1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

82

δὲ ἀποκαθηράμενοι τὸν νοῦν, ἐμβλέπουσι μὲν τῷ κόσμῳ τῶν ὁρατῶν, κατανοοῦσι δὲ τὰς τῶν νοητῶν ὑποστάσεις καὶ οὐσίας. Τὰ μὲν γὰρ ὁρατὰ ἐνατενίσεως δεῖται· διὰ τοῦτο Ἐμβλέπουσι. Τὰ δὲ νοητὰ χρῄζει λόγου διεξοδικοῦ· διὸ εἴρηται Κατανοοῦσι. Πλὴν ὅτι πρῶτον δεῖ ἐμβλέψαι τοῖς ἔργοις Κυρίου, καὶ τότε εἰς τὸ κατανοῆσαι αὐτὰ προελθεῖν. Ὁποῖος ἦν ὁ περὶ ἑαυτοῦ λέγων· Αὐτὸς γάρ μοι ἔδωκε τῶν ὄντων γνῶσιν ἀψευδῆ, εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων, ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων, τροπῶν ἀλλαγὰς, καὶ με ταβολὰς καιρῶν, ἐνιαυτῶν κύκλους καὶ ἀστέρων θέσεις, φύσεις ζώων καὶ θυμοὺς θηρίων, πνευμάτων βίας καὶ δια λογισμοὺς ἀνθρώπων, διαφορὰς φυτῶν καὶ δυνάμεις ῥιζῶν. 5.165 Τοίνυν αἰχμάλωτος ὁ λαός μου ἐγενήθη, διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν Κύριον· καὶ πλῆθος ἐγενήθη νεκρῶν διὰ λιμὸν ἄρτου καὶ δίψος ὕδατος. Ταῦτα καθ' ἱστορίαν δυνατὸν τυχεῖν τῆς ἐξηγήσεως ἐπὶ τῶν καιρῶν τῆς ἐσχάτης πολιορκίας τῶν Ἰουδαίων, τῶν μὲν εἰς αἰχμαλωσίαν ἀπαχθέντων, τῶν δὲ ἐν λιμῷ καὶ δίψει διαφθα ρέντων. Καὶ ἡ αἰτία σαφὴς, δι' ἣν ταῦτα πεπόνθασιν· ὅτι ἐπιδημήσαντα αὐτοῖς τὸν Κύριον οὐκ ἐπέγνωσαν. Ὥστε δὲ καὶ ἡμῖν οἰκειωθῆναι τὴν ἐκ τῆς λέξεως παραίνεσιν. Ἐκεῖνα λέγομεν, ὅτι οἱ διώκοντες τὸ μέθυσμα καὶ μετὰ τῆς ἀπηγο ρευμένης μουσικῆς τὸν οἶνον πίνοντες, καὶ θεάμασι μὲν ἀτό ποις τὰς ὄψεις ἐνασχολοῦντες, τοῖς δὲ ἔργοις Κυρίου ἐμβλέ πειν μὴ ἀνεχόμενοι, διὰ τὸ φιλήδονοι εἶναι μᾶλλον ἢ φιλόθεοι, αἰχμάλωτοι γίνονται καὶ ὑποχείριοι τοῖς ὑπεναντίοις. Ἀλλὰ καὶ πλῆθος ἐν αὐτοῖς νεκρῶν ἐγενήθη διὰ λιμὸν καὶ ὕδατος ἀπορίαν. Οἱ γὰρ τὴν ἐπιβάλλουσαν ταῖς ψυχαῖς τροφὴν μὴ προσιέμενοι, νεκροὶ γίνονται τοῖς παραπτώμασι· καὶ οἱ ἐπὶ ὕδατος ἀναπαύσεως μὴ ἐκτρεφόμενοι, μηδὲ ζητοῦντες πιεῖν ἐξ ἐκείνου τοῦ ὕδατος, περὶ οὗ φησι πρὸς τὴν Σαμαρεῖτιν ὁ Κύριος, ὅτι Ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, οὗτοι γίνονται νεκροί. Ἄκουε γὰρ, ὅτι πλῆθος νεκρῶν