1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

87

Τελείου δέ ἐστι τοῦ διὰ τὴν ἕξιν γεγυμνασμένα ἔχοντος τὰ αἰσθητήρια, διακρίνειν δύνασθαι τὴν τοῦ καλοῦ φύσιν ἀπὸ τοῦ πονηροῦ. Καὶ δοκίμου τραπεζίτου τὸ καλὸν κατέχειν, ἀπὸ δὲ παντὸς εἴδους πονηροῦ ἀπέχεσθαι· διεφθαρμένον δὲ ἔχον τος τῆς ψυχῆς τὸ κριτήριον, ἐνηλλαγμένας τὰς μαρτυρίας περὶ τῆς ἑκάστου ἀξίας ἀποδιδόναι. Καὶ ἔοικε πολλή τις εὐχέρεια εἶναι τῇ ἀνθρωπείᾳ φύσει πρὸς τὸ τὰ ἐναντία δο ξάζειν τῇ περὶ ἕκαστον ἀληθείᾳ. Καὶ εἴθε ἐπὶ μόνους τοὺς ἔξω τῆς κατὰ τὰς Γραφὰς πίστεως ἔφθανεν ἡ διαφωνία αὕτη, οἳ ἰσοπαλεῖς λέγοντες εἶναι τοὺς περὶ ἑκάστου πράγ ματος λόγους καὶ πᾶσαν ἐνάργειαν, τὸ ὅσον ἐφ' ἑαυτοῖς, εἰς ἀμφιβολίαν ἄγουσι, μέλανα εἶναι τὸν ἄργυρον, ἐκ τοῦ ἰοῦ ὃν ἀφίησι· καὶ μέλανα εἶναι τὸν ἥλιον, ἐκ τοῦ μελαίνειν τὰ σώματα, οἷς ἂν ἐπὶ πλέον προσομιλήσῃ, λέγοντες. Καὶ ἐκ τῶν τοιούτων τὸ τῆς ἐποχῆς κατασκευάζουσι δόγμα, ὡς τῆς αἰσθήσεως παραλογισμοὺς ἐχούσης, καὶ οὐχ οἷά ἐστι τῇ φύσει καταλαμβανούσης τὰ πράγματα, ἀλλ' ὑπὸ μὲν ζω γραφίας ἀπατωμένων τῶν ὀφθαλμῶν· ἐπὶ δὲ τοῦ τραχήλου τῆς περιστερᾶς, ἄλλοτε ἄλλας χρόας μεταλαμβανόντων πρὸς τὰς ἐκκλίσεις τοῦ ζώου, καὶ τὰς πρὸς τὴν ἀκτῖνα σχέσεις, συμμεταβαλλομένης τῆς ὄψεως. ∆ιὰ τοῦτο ἐπιστήσαντες τῇ διὰ τῶν ὀφθαλμῶν καταλήψει, οὔτε τῇ ἡμέρᾳ συντίθενται, οὔτε τὴν νύκτα ὁμολογοῦσιν· ἐκ δὲ τοῦ ἀκολούθου καὶ εἰς ἀθεότητα ἐκπίπτουσι, μήτε εἰ προ νοίᾳ Θεοῦ διοικεῖται τὸ πᾶν, μήτε εἰ αὐτομάτως φέρεται συντιθέμενοι. Ἴδοις δὲ ἂν πολλοὺς καὶ τῶν πεπιστευκότων τοῖς νομικοῖς καὶ προφητικοῖς γράμμασι, τῇ περὶ ἕκαστον ἐνστάσει μετὰ πιθανότητος ἀπομαχομένους πρὸς τὴν ἐνάρ γειαν, ὥστε σαθροῦσθαι καὶ διασαλεύεσθαι τὸ ἐν τοῖς δόγ μασιν ἀληθές. Ἀλλὰ πιστεύειν μὲν εἰς Χριστὸν Ἰησοῦν ὁμολογοῦσί τινες, εὑρίσκονται δὲ μὴ Κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ, ἀλλ' εἰς τὰς ἐναντιωτάτας διαφωνίας ἀποσχιζόμενοι· οἱ μὲν διὰ ἰδιωτισμὸν, οὐκ ὀλίγοι