1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

92

παρωξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ. Καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή. Ἡ τῶν ἰσχυόντων καὶ τῶν δυναστῶν ἁμαρτία ὁδὸν ἐποί ησε τῇ ὀργῇ τῇ κατὰ τοῦ λαοῦ κινουμένῃ παρὰ Κυρίου. ∆ιὰ τοῦτο πρότερον τὸ Οὐαὶ οἱ ἰσχύοντες ὑμῶν καὶ οἱ δυ νάσται· ἔπειτα· Καὶ ἐθυμώθη ὀργῇ Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ, δηλονότι καὶ αὐτοῦ, κατὰ μίμησιν τῶν προεστώτων, ἐν ἁμαρτίαις γενομένου καὶ ἀξίου ὄντος παθεῖν τὰ ἀπὸ τοῦ θυμοῦ καὶ τῆς ὀργῆς τοῦ Κυρίου. Ἔστι δὲ θυμὸς ζέσις τοῦ περὶ καρδίαν αἵματος, παρὰ τὸ οἱονεὶ ἐξ ἀναθυμιάσεως τῶν χυμῶν, συνιστάμενον οἴδημα περὶ τὴν καρδίαν ὠνομασ μένος· ὀργὴ δέ ἐστιν ὄρεξις ἀντιλυπήσεως. Ὥστε τὸ μὲν ὀξεῖαν ἔχει τοῦ πάθους τὴν κίνησιν, τὸ δὲ μονιμωτέραν καὶ παρατεταμένην ἐμφαίνει τὴν ἐπὶ τῇ λύπῃ ἐκπλήρωσιν. Ἐπὶ μέντοι Θεοῦ οὐδέτερον αὐτῶν κυρίως λέγεσθαι εὐσεβές ἐστι παραδέξασθαι, ἀλλὰ τροπικαὶ αἱ φωναί. Οὐ γὰρ πάθος Θεοῦ, οὐδὲ αὐτῇ τῇ οὐσίᾳ αὐτοῦ συμβεβηκός· ἀλλ' ἡ περὶ ἡμᾶς τοιάδε ἐνέργεια θυμὸς προσηγόρευται. Καὶ τάχα, ἡ μὲν ἐπίπονος παίδευσις, ὀργή· ὁ δὲ ταραχὴν ἡμῶν ἐμποιῶν τοῖς λογισμοῖς ἔλεγχος, θυμὸς προσηγόρευται. Ταράσσει μὲν γὰρ τῷ θυμῷ, μηδέπω λόγου ἀξιῶν τοὺς οἷς θυμοῦται ὁ Θεὸς, κατὰ τὸ εἰρημένον, ὅτι Ἐν θυμῷ αὐτοῦ ταράξει αὐτούς· διδασκαλίας δὲ ἐν ὀργῇ οἱ παιδευόμενοι ἀξιοῦνται, κατὰ τὸ εἰρημένον, ὅτι Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ. Ὁ μὲν γὰρ ἐλεγχόμενος ἐπὶ τοῖς ἡμαρτημένοις, οὔπω πε παίδευται· ὁ δὲ παιδευόμενος, ἤδη ἐγγύτητά τινα πρὸς ἐπι στήμην ἐμφαίνει. Εἰ οὖν παιδεύει μὲν ὀργὴ, ἐλέγχει δὲ θυμὸς ἀνυσιμώτερον ἡ ὀργὴ τοῦ θυμοῦ. ∆ιὰ τοῦτο καὶ ὁ Ἱερε μίας· Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει καὶ μὴ ἐν θυμῷ. Οὐ γὰρ εἶπε καὶ μὴ ἐν ὀργῇ, πλὴν χρηστοτέρα ἡ παί δευσις, ἡ ἀπὸ κρίσεως, τῆς ἀπὸ τοῦ θυμοῦ καὶ τῆς ὀργῆς. Ὁ γὰρ ἐν κρίσει παιδευθεὶς, φωτιζόμενος ὑπὸ τοῦ λόγου, ὠφεληθήσεται ἀπὸ τῶν τοῦ Θεοῦ κριμάτων