκύνησαν καὶ κατεφρόνησαν πάσης ἀνθρωπίνης δυναστείας καὶ αὐτὴν δὲ κατέσβεσαν τὴν δύναμιν τοῦ πυρός. Εἰ δὲ ἁμάρτημά ἐστι τὸ μὴ βλέπειν τὰ ἔργα Κυρίου καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ μὴ κατανοεῖν, ἐπάρωμεν τοὺς ὀφθαλμοὺς τῆς δια νοίας ἡμῶν καὶ εἰδῶμεν τοὺς δημιουργικοὺς λόγους τῶν ἔρ γων τοῦ Θεοῦ, καὶ τοῦ μεγέθους τῆς καλλονῆς τῶν κτισμά των, ἀνάλογον τοῖς δημιουργηθεῖσι τὸν τῶν ποιημάτων γε νεσιουργὸν καθορῶντες. Καὶ ἐπειδὴ Τὰ ἀόρατα τοῦ Θεοῦ, ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἡ μὲν αἰσθητὴ τῶν ποιημάτων ἀντίληψις ὅρασις τάχα εἴρη ται, ἡ δὲ νοητὴ τῶν ὑπερκοσμίων κατάληψις νόησις προσ ηγόρευται. ∆ιὰ τοῦτο· Τὰ ἔργα (φησὶ) τοῦ Κυρίου οὐκ ἐμ βλέπουσι (τουτέστι τοῖς αἰσθητοῖς διὰ τῶν ὄψεων οὐ προσ βλέπουσι)· καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσι, τουτέστι διὰ τῆς τοῦ νοῦ ἐνεργείας τὴν κατάληψιν τῶν ἀοράτων οὐκ ἐκζητοῦσιν. Ἵνα δὲ ἔτι μᾶλλον ἡμῖν τὸ τῆς πρωΐας ὄνομα τρανωθῇ, ὅτι ἡ ἀπὸ σκότους ἐπάνοδος (εἴτε τοῦ κατὰ τὴν ἐκ τῆς νεότητος ἀλογίαν, εἴτε τοῦ τῆς ἀγνωσίας τοῦ Θεοῦ ταῖς ψυχαῖς ἐγγινο μένου) ἡ πρώτη εἴσοδος εἰς τὴν ἀλήθειαν πρωΐα λέγεται. Συνάξεις δὲ τὰ πολλαχοῦ τῶν Προφητῶν περὶ πρωΐας, ἢ περὶ ὄρθρου, ὑπὲρ τοῦ τῇ τῶν πλειόνων παραθέσει φανῆναι τὸ προ κείμενον. Οἷον, Ἀπέστελλον ὄρθρου τοὺς Προφήτας· καὶ τὸ Πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου· καὶ τὸ Πρωῒ παραστή σομαί σοι καὶ ἐπόψομαι· καὶ τὸ Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ, ὁ Θεός· καὶ Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω· καὶ τὸ Εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς· καὶ τὸ Ἑσπέρας αὐλισθήσεται κλαυθ μὸς, καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις. Πῶς οὖν, ἐπιβαλλόντως τῇ τοῦ Θεοῦ εὐεργεσίᾳ εἰς ἀνθρώ πους γινομένῃ, πρωῒ ἀποστέλλονται οἱ Προφῆται; Ὅτι πᾶς λόγος, ἀπὸ Θεοῦ ἐρχόμενος, ἡμῖν τοῖς δυναμένοις κατακούειν τοῦ θείου βουλήματος ἔρχεται, τῶν ἐν παιδικῇ ἀνοίᾳ ὄντων οὐ καθαπτόμενος, ἀλλὰ τῶν ἐχόντων ἤδη τὰς φυσικὰς ἐννοίας πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Περὶ τούτων οὖν ὁ λόγος, ὅτι ἅμα τῷ παρακύψαι αὐτοὺς εἰς τὴν νόησιν καὶ οἱονεὶ ἐπᾶραι ἀπὸ τῆς πρὸ τούτου ἀγνοίας τοὺς τῆς ψυχῆς ὀφθαλ μοὺς καὶ δέξασθαί τινα αὐγὴν τοῖς τῆς καρδίας ὄμμασι, συν εισέπιπτεν ὁ τοῦ Θεοῦ λόγος, τὰ πρακτέα καὶ τίμια διορίζων. Τοῦ αὐτοῦ ἔχεται νοῦ καὶ τὸ τοῦ ψαλμοῦ· Τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου, τὸ πρωῒ παραστήσομαί σοι. 5.162 Ἕως μὲν γὰρ νὺξ ᾖ περὶ τὴν ψυχὴν ἡμῶν καὶ μήπω ἐπανατείλῃ ὁ ἥλιος, οὐκ ἔστιν ἐπακουσθῆναι ὑπὸ Θεοῦ· ἐπειδὰν δὲ ἀποκαθαρθεῖσα ψυχὴ τῆς περὶ Θεοῦ ἀγνοίας ἀνενέγκῃ δεήσεις, ἐν τῇ λαμπρότητι τῆς λογικῆς καὶ πνευ ματικῆς ἡμέρας γενομένη, εἰσακούοντα ἔχει τῆς φωνῆς τὸν Θεόν. ∆ιὰ τοῦτό φησι· Τὸ πρωῒ παραστήσομαί σοι καὶ ἐπόψομαι. Εἰ γὰρ μέλλεις παρίστασθαι τῷ Θεῷ, μηδενὶ πονηρῷ παρίστασο πράγματι, ἀλλὰ ποίει τὰ τῷ Μωϋσεῖ προστεταγμένα· σὺ δὲ αὐτοῦ στῆθι ἐνώπιόν μου, ἑδραῖος, καὶ ἀσάλευτος καὶ ἀμετακίνητος, τῇ πίστει παριστάμενος αὐτῷ, ἵνα ἄξιος γένῃ τοῦ κατοπτεύειν τὰ τῆς ἀληθείας θεάματα. Παραστήσομαί σοι (φησὶ) καὶ ἐπόψομαι. Ἕως μὲν γὰρ ἂν θεωρητικός τις ᾖ τοῦ ἐν τοῖς ὁρατοῖς ἐμφαινομένου κάλ λους, φυσικός τις ἢ φυσιολόγος προσαγορεύεται· ἐπειδὰν δὲ ταῦτά τις ὑπερβὰς, αὐτῷ παραστῇ τῷ Θεῷ, μετὰ τὸ γνῶναι τίνα τρόπον τὰ πάντα ἐστὶ καλὰ λίαν, καὶ ἀπὸ τοῦ ἐν τούτοις κάλλους ἐπὶ τὸ ὄντως καλὸν καὶ ἐράσμιον ἀναδραμεῖν, οὗ ἡ θέα μόναις ταῖς ψυχαῖς καθαραῖς φαίνεσθαι πέφυκε, τότε ἐπὶ τὰ τῆς φυσιολογίας ἀνώτερα προκόψας, τὰ καλούμενα παρά τισι μεταφυσικὰ, ἐποπτικὸς γενέσθαι δύναται. Ἐπειδὰν οὖν (φησὶ) σοὶ παραστῶ καὶ αὐτῇ τῇ περὶ σοῦ θεωρίᾳ διὰ τοῦ νοῦ προσεγγίσω, τότε τὴν ἐποπτι