δὲ καὶ οἱ διὰ φιλαρχίαν καὶ κενοδοξίαν, ἐνεπιδείκνυσθαι θέλοντες τοῖς πολλοῖς ὡς ἄρα εἶεν σοφοὶ, καὶ ὑπὲρ τοὺς ἄλλους τὴν γνῶσιν ἔχουσι. ∆ιὰ τοῦτο πάντα μαχομένων ἀλλήλοις καὶ ἀντιδογμα τιζόντων πεπλήρωται, ἑκάστου φιλονείκως τῷ ἰδίῳ δόγ ματι παρισταμένου, καὶ μετὰ διατάσεως σφοδροτάτης τὰ τοῦ ἑτέρου ἀνατρέπειν καὶ διελέγχειν βιαζομένου. Ὄφελον δ' οἱ αὐχοῦντες τὴν ἀποστολικὴν διδασκαλίαν τετηρηκέναι καὶ κατὰ διαδοχὴν ἀπ' ἐκείνων τὸ κήρυγμα τοῦ Εὐαγγε λίου παρειληφέναι, διὰ τῆς περὶ τῶν δογμάτων ὁμοφωνίας ἐδείκνυον, ὅτι μιᾶς εἰσι μέρη τῆς Χριστοῦ Ἐκκλησίας. 5.173 Οὐκ ἐπὶ τὴν γνῶσιν δὲ μόνον φθάνει αὕτη ἡ τα ραχὴ, ἀλλὰ καὶ ἐπὶ τὰς πράξεις· εἴπερ Εἰσὶν ὁδοὶ ἀνδρὸς δοκοῦσαι ὀρθαὶ εἶναι, τὰ δὲ τελευταῖα αὐτῶν βλέπει εἰς πυθμένα ᾅδου. Καὶ Ἔστι δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ, καὶ ἀσεβὴς μένων ἐν κακίᾳ αὐτοῦ. Εἰ γάρ τί ἐστι δυσθεώρητον, τούτου τοῦ γένους ἂν εἴη καὶ ἡ ἀληθὴς δικαιοσύνη. ∆ιὸ καὶ ὁ Σολομὼν, ὡς ὁμότιμα ταῦτα ἀλλήλοις συναριθμεῖ, λέγων· Νοῆσαί τε παραβολὰς καὶ σκο τεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα· νοῆσαι δικαιο σύνην ἀληθῆ καὶ κρίμα κατευθύνειν. Πολλοὶ οὖν κατὰ συναρ παγὴν παρηλλαγμένας τὰς κρίσεις ἐκφέρουσι, πρὸ καταλή ψεως τῆς ἐξ ἱκανοῦ λόγου καὶ ἐπὶ πλεῖον ἐρευνηθέντος ἐγγινομένης, ἀβασανίστως κατὰ προπέτειαν τὰς περὶ ἑκάστου δόγματος ῥιπτοῦντες συγκαταθέσεις. Ἡ δὲ τῆς διαλεκτικῆς φύσις μάλιστα πεπίστευται ταῦτα παρέχειν δύνασθαι· διαιρεῖν εὐκρινῶς τὰς τῶν πραγμάτων φύσεις καὶ τὰ ὁμογενῆ γνωρίζειν καὶ τὰ ἐναντία διακρίνειν. ∆ιόπερ συνειδὼς ἑαυτῷ τὴν θείαν διαλεκτικὴν ἔχοντι, ἔλεγε τὸ Ἡδυνθείη σοι ἡ διαλογή μου. Ἡ γὰρ τῶν ἐριστικῶν καὶ φιλονείκως ἐπιβαινόντων τοῖς πράγμασι διαλεκτικὴ οὐχ ἡδεῖα, ἀλλὰ παραπικραίνουσά τίς ἐστι. Τριῶν δὲ συζυγιῶν οὐσῶν (φωτὸς καὶ σκότους, καλοῦ καὶ πονηροῦ, πικροῦ καὶ γλυκέος) πότερον ἕν ἐστι τῷ ὑποκειμένῳ ταῦτα, ἢ κατὰ γένος ἀλλήλων ἀποδιέστηκεν; Ὡς μὲν οὖν πρὸς τὸ