1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

110

ἔξω τῆς κατὰ τὰς θείας Γραφὰς πίστεως μετεωρίζοντα τὸν ἀκροατὴν, καὶ φυσῶντα καὶ ἀπάγοντα τῆς κατὰ τὴν πίστιν θεμελιώσεως. Ἀρὰμ γὰρ ὁ μετέωρος ἑρμηνεύεται. Τοὺς οὖν καταφρονητικῶς μὲν ἔχον τας πρὸς τὸν εὐσταθῆ λόγον, καὶ μὴ καταδεχομένους τὸ σταθερὸν καὶ γαληνὸν καὶ εὔδιον, ἀλλὰ συμπλέκοντας τὰ ἀπὸ τῶν ἔξω τῆς πίστεως τοῖς ἀπὸ τῶν Γραφῶν παρακού σμασι, τούτοις ἀπειλεῖ ὁ λόγος ἐπάξειν τὸ ὕδωρ τὸ πολὺ καὶ ἰσχυρὸν, τὸν βασιλέα Ἀσσυρίων, τουτέστι τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου. Ὅτι γὰρ εἰς τὸν Ἀσσύριον λαμβάνει πολλάκις ἡ Γραφὴ τὸν ἀντικείμενον, δηλοῦται ἐν τοῖς ἑξῆς τῷ αὐτῷ τούτῳ Προφήτῃ· Καὶ ἔσται γὰρ (φησὶν) ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν καὶ ἐν Ἱερουσαλὴμ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. Εἶπε γάρ· Ἐν τῇ ἰσχύϊ ποιήσω καὶ ἐν τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω καὶ σείσω πόλεις κατοικουμένας καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ, ὡς νοσσιὰν καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ· καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι. 8.211 Τοιοῦτον οὖν καὶ νῦν ἔοικε λέγειν τὸν ἄρχοντα τῶν Ἀσσυρίων ὕδωρ ὄντα πολὺ, χειμάῤῥου τρόπον, βιαίως καὶ ῥαγδαίως παρασύροντος τοὺς προστυγχάνοντας· οὗ οἱ κατα ξιωθέντες τοὺς πειρασμοὺς ἀβλαβῶς διαβῆναι λέγουσι· Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν, τὸ ὕδωρ τὸ ἀνυπόστατον. Καὶ τὸ Εὐαγγέλιον δὲ ἐπὶ τῆς παραβολῆς τοῦ αὐτοῦ ὕδατος μέμνηται, ἐν τῷ παραβαλεῖν τὸν ἀκούσαντα τοὺς λόγους καὶ μὴ ποιοῦντα, ἀνθρώπῳ ἄνευ θεμελίου οἰκοδομήσαντι τὴν ἑαυτοῦ οἰκίαν· πλημμύρας δὲ γενομένης (φησὶν) οὐκ ἀντέ σχεν, ἀλλ' ἔπεσεν ἡ οἰκία, καὶ ἐγένετο τὸ πτῶμα τῆς οἰκίας ἐκείνης μέγα. Τοῦτο δὲ τὸ ὕδωρ τὸ πολὺ ἀναβήσεται (φησὶν) ἐπὶ πᾶσαν φάραγγα ὑμῶν. Αἱ δὲ φάραγγες κοιλότητές εἰσι τῆς γῆς. Πῶς οὖν οὐχὶ καταβαίνειν τὸ ὕδωρ, ἀλλὰ ἀναβαί νειν λέγεται; Ὅτι πᾶσα ἡ ἐν ἀνθρώποις κατὰ τὴν ἁμαρτίαν ταπείνωσις ὑψηλοτέρα ἐστὶ τῶν ἀρχιπηγῶν καὶ τῶν οἱονεὶ ἀρχῶν τῆς πονηρίας. Ἐπειδὰν μέντοι παραδοθῶσι ταῖς ἀν τικειμέναις δυνάμεσι, περιπατήσουσιν ἐπὶ πᾶν τεῖχος τῶν ἀποστατούντων, τουτέστιν ἐπὶ πάντα τὰ ὀχυρὰ δόγματα καὶ ἐπὶ πάντα τὰ δοκοῦντα ἀσφαλίσματα αὐτῶν εἶναι. ∆ιὰ δὲ τὴν ἀπὸ τοῦ Σιλωὰμ ἀποστασίαν καὶ τὴν πρὸς τοὺς ὀλεθρίους τῶν βασιλέων πρόσκλισιν, ἀπειλεῖ ὁ λόγος ἀφαι ρεθήσεσθαι ἀπὸ τῆς Ἰουδαίας πάντα ἄνθρωπον, δυνάμενον ἐπαίρειν τὴν κεφαλὴν καὶ τὸν δυνατὸν συντελέσασθαί τι, τουτέστι τόν τε ἐν τῇ κατὰ τὸν νοῦν θεωρίᾳ ὑψηλὸν καὶ τὸν κατὰ τὴν πρακτικὴν ἀρετὴν δυνατῶς ἐπιτελοῦντα τὰ δόξαντα, ἀλλὰ καὶ καταστρατοπεδεῦσαι τοῦ πλάτους τῆς χώρας τῶν μὴ καταδεχομένων τὸν Σιλωάμ. ∆ιὰ γὰρ τὸ ἐπιδεδωκέναι ἑαυτοὺς τῇ πλατείᾳ ὁδῷ καὶ εὐρυχώρῳ, ἄξιοι γίνονται τοῦ στρατόπεδον εἶναι τῆς ἀντικειμένης δυνάμεως, οὐχὶ πρὸς ἀνάγκην καταδικαζόμενοι, ἀλλ' ἑαυτοῖς ἑλόμενοι τὴν με ρίδα τὴν χείρονα. Καθ' ὅσον γὰρ οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα. 8.212 Μεθ' ἡμῶν ὁ Θεός. Γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε· ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς. Ἀναφέρεται τοίνυν ἐπὶ τὸν Σωτῆρα τὸ Μεθ' ἡμῶν ὁ Θεός· οὕτω γὰρ ὠνομάζετο ἐν τοῖς κατόπιν ὁ ἐκ τῆς Παρθένου γεννώμενος, τῇ Ἑβραΐδι διαλέκτῳ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον Μεθ' ἡμῶν ὁ Θεός. Γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε. Ἐκ περιχαρείας δοκεῖ μοι ἡ φωνὴ ἀναφέρεσθαι τῶν ἐπεγνωκότων μὲν τὴν Χριστοῦ παρουσίαν, κατανενοηκότων δὲ τὴν δύναμιν τοῦ σταυροῦ φοβερὰν οὖσαν τοῖς ἔθνεσι. ∆ιὰ τοῦτο Γνῶτε (φησὶν) ἔθνη, καὶ ἡττᾶσθε, ἵνα ἡττηθέντες τὴν καλὴν ἧτταν καὶ συμφέρουσαν ὑμῖν, αἰχμαλωτισθῆτε εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ καὶ, διὰ τῆς εἰς τὸν Χριστὸν δου λείας, ἐλεύθεροι γένησθε τοῦ νόμου τῆς ἁμαρτίας. Πῶς οὖν ἡττᾶται τὰ ἔθνη; Ἐὰν ἐπιγνῷ τὸν Θεόν. Ἡττᾶται γὰρ σκότος τῇ τοῦ φωτὸς παρουσίᾳ, καὶ νικᾶται νόσος τῇ τῆς ὑγείας ἐπιδημίᾳ. Μόνον