1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

116

σοι τὸ κέρδος προδαπανᾶσθαι τῇ λύπῃ; Νόμον ἔλαβες εἰς βοήθειαν. Μεγάλη μὲν ἦν σοι καὶ ἡ ἐκ φύσεως ἐνυπάρχουσα πρὸς τὸ καλὸν ἐπιτηδειότης, ἀλλὰ τοῦτο τελειῶν ὁ Θεὸς καὶ τὴν ἐκ τοῦ νόμου σοι χει ραγωγίαν προσέθηκε. Βούλει περὶ τῶν μελλόντων πεπεῖ σθαι; Ποίει τὰ διατεταγμένα κατὰ τὸν νόμον, καὶ ἀνά μενε τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν. Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι. Ἐπιθυμεῖς τῶν ἀγαθῶν; Ποίει τὰ διατεταγμένα. Μὴ ἐρώτα τὸν μάντιν περὶ τῆς ὑγείας, ἀλλ' ἀνάσχου τοῦ ἰατροῦ, ὑποτιθεμένου τὰ πρὸς ὑγείαν, ὧν αὐτὸς εἶ κύριος. Τί παρ' ἑτέρου διδάσκῃ; Οὐδεὶς μάντις ἀθανασίαν χαρίζεται, οὐδεὶς ἀνάγει πρὸς οὐρανόν· οὐδείς σε τῷ κριτῇ ἐν παῤῥησίᾳ παρίστησιν, ἀλλ' ὁ νόμος καὶ ἡ τούτου ἀκριβὴς τήρησις· ὃν τηρῶν, μὴ πολυ πραγμόνει τὸ μέλλον, ἀλλ' ἀνάμενε τὴν ἀντίδοσιν. Νόμον οὖν ἔδωκεν εἰς βοήθειαν, ἵνα εἴπωσιν· Οὐχ ὡς τὸ ῥῆμα τοῦτο περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ. Οὗτος δὲ ὁ νόμος οὐκ ἔστιν ὡς τὸ ῥῆμα τοῦτο τοῦ ἐγγαστριμύθου. οὐ γὰρ πρὸς ἀπάτην ἐπινενόηται, ὥσπερ ἐκεῖνα, ἀλλὰ ἀλη θείας ἐστὶ διδάσκαλος. Κἀκεῖνοι μὲν ἐπ' ἀργυρίῳ μαντεύον ται· τοῦτο γάρ ἐστι τὸ καταγέλαστον, ὅτι καὶ ἀργύριον αὐτοῖς τελοῦσι, μισθὸν τοῦ ψεύδους, οἱ ἀπατώμενοι. Τοῦτο δὲ τὸ ῥῆμα, τουτέστι τοῦ νόμου, οὔκ ἐστι τοιοῦτον, ὥστε δῶρα δοῦναι περὶ αὐτοῦ. Οὐδεὶς γὰρ τὴν χάριν τοῦ Θεοῦ ἀποδίδοται· ∆ωρεὰν (φησὶν) ἐλάβετε, δωρεὰν δότε. Ὁρᾷς πῶς ἠγανάκτησε Πέτρος ἐπὶ τῷ Σίμωνι, ἀργύριον ὑπὲρ τῆς τοῦ Πνεύματος χάριτος προσκομίσαντι· Τὸ γὰρ ἀρ γύριόν σου (φησὶ) σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι ἐνόμισας τὴν δωρεὰν τοῦ Θεοῦ διὰ χρημάτων κτᾶσθαι. Οὔκ ἐστιν οὖν ὁ τοῦ Εὐαγγελίου λόγος, ὡς τὰ πωλούμενα ῥήματα παρὰ τῶν ἐγγαστριμύθων. Τί γὰρ ἄν τις δοίη ἄξιον αὐτῶν ἀντάλ λαγμα; Ἄκουε τοῦ ∆αβὶδ ἀποροῦντος καὶ λέγοντος· Τί ἀνταποδώσω τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Οὐκ ἔστιν οὖν δῶρα δοῦναι περὶ τούτου ἀντάξια τῆς ἀπ' αὐ τοῦ χάριτος. Ἓν δῶρον ἄξιον, ἡ φυλακὴ τοῦ δωρηθέντος. Ὁ δούς σοι τὸν θησαυρὸν, οὐχὶ τιμὴν ἀπαιτεῖ τοῦ δοθέντος, ἀλλὰ φυλακὴν ἀξίαν τοῦ δεδομένου. 