1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

81

κὴν ἐνέργειαν διὰ τοῦ κατὰ τὴν γνῶσιν φωτισμοῦ ἀναλήψομαι. Συνᾴδει δὲ τούτῳ τὸ εἰρημένον, ὅτι Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, οὐχ ὅτι φωνὴν αἰσθητὴν ἀφιᾶσι ταῖς ἀκοαῖς ἡμῶν, ἀλλ' ὅτι ὁ τοῖς λόγοις τῆς τοῦ κόσμου συστάσεως ἐγγυμνασάμενος καὶ γνωρίσας ἁπάντων τῶν κατ' οὐρανὸν τὴν διάθεσιν, διὰ τούτων οἱονεὶ φωνὴν ἀφιέντων, τὸ μεγα λεῖον τῆς δόξης τοῦ πεποιηκότος αὐτοὺς διδαχθήσεται. Πρὸς τοῦτο καὶ ὁ Προφήτης ἡμᾶς διανίστησι, λέγων· Ἀναβλέψατε τοῖς ὀφθαλμοῖς ὑμῶν καὶ ἴδετε τίς κατέδειξε πάντα ταῦτα. Τὸ γὰρ ὑψηλῶς θεωρῆσαι τὸ ἀναβλέψαι ἐστὶ καὶ τὸ διὰ τῶν ὁρωμένων τῇ τοῦ πεποιηκότος ἐννοίᾳ προσαχθῆναι. Τὸ δὲ ἐκ νυκτὸς ὀρθρίζειν πρὸς τὸν Θεὸν, τοιοῦτόν ἐστιν· ὅταν ἡ νὺξ προκόψῃ, ἡ δὲ ἡμέρα ἐγγίσῃ, καὶ ὡς ἐν ἡμέρᾳ εὐσχη μόνως περιπατεῖν ἀρξώμεθα, ἀποθέμενοι τὰ ἔργα τοῦ σκότους (κώμους καὶ μέθας, κοίτας καὶ ἀσελγείας) τότε δυ νάμεθα λέγειν τό· Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ Θεός. Εἶτα καὶ δηλοῖ διὰ τοῦ ἐπιφερομένου, τί ἐστι τὸ ἐν αὐτῷ ποιοῦν τὸν ὄρθρον· ∆ιότι φῶς (φησὶ) τὰ προσ τάγματά σου ἐπὶ τῆς γῆς. Φῶς γάρ ἐστι τὰ προστάγματα, λύοντα τὸ τῆς ἀγνοίας σκότος· διὸ καὶ Ἡ ἐντολὴ Κυρίου τηλαυγῆς, φωτίζουσα ὀφθαλμούς. 5.163 Τὸ δὲ ἐν τῷ ἑκατοστῷ Ψαλμῷ εἰρημένον (ὅτι Εἰς τὰς πρωΐας ἀπέκτενον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς) παντί που δῆλον, ὅτι ἐν αἰνίγματι κεκαλυμμένως εἴρηται. Οὐ γὰρ, ὅτι καθ' ἑκάστην ἀρχὴν τῆς ἡμέρας αἵματι ἀνθρώ πων τὰς χεῖρας ἐμολυνόμην· οὐ τοῦτό φησιν ὁ λόγος. Τοῦτο γὰρ πρὸς τῷ ἐναγεῖ ἔτι καὶ τὸ ἀπίθανον ἔχει· πῶς γὰρ πάντων ἠδύνατο καθ' ἑκάστην πρωΐαν αὐτόχειρ γενέσθαι τῶν ἁμαρτωλῶν τῆς γῆς; Οὐ γὰρ πάντων περιγίνεσθαι δυ νατὸν ἦν ἕνα, πολλῶν τῶν ἐξαμαρτανόντων ὄντων, ὡς τὸ εἰκός· καὶ εἰ πολέμῳ αὐτῶν κατεκράτησεν, ἐν μιᾷ πάντως ἂν ἀπέκτεινε πρωΐᾳ τοὺς σύμπαντας, ἀλλ' οὐχὶ καὶ καθ' ἑ κάστην πρωΐαν αὐτόχειρ αὐτῶν ἐγένετο. Τί οὖν ἐστι τὸ Εἰς τὰς πρωΐας