1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

115

φαντασίας τινὰς περιισ τώντων, ἢ συμβουλὴν ἐχούσας πάθους σωματικοῦ, ἢ προαγο ρευούσας τὸ μέλλον. ∆ύνανται δὲ τὰ τοιαῦτα συνορᾷν οἱ δαίμονες· περὶ μὲν τὰ τοῦ σώματος πάθη, διὰ τὸ διορατι κώτεροι εἶναι τῶν ὑλικῶν ἰδιωμάτων, καὶ ἐπισκέφθαι ποιό τητας βοτανῶν, καὶ τὸ ἀπ' αὐτῶν πρὸς τὰ πάθη κατάλ ληλον. Περὶ δὲ τῶν μελλόντων πολλάκις προλέγουσι τὰ ἤδη γενό μενα, ἡμῖν δὲ μήπω ἐγνωσμένα, ὡς ἐσόμενα ἡμῖν ἀναγγέλ λουσιν. Οἷον εἴ τις καὶ παρ' ἡμῶν ἀκούσας παρουσίαν τινὸς, ταύτην τῷ προσδοκῶντι ὡς μέλλουσαν ἀναγγέλλοι, τὴν ἐκ τοῦ δοκεῖν προφήτης εἶναι δόξαν δι' ἀπάτης θηρώμενος. Οὕτω καὶ οἱ δαίμονες τὰ διατετυπωμένα, τὰ ἀποφάσει Θεοῦ δημοσιευ θέντα, ἀνήγγειλαν πολλάκις τοῖς πρὸς ἀπάτην εὐκόλως ἔχουσιν. Ὡς καὶ ἡ ἐγγαστρίμυθος τῷ Σαοὺλ διὰ τῶν δαι μόνων ἀνήγγειλε τὴν μέλλουσαν ἧτταν. ∆αίμονες γὰρ ἦσαν οἱ κατασχηματίζοντες ἑαυτοὺς εἰς τὸ τοῦ Σαμουὴλ πρόσ ωπον, οἳ διὰ τὸ ἀκηκοέναι τῆς ἐπὶ τῷ Σαοὺλ κατακρί σεως, ὡς ἰδίαν ἀπόφασιν τὴν ἐξενεχθεῖσαν παρὰ Θεοῦ διη γοῦνται. Ἐπὶ οὖν τὰς ἐκ τῶν δαιμόνων ἀπάτας προτρέπονται ἡμᾶς πολλάκις τὰ ἔθνη, λέγοντες· ἐκζητήσατε τοὺς ἐγγασ τριμύθους, τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας. Οὐδὲ γὰρ τολμῶσιν εἰπεῖν ἐξ οὐρανῶν αὐτῶν εἶναι τὰ ῥήματα. Ὡς καὶ ἡ ἐν ταῖς Βασιλείαις ἐκείνη διαλεγομένη τῷ Σαοὺλ ἔλεγεν, ὅτι Ὁρῶ ἐγὼ θεοὺς ἀναβαίνοντας ἀπὸ τῆς γῆς. Τοιαύτη γὰρ ἡ τῶν ἐγγαστριμύθων ἐπίνοια· ψυχὰς ἐπαγγέλλονται τετε λευτηκότων ἀνάγειν εἰς φανέρωσιν τῶν ἐπιζητουμένων· εἶτα τὴν ἑαυτοῦ γνώμην ἐπιφέρει, ἣν ἔχει περὶ τῶν τοιού των ἐπινοιῶν, καὶ ἀποφαίνεται αὐτοὺς ματαιολόγους, εἰ πών· Τοὺς κενολογοῦντας, οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν, ἤτοι ἀπὸ τοῦ θελήματος ἑαυτῶν φθεγγόμενοι. Οὐ γὰρ ἑτέ ρωθεν διδαχθεὶς λέγει, ἀλλὰ ἀναπλάσας ἐν τῇ ἑαυτοῦ καρδίᾳ τὸ ψεῦδος, τοῦ θελήματος τῶν ὁρώντων παραστοχαζόμενος, λέγει τὰ πρὸς ἀπάτην τῶν ἀνοήτων αὐτῷ χρησιμεύοντα. 