8.222 Καὶ ἥξει ἐφ' ὑμᾶς σκληρὰ λιμὸς (φησί) καὶ ἔσται, ὡς ἂν πεινάσητε· λυπηθήσεσθε καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ πάτρια. Ὁ πάντα πρὸς σωτηρίαν οἰκονομῶν, Κύριος, ἐπάγει ποτὲ καὶ λιμὸν ἐπὶ συμφέροντι τῶν παιδαγωγουμένων. Ἐκά κωσα γάρ σε (φησὶ) καὶ ἐλιμαγχόνησα, ἵνα εὖ σε ποιήσω. Σκληρὰν τοίνυν λιμὸν λέγει τὴν ἀπαραμύθητον, τὴν ἀνεπι νόητον. Εἰσὶ γὰρ λιμῶν διαφοραί. Αἱ μέν εἰσι κατὰ ἐπί λειψιν σίτου μόνον γινόμεναι· αἱ δὲ καὶ κατὰ τὴν τῶν λοι πῶν ἀπορίαν, τῶν ἐσθίεσθαι δυναμένων. Αὕτη γάρ ἐστιν ἡ σκληρὰ λιμὸς, ἣν ἐπάγειν ὁ λόγος ἐπαγγέλλεται, ὥστε διὰ τῆς ἐνδείας λύπην ἐμποιῆσαι, σωτηρίαν ἀμεταμέλητον ἐνεργάσασθαι δυναμένην. Ὅταν δὲ λυπηθῶσι κατὰ Θεὸν, τότε κακῶς ἐροῦσι τὸν ἄρχοντα καὶ τὰ πάτρια. Τίς ἐστιν ὁ ἄρχων, ὁ παρὰ τῶν καλῶς λυπουμένων κακη γορούμενος; Ἦ δηλονότι ὁ ἄρχων τοῦ κόσμου τούτου, ὃν κακῶς ἐροῦσιν ἐκ μετανοίας, ὅταν εἰς συναίσθησιν τῆς ἀπ' αὐτοῦ βλάβης ἔλθωσι. Κακηγοροῦσι δὲ καὶ τὰ πάτρια. Πάτρια δὲ τῶν ἐν ἁμαρτίαις ζώντων αἱ τοῦ βίου πραγμα τεῖαι, αἷς οἱ φιλόδοξοι πάντες ἐμπλέκονται. Πάτριά ἐστι τῷ ἁμαρτωλῷ τὰ ἔργα τῆς σαρκὸς (μοιχεία, πορνεία, ἀκαθαρσία· ἀσέλγεια, εἰδωλολατρεία, πάθος· ἐπιθυμία κακή). Πάτριά ἐστι δόλος καὶ ψεῦδος, ἐπιβουλαὶ καὶ ῥᾳδιουργίαι καὶ ὑποκρίσεις. Ὁ τοίνυν ἀνανήψας, οἷον ἀπό τινος μέθης, τῶν τοῦ κόσμου πραγμάτων, κακῶς μὲν ἐρεῖ τὸν ἄρχοντα αὐτοῦ, τὸν κα θηγησάμενον αὐτῷ πρὸς τὰ τῆς ἀπωλείας ἔργα. Κακῶς δὲ ἐρεῖ καὶ τὰ πάτρια, οἷς συζῶν, τὸν δεδομένον ἡμῖν παρὰ τοῦ Θεοῦ νόμον εἰς βοήθειαν οὐκ ἐδέχετο. Οὐ δύνασαι ὑπὸ τὸν ἀληθινὸν γενέσθαι βασιλέα, ἐὰν μὴ κακῶς εἴπῃς τὸν ἄρ χοντα. ∆ιὰ τοῦτο ἐδίδαξέ σε ἡ Ἐκκλησία λέγειν· ἀπο τάσσομαί σοι, Σατανᾶ. Αὕτη τοῦ ἄρχοντος ἡ κακηγορία. Τίς δὲ ἡ τῶν πατρίων; Ἀποτάσσομαι