1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

120

συγκληρονόμα καὶ σύσσωμα, αὐτοῦ γὰρ τούτου, οὗ ἡ ἀρχή ἐστιν ἐπὶ τοῦ ὤμου αὐτοῦ, τουτέστιν, ἡ βασιλεία καὶ ἡ δύναμις ἐν τῷ σταυρῷ. Ἐπὶ τοῦ σταυροῦ γὰρ ὑψωθεὶς, πάντας εἴλκυσε πρὸς Ἑαυτόν. Ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, εἰρήνην καὶ ὑγείαν αὐτῷ. Μεγάλη ἡ ἀρχὴ αὐτοῦ καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον. Ἐκ τούτου παρίσταται, ὅτι ἐκ τοῦ Πατρικοῦ Προσώ που ἐστὶ τὰ λεγόμενα. ∆ιὰ τὸ εἰρηνοποιῆσαι αὐτὸν διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς, εἴρηται τὸ Ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, καὶ ὑγείαν αὐτῷ. Οἶμαι τὸ τῆς ἀναστάσεως δείκνυσθαι διὰ τούτου μυστήριον. Ἐπειδὴ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ζῇ δὲ ἐκ δυνάμεως Θεοῦ· διὰ τοῦτο ὑγεία ἄγεσθαι αὐτῷ λέγεται, ἐπὶ τὴν ἀσθένειαν τῆς σαρκὸς, ἣν ὑπὲρ ἡμῶν ἀνείληφε. Καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον. Εἰρήνην (φησὶ) δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν, ἐγὼ δίδωμι ὑμῖν. ∆ιὰ τοῦτο οὐκ ἔστιν ὅριον τῆς εἰρήνης αὐτοῦ, ἐπειδὴ ὑπερκόσ μιόν ἐστι τὸ δῶρον· εἰ γὰρ ἐκ τοῦ κόσμου ἦν, συναπηρτίσθη ἂν τῇ τοῦ κόσμου συστάσει. Νῦν δὲ ὁ δεξάμενος αὐτοῦ τὴν εἰρήνην καὶ φυλάξας εἰς τὸν αἰῶνα χρόνον, τοῖς ἐκ τῆς εἰρήνης καλοῖς συμβιώσεται. Ἡ Σολομῶντος εἰρήνη γεγραμμένοις ἔτεσι περιωρίζετο· ἡ δὲ παρὰ τοῦ Κυρίου εἰρήνῃ τῷ αἰῶνι παντὶ συμπαρεκτείνεται, ἀπεριόριστος οὖσα καὶ ἀτερμάτιστος. Πάντα γὰρ ὑποταγήσεται αὐτῷ, καὶ πάντα ἐπιγνώσεται τὴν αὐτοῦ δεσποτείαν· καὶ ἐπειδὰν γένηται ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι, καθησυχασθέντων τῶν θορυβούντων ταῖς ἀποστασίαις, ἐν εἰρηνικῇ συμφωνίᾳ τὸν Θεὸν ὑμνήσουσιν. Ἐπὶ τὸν θρόνον ∆αβὶδ καὶ ἐπὶ βασιλείαν αὐτοῦ, κατορ θῶσαι αὐτήν. ∆ιὰ τὸ εἰρῆσθαι, ὅτι Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, πάντες σχεδὸν ὁμοφώνως ἐκ σπέρματος ∆αβὶδ εἶναι τὸ κατὰ σάρκα τὸν Κύριον, καταγγέλλουσιν. Ἐπὶ οὖν τὸν θρόνον ∆αβὶδ καὶ τὴν βασιλείαν αὐτοῦ καθήσεται, ὥστε κατορθῶσαι αὐτὴν, καὶ ἀντέχεσθαι