1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

118

ὅριον. Ἐπὶ τὸν θρόνον ∆αβὶδ καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶ σαι αὐτὴν, καὶ ἀντέχεσθαι ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα. Ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα. Εὐαγγελίζεσθαι μέλλων τὰ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως ὁ λόγος, ὥσπερ τινὰ πρότασιν ὀρέγων πνευματικῆς εὐφροσύ νης, οὕτω δεξιοῦται τὸν εὐαγγελιζόμενον· Τοῦτο πρῶτον πίε. Ὁ πίνων πρῶτον, εἰς ἑαυτὸν καταδέχεται τὸ ποτὸν, μετ' ἐπιθυμίας αὐτὸ προσιέμενος. Τότε γὰρ μάλιστα καὶ ἡ ἀπ' αὐτοῦ χάρις ἀναδίδοσθαι πέφυκεν, ὅταν μὴ ναυτιῶν, μηδὲ ἀποβλύζων, ἀλλὰ δι' ὑπερβολὴν ξηρότητος ἐφιέμενος τῆς ἐκ τοῦ ποτοῦ παραμυθίας, καὶ ταῖς νοτίσι τοῦ ποθέντος ἑαυτὸν διυγραίνει. ∆ιὰ τοῦτο καὶ νῦν ὁ εὐαγγελιζόμενος ὡς δεδι ψηκότι λαῷ τὴν προσδοκωμένην χάριν, φησί· Τοῦτο πρῶτον πίε. Ὑπόδεξαι τῇ ψυχῇ τὴν εὐφροσύνην, ἔνθου τὸ δόγμα τῆς σωτηρίας. Μὴ δεύτερον ἄλλου ἡγήσῃ, μηδὲ προτιμότερόν τι τούτου νομίσῃς ἕτερον. Πρὸ πάντων ἐστίν. Οὔτε σοί τι πρό τερον νοηθῆναι δύναται τοῦ Κτίσαντός σε, οὔτε τῇ φύσει τιμιώτερόν τι, τοῦ Πρωτοτόκου πάσης κτίσεως. Πρῶτον πίε. Μάθε ὅτι ἐν ἀρχῇ ἦν ὁ Λόγος. Οὐδὲν πρὸ ἀρχῆς, οὐδὲν πρὸ τοῦ ἐν ἀρχῇ. Μὴ αἰῶνα προπίῃς, μὴ διάστημα, μὴ τόπον ἔρημον τῆς Υἱοῦ ὑπάρξεως· μὴ χρόνον, μὴ καιρόν· μηδὲν τῶν κατὰ φαντασίαν ματαίων, δυναμένων τῇ ψυχῇ ἐγγί νεσθαι. Τοῦτο πρῶτον πίε, ταχὺ ποίει. Μὴ χαύνως, μηδὲ καταβεβλακευμένως, μηδὲ ἀσπούδως, μηδὲ ἐκλύτως ἐπὶ τὴν τοῦ ἔργου ἔρχου παραδοχὴν, ἀλλὰ συν τόνως καὶ κατεσπευσμένως. Οἷος ἦν Παῦλος· ὁμοῦ τε ἔπινε τὴν πίστιν, καὶ οὐδένα καιρὸν ἀνεβάλλετο πρὸς τὸ κήρυγμα· ὅς γε οὐδὲ προσανέθετο σαρκὶ καὶ αἵματι, ἀλλ' εὐθὺς, ὥσπερ τις δρομεὺς, ὁμοῦ τε ἔλαβε τὸ τοῦ δρόμου σύνθημα, καὶ πρὸς τὸ τέλος ἐπείγετο, κατὰ σκοπὸν διώκων, εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως. 9.225 Χώρα Ζαβουλών. Πρὸς τοὺς αὐτοὺς ἀποτείνεται ὁ Προφήτης, πρὸς οὓς ἐπεχωρίαζεν ὁ Κύριος, οἵτινες πρότερον