8.220 Ἢ τάχα ἐκ τῆς κοιλίας φωνοῦσιν, Ὧν ὁ θεὸς ἡ κοιλία, οἱ πάντα πραγματευόμενοι, τῆς ἐν τῷ ἐσθίειν καὶ πίνειν ἕνεκεν ἡδονῆς. Ὥστε οὐκ ἄν τις ἁμάρτοι, εἰπὼν ἐγ γαστριμύθους καὶ ἐκ τῆς κοιλίας φωνοῦντας τοὺς ὑπὲρ τοῦ τὴν γαστέρα πληρῶσαι διδασκαλίαν σχηματιζομένους, καὶ εὐλαβείας ἑαυτοῖς περιτιθέντας μορφήν· οἳ διὰ τὸ μὴ ἀπὸ διαθέσεως τοὺς λόγους προφέρεσθαι, κενολογοῦσιν. Εἰ κότως· ὁ γὰρ μὴ ποιῶν, καὶ διδάσκων, ἀναξιόπιστός ἐστιν εἰς ὠφέλειαν. Τὸ δὲ Οὐκ ἔθνος πρὸς Θεὸν αὐτοῦ ἐκζητή σουσι, τοιοῦτόν ἐστιν, ὅτι ἕκαστον ἔθνος τῷ ἑαυτοῦ θεῷ προσάγει τὴν, περὶ οὗ βούλεται, μαθεῖν ζήτησιν. Καὶ ἐρω τηματικῶς χρὴ τυποῦσθαι τὴν ἀνάγνωσιν πρὸς τὴν σαφή νειαν τοῦ ῥητοῦ· Οὐχὶ ἔθνος πρὸς θεὸν αὐτοῦ ἐκζητήσουσιν; Ὥστε τοὺς ἔξω τῆς καθ' ἡμᾶς θεραπείας, ἀκολούθως τοῖς θεοῖς, οὓς ὑπέθεντο εἶναι θεοὺς, καὶ τὰς ἐπερωτήσεις προσ άγειν. Νεκροὺς γὰρ θεοὺς ὑποθέμενοι, αὐτοὺς ἐπερωτῶσι περὶ τῶν ζώντων. Νεκροὺς δὲ λέγει, ἤτοι τὰ ἄψυχα εἴδωλα, λίθους καὶ ξύλα, καὶ χαλκὸν καὶ χρυσόν· ἢ νεκροὺς λέγει τοὺς τὴν ζωὴν τὴν ἀληθινὴν διὰ τῆς ἀποστασίας ἀποβεβλη κότας. Ἢ τάχα καὶ πᾶσα τῶν ἐγγαστριμύθων λεγομένων ἡ πραγματεία, περὶ τὰ μνήματα στρέφεται, κἀκεῖθεν ἔχει τῆς μαγγανείας τὴν δύναμιν. Εἶτα δυσανασχετῶν ἐπὶ τῇ ἀνοίᾳ τῶν εἰδωλολατρούντων ὁ λόγος φησί· Τί ἐκζητή σουσι περὶ τῶν ζώντων τοὺς νεκρούς; Τί προσκυνεῖς τὸν λίθον, ὁ ἔμψυχος; τί ἐρωτᾶς τὸν κωφὸν, ὁ λογικός; Ὑπὲρ τοῦ παιδὸς ἱκετεύεις τοῦ ζῶντος τὸν ζωὴν οὐκ ἔχοντα, τὸν ζωῆς ἐστερημένον, τὸν ἄπνουν; Κἂν εἰς μαντεῖον ἀπέλθῃς, κἂν καθαρμοὺς περινοῇς, πρὸς νεκροὺς ἀπῆλθες, καὶ αὐτοὺς τὴν ζωὴν ἀπολωλεκότας καὶ σοὶ μέλλοντας διὰ τῆς παρακοῆς τὴν νέκρωσιν ἐμποιεῖν. 8.221 Νόμον δέδωκεν εἰς βοήθειαν, ἵνα εἴπωσιν· Οὐχ ὡς τὸ ῥῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ. Μὴ πολυπραγμόνει τὸ μέλλον, ἀλλὰ τὰ παρόντα πρὸς τὸ χρήσιμον διατίθεσο. Τί γὰρ ὄφελος ἐκ τοῦ προλαβεῖν σε τὴν γνῶσιν; Εἰ μὲν ἀγαθὸν ἔσται τὸ ἐσόμενον, ἥξει, κἂν μὴ προγνῷς· εἰ δὲ λυπηρὸν, τί