πρὸς τὸ μηδὲν ἀκρίτως πράσσειν, ἀλλὰ πάντα κρίσει ὑγιεῖ ἐπιτελεῖν, ὥστε καὶ αὐτοὺς ἔχειν τοὺς λογισμοὺς κεκριμένους, κατὰ τὸ εἰ ρημένον· Λογισμοὶ δικαίων, κρίματα. Κατὰ μέντοι τὸν καιρὸν τῆς κρίσεως, ὅταν ἐπιβάλῃ τῷ λαῷ τὴν χεῖρα αὐτοῦ, καὶ τὰ ὄρη παροξυνθήσεσθαι λέγεται, δεικνύντος τοῦ λόγου, ὅτι πᾶσα ἡ κτίσις συνεπιτίθεται τῇ ἐκδικήσει τῶν ἁμαρτωλῶν. Ὡς γὰρ, ἐπὶ τῶν πληγῶν τῶν Αἰγυπτιακῶν, πανταχόθεν αὐτοῖς ὁ πόλεμος (ἀπὸ ἀέρος, ἀπὸ γῆς, ἀπὸ ὕδατος) οὕτω καὶ νῦν, ὅταν ἐπιβάλλῃ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν λαὸν ὁ Κύριος, τοῦ πατάξαι αὐτόν· καὶ τὰ ὄρη πα ροξυνθήσεται, τὰ δὲ θνησιμαῖα τοῦ λαοῦ, ὡς κοπρία διὰ τὴν ἀτιμίαν ἐν μέσῳ τῆς ὁδοῦ κείμενα, καταπατηθήσεται. Νόησόν μοι τοὺς ἐν ἁμαρτίαις γενομένους, ἐναπομείναντας τοῖς πράγμασι τοῦ βίου τούτου καὶ ὑπὸ τῶν ἀντικειμένων δυνάμεων καταπατουμένους, ὧν διὰ τὴν ἀμετανόητον καρδίαν ὁ λόγος τοῦ Κυρίου φησὶν, οὐκ ἀποστραφήσεσθαι τὸν θυμὸν, ἀλλὰ ἔτι μένειν τὴν χεῖρα ὑψηλήν, τουτέστιν ἐπηρμένην εἰς ἐκδίκησιν (χεῖρα λέγων τὴν κολαστικὴν δύναμιν, κατὰ τὸν Ἰώβ· Χεὶρ γὰρ Κυρίου ἡ ἁψαμένη μού ἐστι)· καὶ ἐν τούτῳ τοῦ διαβόλου χεῖρα λέγοντος ἐν τῷ καιρῷ τῆς κολάσεως· Οὐ μὴν δὲ, ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι τῶν ὀστῶν αὐτοῦ. 5.182 Τοιγαροῦν ἀρεῖ σύσσημον ἐν τοῖς ἔθνεσι, τοῖς μα κρὰν καὶ τοῖς ἐγγὺς, καὶ συριεῖ αὐτοὺς ἀπ' ἄκρου τῆς γῆς. Καὶ ἰδοὺ ταχὺ κούφως ἔρχονται. Κατὰ μὲν τὸ ῥητὸν, δόξει τὴν Ῥωμαϊκὴν δύναμιν τὴν ἐπὶ τῇ ἐσχάτῃ πολιορκίᾳ ἐπελθοῦσαν τῇ Ἱερουσαλὴμ ὁ λόγος προφητεύειν. Ἐν ἐκείνῳ γὰρ οἱ στρατιωτικοὶ κατάλογοι συνε πληροῦντο, ἔν τε τῶν μακρὰν ἐθνῶν καὶ ἐκ τῶν σύνεγγυς, τῶν περὶ τὴν Συρίαν καὶ Ἀραβίαν, καὶ ἄλλα ἔθνη, ὅσα παρα κείμενα τῇ Ἰουδαίᾳ, ἐστρατολογεῖτο παρὰ τῶν Ῥωμαίων. Τὸ μὲν οὖν σύσσημον ἐν τοῖς ἔθνεσιν ἤρθη, τουτέστι τὸ ση μεῖον τοῦ σταυροῦ τοῦ ἀναδειχθέντος. Καὶ τὰ μὲν ἔθνη ἐπὶ τὴν πίστιν ἐκλήθη, ἡ δὲ Ἱερουσαλὴμ τῇ καταστροφῇ παρε δόθη. Οὕτω δὲ ταχὺ καὶ κούφως ἤρχοντο, τοσαύτην ἔχοντες