1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

96

φάς· τοιούτῳ θερμαίνονται πυρὶ τὴν καρδίαν οἱ τῷ πνεύ ματι ζέοντες· τοιοῦτον ἔλαβε πῦρ Ἱερεμίας, διὸ καὶ ἔλεγε· Καὶ ἐγένετο πῦρ ἐν τοῖς ἐγκάτοις μου, καὶ παρεῖμαι πάν τοθεν. Ἐμφαίνει δὲ πολλὴν τὴν περὶ τὸ θυσιαστήριον τιμὴν καὶ εὐλάβειαν, τὸ μὴ καταθαρσῆσαι τῇ ἰδίᾳ χειρὶ ἐφάψασθαι τὸ Σεραφεὶμ, ἀλλ', οἱονεὶ μεσίτῃ τινὶ, χρήσασθαι τῇ λαβίδι. Νοήσωμεν οὖν ἄνθρακα λόγον ἀληθῆ, διαπύρως καὶ ἐλεγ κτικῶς καθαίροντα τὸ ψεῦδος, οἷς ἂν ἀπὸ τῆς δραστηρίου δυνάμεως προσενεχθῇ. Τὴν γὰρ χεῖρα τοῦ Σεραφεὶμ ἐνέρ γειαν χρὴ νοεῖν ἀγαθῶν παρεκτικήν. Καὶ εἶπεν· Ἰδοὺ, ἥψατο τοῦτο τῶν χειλέων σου, καὶ ἀφελεῖ τὰς ἀνομίας σου καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ. Οὐ πρὸς μόνον Ἡσαΐαν νομιστέον εἰρῆσθαι, ἀλλὰ καὶ πρὸς πάντας, ὧν καθάπτεται ὁ διάπυρος καὶ ἀληθὴς λόγος, πε ριαιρῶν τὰ ἔξω τοῦ θείου νόμου ἐπιτελούμενα καὶ ἐκ τῶν ἁμαρτητικῶς πραττομένων καθαίρων. ∆εξώμεθα δὲ καὶ ἡμεῖς θείου Λόγου ἐπιδημίαν, ἵνα οἱονεὶ ἐγκαθεζόμενος τοῖς στόμασιν ἡμῶν καὶ μηδεμίαν χώραν παρέχων τῷ ψεύδει, καθαρίσῃ ἡμῶν τὰ χείλη καὶ ἀφέλῃ τὰς ἁμαρτίας ἡμῶν. Οὐκ ἀπιθάνως δὲ ὁ ἄνθραξ εἰς τὴν τοῦ λόγου φύσιν μεταληφθή σεται, κατὰ τὴν τοῦ ψαλμοῦ μαρτυρίαν, λέγοντος· Πεπυρω μένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό. 6.188 Καὶ ἤκουσα φωνῆς Κυρίου λέγοντος· Τίνα ἀποστεί λω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; Καὶ εἶπον· Ἰδού εἰμι ἐγώ· ἀπόστειλόν με. Ζητήσεως ἄξιον, τί δήποτε Μωϋσῆς μὲν παραιτεῖται πεμπόμενος καὶ ἐπὶ πλεῖστον ἀπομάχεται τὴν ἀποστολὴν παραιτούμενος· Ἡσαΐας δὲ οὕτω προχείρως ἑαυτὸν ἐπιδίδωσι. Μωϋσῆς μὲν γὰρ οὐχὶ ἐρωτᾶται Τίνα ἀποστείλω; ἀλλ' αὐτὸς εἰς πρόσωπον δέχεται τὸ ἐπίταγμα· Καὶ νῦν (φησὶ) δεῦρο· ἀποστείλω σε πρὸς Φαραὼ εἰς Αἴγυπτον, καὶ ἐξάξεις τὸν λαόν μου, τοὺς υἱοὺς Ἰσραὴλ, ἐκ γῆς Αἰγύπτου. Ἡσαΐας δὲ, ἀορίστως τοῦ λόγου τὸν διακονούμενον τῇ ἀποστολῇ ἐπιζη τοῦντος, ἑαυτὸν ὑποβάλλει. Τί