ἐγενήθη, οὐ διὰ λιμὸν μόνον, ἀλλὰ καὶ διὰ δίψαν ὕδατος· ἐπειδὴ ἀπ' ἐκείνου ἔπινον τοῦ ὕδατος, οὗ καὶ ἡ Σαμαρεῖτις· ὃς γὰρ ἂν πίῃ (φησὶν) ἐκ τοῦ ὕδατος ἐκείνου, διψήσει πάλιν· οὐκ ἔπιον δὲ ἐκ τοῦ ὕδατος τοῦ ἁλλομένου εἰς ζωὴν αἰώνιον. Προτρεπτικὸν δὲ τοῦτο ἐπὶ τὴν γνῶσιν. Εἰ γὰρ διὰ τὸ μὴ εἰδέναι τὸν Κύριον αἰχμά λωτοι γίνονται, ζηλωτέον ἡμῖν τὸ τῆς γνώσεως χάρισμα. Τάχα δὲ ἡ ἀληθὴς νέκρωσις οὐ διὰ λιμὸν ἄρτου, οὐδὲ διὰ δίψαν ὕδατος τούτου τοῦ αἰσθητοῦ, ἀλλὰ διὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου ταῖς ψυχαῖς τῶν ἀνηκόων ἐγγί νεται. Οὐ γὰρ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλὰ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. ∆ιὰ τοῦτο Οὐ λιμοκτονήσει Κύριος ψυχὰς δικαίων· καὶ Νεώτερος ἐγενόμην (καὶ γὰρ ἐγήρασα) καὶ οὐκ εἶδον δίκαιον ἐγκατα λελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Καὶ Οἱ υἱοὶ τοῦ νυμφῶνος, ὅσον μετ' αὐτῶν ἐστιν ὁ νυμφίος, οὐ δύνανται νηστεύειν. Ὅπου δὲ λιμὸς καὶ δίψα, ἐκεῖ καὶ ἡ νεκρότης. Ἵνα οὖν μὴ λιμοκτονηθῶμεν, ζητήσωμεν τὸν ἄρτον τὸν ἐπουράνιον· μηδὲ τῷ δίψει καταφρυγῶμεν, ζητήσω μεν τὸ ὕδωρ, περὶ οὗ εἶπεν ὁ Κύριος, ὅτι Ἐάν τις πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα. 5.166 Καὶ ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ καὶ διή νοιξε τὸ στόμα αὐτοῦ, τοῦ μὴ διαλιπεῖν. Καὶ καταβήσονται οἱ ἔνδοξοι καὶ οἱ μεγάλοι καὶ οἱ πλούσιοι καὶ οἱ λοιμοὶ αὐτῆς καὶ ὁ ἀγαλλιώμενος ἐν αὐτῇ. Καὶ ταπεινωθήσεται ἄνθρωπος καὶ ἀτιμασθήσεται ἀνὴρ, καὶ οἱ ὀφθαλμοὶ οἱ μετέωροι ταπεινωθήσονται. Ἵνα τὸ ἁδρὸν τῶν ἀπολλυμένων ὁ λόγος ἡμῖν παραστήσῃ, πλατύνειν ἔφη τὸν ᾅδην τὸ στόμα αὐτοῦ. Ὥσπερ ἐπὶ τῶν ζώων, ὅσα λάβρως ὑπὸ πολλῆς ἐνδείας τὴν τροφὴν διαρπάζει καὶ πλατύνει τὸ στόμα περιτεινόμενον τῇ τροφῇ, οὕτω (φησὶ) καὶ ὁ ᾅδης τὸ ἑαυτοῦ στόμα εὐρυχωρότερον ποιεῖν εἴρηται. Τάχα δὲ ἡμῖν ὁ λόγος ἐνδείκνυται, κοινόν τινα τόπον ἐν τῷ ἐσωτάτῳ τῆς γῆς, ἐπίσκιον πανταχόθεν καὶ ἀλαμπῆ, τὸ τοῦ ᾅδου χωρίον εἶναι· στόμιον δέ τι ἐπὶ τὰ κοῖλα καθῆκον, δι' οὗ τὴν κάθοδον εἶναι ταῖς πρὸς