ἐν τῷ σκότει τῆς ἀγνοίας πορευόμενοι, ἐν τῇ ἀνατολῇ τοῦ φωτὸς τοῦ ἀληθινοῦ, Ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, εἶδον φῶς μέγα. Καὶ μηδεὶς οἰέσθω διαφωνίαν ἔχειν πρὸς τὸ προ φητικὸν ῥητὸν τὰ παρὰ τοῦ Ματθαίου, εἴπερ ὁ μὲν εἶπεν· Ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ὁ δὲ Ἡσαΐας φαίνεται εἰρηκώς· Ὁ πορευόμενος ἐν σκότει. Ἴσον γὰρ δύναται καὶ τὸ ἐν σκότει πορεύεσθαι, καὶ τὸ καθέζεσθαι, διότι τοῦ ἀποκειμένου τέλους ὁμοίως ἀμφότεροι ἀπολείπονται· ὁ μὲν μὴ κινούμενος, ὁ δὲ εἰκῆ περιερχόμενος. Καὶ γὰρ ὁ ἄνευ σκοποῦ βαδίζων, οὐδαμοῦ προχωρεῖ, καὶ ὁ ἐν ἀργίᾳ πεπεδημένος οὐκ ἐφικνεῖται τοῦ τέλους. Οὗτος τοίνυν ὁ λαὸς, ὁ ἐν τῇ ἐθνικῇ ἀγνοίᾳ ἐσκοτω μένος, εἶδε φῶς, οὐχ οἷον τὸ ἀπὸ πυρὸς, οὐδὲ οἷον τὸ ἀπὸ ἀστέρων ἢ σελήνης, οὐδὲ οἷον τὸ ἡλιακὸν ἢ ἀστραπαῖον· ἀλλὰ φῶς μέγα, ὃ καὶ νοητοῖς ἐπιλάμπει καὶ αἰσθητοῖς, ὃ καὶ Πατρὶ σύνεστι, καὶ ἀνθρώπους φωτίζει, καὶ Ἀγγέλους φαιδρύνει, καὶ πᾶσιν ἐπαρκεῖ, καὶ ἔτι ἑαυτοῦ τὰς αὐγὰς ἔχει ὑπερτεινομένας πρὸς τὸ πλεῖον. Ὁ δὲ λαὸς ὁ τῶν ἐθνῶν ᾤκει ἐν χώρᾳ ποδαπῇ; Σκιαζομένῃ ὑπὸ τοῦ θανάτου. Οἱονεὶ γὰρ νεφέλη βαθεῖα ἐπέκειτο αὐτοῖς, διὰ τῆς εἰδωλολατρείας, ἕως ἐλθὸν τὸ φῶς διέκοψε μὲν τὴν ἀχλὺν, ἐφήπλωσε δὲ αὐτοῖς τῆς ἀληθείας τὸ φέγγος. Εἶτα πρὸς αὐτὸ τὸ τοῦ Κυρίου πρόσωπον μεταβαίνει ὁ λόγος. Τί λέγων; Τὸ πλεῖστον τοῦ λαοῦ, ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου. Οὐ γὰρ πάντες ἐδέξαντο τὸν λόγον, ἀλλ' οἱ πλεῖστοι ἠκολούθησαν τῷ καλοῦντι εἰς εὐφροσύνην αἰώνιον, οἵτινες καὶ εὐφρανθήσονται ἐνώπιον τοῦ Θεοῦ, Ὡς οἱ εὐφραι νόμενοι ἐν ἀμήτῳ. Ὃ γὰρ σπείρει ἕκαστος, τοῦτο καὶ θερίσει. Ἐν οὖν τῇ ἡμέρᾳ τῆς ἀνταποδόσεως οἱ τὸν λόγον δεξάμενοι καὶ καρποφορήσαντες κατὰ ἀναλογίαν τῶν ἐνταῦθα αὐτοῖς προκαταβεβλημένων, κομιζόμενοι παρὰ τοῦ δικαίου Κριτοῦ τὰς ἀντιμισθίας, εὐφρανθήσονται Ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα. Οἱ μὲν εὐφραινόμενοι ἐν ἀμήτῳ, ἐκ τῶν ἰδίων πόνων τὰς ἀρχὰς τῆς εὐφροσύνης ἔχουσιν· οἱ δὲ ἀπὸ σκύλων πλου τοῦντες, ἀθρόαν