οὖν φαμεν; Οὐκ ἀπομαχό μεναί εἰσι τῶν Ἁγίων αἱ διαθέσεις περὶ τὸ αὐτὸ πρᾶγμα ἐναντίως ἔχουσαι πρὸς ἀλλήλας. Ἀλλ' ὅτι Μωϋσῆς μὲν ᾔδει τὴν ὑπόθεσιν, ἧς ἕνεκεν ἀπεστέλλετο, διὰ τοῦτο ὤκνει πρός τε τὸ ἀνένδοτον τῆς καρδίας τοῦ Φαραὼ ἀποβλέπων καὶ πρὸς τὸ δυσπειθὲς πάλιν καὶ δυσάγωγον τοῦ λαοῦ. Πεῖραν γὰρ εἶχε τῆς ἀγνωμοσύνης τῶν Ἰουδαίων, ὅτι καὶ εὐεργετηθέντες, ἐφυγάδευσαν αὐτόν. ∆ιὸ καὶ τὴν κακίαν αὐτῶν μὴ φέρων, πρὸς τὴν ἐν τῇ ἐρήμῳ ἡσυχίαν ἀνεχώρησεν· ἐπὶ προφάσει τοῦ ποιμαίνειν, τοὺς τῶν πόλεων καὶ τῶν πολλῶν ἀνθρώπων θορύβους ἀποδιδράσκων. ∆ιὰ τοῦτό φησι· Τίς εἰμι, ὅτι πο ρεύσομαι πρὸς Φαραὼ καὶ ὅτι ἐξάξω τὸν λαὸν ἐκ γῆς Αἰ γύπτου; Οὔτε γὰρ Φαραὼ ἄνευ μεγάλων κακῶν ἐξαποστέλ λει τὸν λαὸν, καὶ ὁ λαὸς οὐκ εὔκολος μεταχειρισθῆναι, ἀν τιβαίνων ἀεὶ τοῖς πρὸς σωτηρίαν αὐτοῦ ἐπιμελομένοις. ∆είκνυσι δὲ τὴν διάνοιαν Μωϋσέως καὶ τὰ ἐφεξῆς. Ὅτε γὰρ μετὰ τὴν μοσχοποιίαν δοὺς τὴν χάριν τῷ θεράποντι αὐτοῦ ὑπὲρ τῆς συγχωρήσεως τοῦ ἁμαρτήματος τοῦ λαοῦ ὁ Θεὸς, τελευταῖόν φησι· Πορεύου καὶ ὁδήγει τὸν λαὸν τοῦτον καὶ ἐξαποστελῶ Ἄγγελόν μου ἔμπροσθέν σου, τί οὖν Μωϋσῆς; ∆έομαι, Κύριε, εἰ μὴ αὐτὸς σὺ προπορεύῃ ἡμῶν, μὴ ἀνα γάγῃς ἡμᾶς ἐντεῦθεν. Τί οὖν ἡ διάνοια τοῦ ἀνδρός; Ὅτι ἁμαρτωλὸς ὁ λαὸς καὶ χρῄζει τοῦ Ἀφιέντος ἁμαρτίας, ὅπερ Ἀγγέλοις ἀδύνατον. Τιμωροὶ μὲν τῶν ἁμαρτανομένων Ἄγγελοι, συγχωρητικοὶ δὲ τῶν πλημμελουμένων, οὐκέτι. ∆ιὰ τοῦτο ἐπιζητεῖ αὐτὸν ἐλθεῖν, τουτέστιν ὃ καὶ νῦν φησι· Προχεί ρισαι ἄλλον, ὃν ἀποστελεῖς, τουτέστιν ἐλθέτω ὁ ἀληθινὸς Νομοθέτης, ὁ δυνατὸς Σωτὴρ, ὁ μόνος ἔχων ἐξουσίαν ἀφιέ ναι ἁμαρτίας. Ἐπειδὴ δὲ οὔπω ἦλθε τὸ πλήρωμα τῶν καιρῶν καὶ ἔδει ἐν τοῖς τύποις προεθισθῆναι τὴν ἀνθρω πότητα, διὰ τοῦτο οὐκ εἰσηκούσθη τοῦ Προφήτου ἡ αἴτησις. Ἡσαΐας μέντοι, μετὰ τὸ ἀφεθῆναι τὰς ἁμαρτίας αὐτοῦ, ἐπειδὴ εἴρηκεν, ὅτι Ἐν μέσῳ λαοῦ ἐγῶ οἰκῶ, ἀκάθαρτα χείλη ἔχοντος, εἶτα ἤκουσε· Τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; Νομίσας ἐπὶ τῷ τὰ παραπλήσια