αὐτῆς ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ. Τὰ κρίματά σου (φησὶν) ἄβυσσος πολλή· καὶ Ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ. Οὔτε οὖν τὰ κρίματα καταληπτὰ, οὔτε ἡ δικαιοσύνη κατ' ἀξίαν τοῦ ὕψους θεωρητή. Καὶ ταῦτα ποιήσει ὁ ζῆλος Κυρίου Σαβαώθ. Ζηλώσας ἡμᾶς, τοὺς ἀπολλυμένους τῇ ἀγνοίᾳ, δέξεται, ὑπὲρ τοῦ περι ποιήσασθαι εἰς τὴν ἑαυτοῦ βασιλείαν, τὴν ἐν ἀνθρώποις οἰκονομίαν. Ὁ οὖν ζῆλος Κυρίου Σαβαὼθ, τοῦ Θεοῦ τῶν στρατιῶν, ᾧ πᾶσα δύναμις ὑποτέτακται, οὗτος ταῦτα ποιήσει. 9.228 Λόγον ἀπέστειλε Κύριος ἐπὶ Ἰακὼβ καὶ ἦλθεν ἐπὶ Ἰσραήλ. Καὶ γνώσονται πᾶς ὁ λαὸς τοῦ Ἐφραῒμ καὶ οἱ καθήμενοι ἐν Σαμαρείᾳ, ἐφ' ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέ γοντες· Πλίνθοι πεπτώκασιν· ἀλλὰ δεῦτε, λαξεύσωμεν λί θους καὶ κόψωμεν συκαμίνους καὶ κέδρους, καὶ οἰκοδομή σωμεν ἑαυτοῖς πύργον. Ἐν τῇ προσηγορίᾳ τοῦ Ἰακὼβ καὶ τοῦ Ἰσραὴλ δύο πραγμάτων ἔννοιαν ὑποβάλλειν ἡμῖν ὁ λόγος ἔοικε· τήν τε εἰσαγωγὴν τῶν ἀτελεστέρων, καὶ τὴν ἐπὶ τὸ ἀκρό τατον τῆς ἀρετῆς τελείωσιν. Τοῦτον δὲ ἡμῖν ὑποβάλλει τὸν νοῦν ὁ τρόπος τῆς μετωνομασίας τοῦ πατριάρχου· ἐπὶ μὲν γὰρ τῇ γενέσει, διὰ τὸ ἐπειλῆφθαι τῆς πτέρνης τοῦ ἀδελφοῦ, Ἰακὼβ εἴρηται· μετὰ δὲ τὴν πάλην, ἀντὶ ἄθλου δίδοται αὐτῷ ἡ προσηγορία ὡς νενικηκότι· Οὐ γὰρ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἰακὼβ, ἀλλὰ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου. Ἀπεστάλη τοίνυν Λόγος πρὸς Ἰακὼβ, καὶ ἦλθεν ἐπὶ τὸν Ἰσραήλ. ∆ιὰ μὲν γὰρ ἐλεημοσύνην τοῖς ἀσθενεστέροις πρώτοις συγκαταβαίνει ὁ Λόγος· οἱ δὲ διο ρατικώτεροι, αἰσθανόμενοι τῆς ἀπ' αὐτοῦ ὠφελείας, οἱονεὶ διαρπάζουσιν αὐτὸν, τὴν πρὸς οὓς ἀπεστάλη, νωθρότητα προλαμβάνοντες. Λόγον οὖν ἀπέστειλε Κύριος ἐπὶ Ἰακώβ. Οἶδας τὸν Λόγον, τὸν ἐν ἀρχῇ ὄντα, τὸν πρὸς τὸν Θεὸν ὄντα; Τοῦτον ἀπέστειλεν ὁ Πατὴρ ἐπὶ Ἰακώβ. Ἐγνώρισε δὲ αὐτὸν ὁ ἀληθινὸς Ἰσραὴλ, αἱ ψυχαὶ αἱ διορατικώτεραι. Καὶ ἐπέγνω πᾶς ὁ λαὸς Ἐφραῒμ, οἱ πρότερον καθήμενοι ἐν Σα μαρείᾳ, ἐφ' ὕβρει καὶ ὑψηλῇ καρδίᾳ. Οὗτός ἐστιν Ἐφραῒμ, ἐξ οὗ βλαστήσας ὁ ἀποστάτης Ἱεροβοὰμ, τὰς δέκα φυλὰς ἑαυτῷ