ἀπέκτενον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζο μένους ἀνομίαν; Συνετώτερον τῶν λεγομένων ἐπακούσωμεν, ἵνα μὴ κατηγορήσωμεν τῶν προφητικῶν λογίων, ὃ μὴ θέμις. Πόλις τοῦ Κυρίου, ἡ σύστασίς ἐστι τῆς ἀνθρωπίνης κα τασκευῆς· Ἁμαρτωλοὶ δὲ γῆς οὐκ ἄλλοι τινές εἰσιν, ἢ περὶ ὧν φησιν ὁ Σωτήρ· ὅτι ἔσωθεν Ἐκ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροὶ, φθόνοι, φόνοι, μοιχεῖαι, κλοπαὶ, ψευδο μαρτυρίαι καὶ τὰ τούτοις ὅμοια. Τούτους δὴ τοὺς τῆς γῆς ἁμαρτωλοὺς, τοὺς ἐκ τῆς γηΐνης σαρκὸς προϊόντας, καθ' ἑ κάστην ἔννοιαν τὴν περὶ Θεοῦ ἐξαφανίζει ἐκ τῆς ἰδίας συσ τάσεως ὁ ἑαυτὸν ἐκκαθαίρων. Πρωΐα οὖν καὶ ὄρθρος ἐν ψυχῇ καθ' ἑκάστην σωτηρίου δόγματος ἀνατολὴν γίνεται· ἐν ᾗ ἐξαφανίζεσθαι δεῖ πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν λογισμούς. Εἰ γὰρ μὴ τὰ πρῶτα πρὸς πονηρίαν κινήματα τῆς ψυχῆς ἐκτμηθείη, ἀναγκὴ εἰς ἔργον προχωρεῖν τὰς ἐνθυμήσεις. Οἷον γῆς ἁμαρτωλός ἐστιν ὁ τὴν μοιχείαν ὑποβάλλων λογισ μός, ὅστις ἐνεργεῖ τὸ ἐμβλέψαι γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς. Ἐὰν οὖν μὴ ἀποκτανθῇ ἐκ τῆς ψυχῆς, οἱονεὶ ξίφει τινὶ, τῷ τμητικῷ λόγῳ καὶ ἀφανιστικῷ τῶν παθῶν, καὶ τοῦτο γένηται ἐν πρωΐᾳ, τουτέστι κατὰ τὴν εἰς τὸ φανερὸν ἀποκά λυψιν, μετὰ τὴν ἐν καρδίᾳ μοιχείαν, καὶ ἐπὶ τὴν μείζονα ταύτης ἁμαρτίαν προάξει τὸν ἄνθρωπον, πρὸς τὴν διὰ τοῦ σώματος ἐνέργειαν αὐτὸν ἐκκαλούμενος. 5.164 Τούτῳ σύμφωνον ἡγούμεθα εἶναι τὸ παρὰ τοῦ Ἱε ρεμίου λεγόμενον· Ἐπικατάρατος ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς καὶ ἀφαιρῶν μάχαιραν αὐτοῦ ἀφ' αἵματος. ∆εῖ γὰρ τὸν μέλλοντα φεύγειν τὸ τῆς κατάρας βαρὺ, μηδέποτε ἀνα παύειν τὴν πνευματικὴν μάχαιραν ἀπὸ τοῦ κατὰ τῶν τοιού των ἁμαρτωλῶν αἵματος. Τοιοῦτον οὖν ἐστι καὶ τὸ νῦν εἰρημένον περὶ τοῦ πρωΐ. Οὐαὶ τῷ ἀπὸ σκότους καὶ τῆς ἐν ἀγνοίᾳ νυκτὸς, μετὰ τὴν πρώτην ἡλικίαν, τοῦ λόγου ἐν αὐτῷ ἀνατείλαντος, ὁμοῦ τῷ διαναστῆναι ἐκ τοῦ ὕπνου, τὸ σίκερα διώκοντι. Οἱ δὲ ὑπὸ τῶν παθῶν νικηθέντες, οἱ μὲν ἔμειναν ἐν τῇ μέθῃ τοῦ πάθους, οἱ