1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

124

ἐγράψατε, τοῦ κρίνοντος ζῶντας καὶ νεκρούς. Κατηγορία ὑμῶν ἔσται τὰ ὑμέτερα γράμματα. 10.234 Εἶτά φησι· Ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν; Οἱ φανητιῶντες καὶ τῆς ἀνθρωπίνης τιμῆς ἀντεχόμενοι καὶ αἱρεσιαρχεῖν ἐπιθυμήσαντες, ἵνα ὀνόματος τύχητε, καὶ διὰ τοῦτο λαλήσαντες ἀδικίαν εἰς τὸ ὕψος, ποῦ τότε ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως καταλείψετε τὴν δόξαν ὑμῶν; Ὑποκάτω δὲ (φησὶν) οἱ τοιοῦτοι τῶν ἀνῃρημένων πεσοῦνται. Νῦν προσ τάτης εἶ τῶν ἐξηπατημένων καὶ θαυμάζῃ παρ' αὐτῶν, ὄνομα διδασκάλου καὶ καθηγητοῦ περιφέρων, σεμνυνόμενος παρ' αὐτῶν καὶ μακαριζόμενος· τότε δὲ τούτων αὐτῶν ἀτι μότερος ἔσῃ, τῶν ὑπὸ σοῦ πεφονευμένων. Φόνος γάρ ἐστι ψυχῆς, ψευδοδοξίας παραδοχή. Ὑποκάτω οὖν τούτων ἔσῃ πεπτωκὼς, καὶ τὸ τῶν ἀνῃρημένων ὑπὸ σοῦ βάρος ἐπικεί σεταί σοι. Ἐπειδὴ δὲ ἕκαστος ἡμῶν διὰ τοῦ βίου οἱονεὶ χειρόγραφα ἡμῶν γράφομεν, τῷ μνημονικῷ ἡμῶν τοὺς τύπους τῶν πραγ μάτων ἐναποσφραγιζόμενοι, τάχα καὶ τοὺς τοιούτους ταλα νίζει ὁ λόγος, ὡς γράφοντας πονηρίαν. Ἡ μὲν γὰρ καρδία τῶν δικαίων καταγέγραπται οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος· ἡ δὲ τῶν ἀδίκων καρδία οὐ Πνεύματι Θεοῦ ζῶντος, ἀλλὰ μέλανι τῷ συγγενεῖ τοῦ σκότους καὶ ἐχθρῷ τοῦ φωτός. Ὥστε ἕκαστος ἢ ὑπὲρ ἑαυτοῦ συγγράφει, τὰ ἀγαθὰ πράσσων, ἢ καθ' ἑαυτοῦ ποιῶν χειρόγραφα κατατίθεται πονηρά. Ἔστιν οὖν τι χειρόγραφον καθ' ἡμῶν, χειρογραφούμενον ὑπὸ τῶν ἡμετέρων χειρῶν, ὅταν πράξωμεν τὰ χείρονα· καὶ ἔστι τι ὑπὲρ ἡμῶν χειρόγραφον, ὅταν πράσσωμεν τὰ βελτίονα. Ἤδη δέ τινες καὶ τὰ ἐν συμβολαίοις γράμματα ῥᾳδιουρ γοῦντες καὶ παραποιοῦντες χαρακτῆρας γραμμάτων ἐν κτή σεσιν ἀγρῶν καὶ διαθήκαις καὶ ὑποθήκαις, καὶ συναλλάγμασι ποικίλοις, ὅσα διὰ τῆς τῶν γραμμάτων ἀποδείξεως τὴν σύσ τασιν ἔχει, γράφοντες· καὶ οἱ τοιοῦτοι πονηρίαν γράφουσι, διαστρέφοντες τὸ δίκαιον κρίμα ἐπὶ τῶν πτωχῶν καὶ διαρπά ζοντες τὰ τῶν πενήτων τοῦ λαοῦ, ὥστε εἶναι αὐτοῖς χήραν εἰς κατάβρωμα, καὶ ὀρφανὸν εἰς κέρδος. Οἷα τὰ ἐν ταῖς τῶν πολέμων προνομαῖς τοῖς κρατοῦσι προσγίνεται, οὓς ὑπομιμνήσκει ὁ λόγος, ὅτι Τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; Τὴν τῆς κρίσεως ἡμέραν καὶ τῆς κατ' ἀξίαν τῶν ἑκάστῳ πεπλημμελημένων ἀνταποδόσεως, ἐπισκοπῆς εἶπεν ἡμέ ραν, ἣν τούτοις ἀπειλεῖ, ὅτι Ἡ θλίψις ὑμῶν πόῤῥωθεν ἥξει. Νοήσωμεν δὲ τί λέγει, Πόῤῥωθεν, οὕτως. Ἡ σωτηρία ἡμῶν οὐ πόῤῥωθεν, ἀλλ' ἐγγὺς ἡμῶν ἐστι· Θεὸς γὰρ (φησὶν) Ἐγγίζων ἐγώ εἰμι· καὶ Ἐγγιῶ αὐτοῖς μᾶλλον ἢ ὁ χιτὼν τοῦ χρωτὸς αὐτῶν· καὶ πάλιν. Ἡ ἐντολὴ αὕτη (φησὶν) ἣν ἐν τέλλομαί σοι σήμερον, οὐχ ὑπέρογκός ἐστιν, οὐδὲ μακράν ἐστιν ἀπὸ σοῦ. Οὐκ ἐν τῷ οὐρανῷ ἄνω ἐστὶ, λέγων· Τίς ἀναβήσεται εἰς τὸν οὐρανὸν καὶ λήψεται αὐτὴν ἡμῖν; Οὐδὲ πέραν τῆς θαλάσσης, λέγων· Τίς διαπεράσει ἡμῖν εἰς τὸ πέραν τῆς θαλάσσης καὶ λάβῃ αὐτὴν ἡμῖν, καὶ ἀκούσαντες αὐτὴν ποιήσομεν; Ἐγγύς σού ἐστι τὸ ῥῆμα, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου. Καὶ ὁ Κύριος δὲ ἡμῶν· Ἡ βασι λεία τοῦ Θεοῦ (φησὶν) ἐντὸς ὑμῶν ἐστι. Τὰ μὲν οὖν κρείτ τονα καὶ δι' ὧν ἡ σωτηρία, ἐγγὺς ἡμῶν ἐστι καὶ ἐντός· τὰ δὲ ἐναντία, ἡμῶν πόῤῥωθεν ἔρχεται, ἐκτὸς ἡμῶν τυγχά νοντα. Οὐ γὰρ τῇ κατασκευῇ ἡμῶν ἐνυπάρχει ἡ ἁμαρτία, ἀλλ' ὕστερον ἐπιγεγένηται. ∆ιὰ τοῦτο καὶ ἡ θλίψις, ἡ ἐπὶ τοῖς πλημμελήμασιν ἐπαγομένη, πόῤῥωθεν ἥξειν ἀπειλεῖται παρὰ τοῦ Προφήτου. 10.235 Οὐαὶ Ἀσσυρίοις. Ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ ὀργή ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν. Τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ καὶ τῷ ἐμῷ λαῷ συντάξω ποιῆσαι σκῦλα καὶ προνομὴν καὶ καταπατεῖν τὰς πόλεις καὶ θεῖναι αὐτὰς εἰς κονιορτόν. Αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη καὶ τῇ ψυχῇ οὐχ οὕτω λελόγισται, ἀλλ' ἀπαλλάξει ὁ νοῦς αὐτοῦ καὶ τοῦ ἐξολοθρεῦσαι ἔθνη οὐκ ὀλίγα. Καὶ ἐὰν εἴπωσιν αὐτῷ· «Σὺ μόνος εἶ ἄρχων» ἐρεῖ «Οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βα βυλῶνος καὶ τὴν Χαλάνην, οὗ ὁ πύργος ᾠκοδομήθη· καὶ ἔλαβον τὴν Ἀραβίαν καὶ ∆αμασκὸν καὶ Σαμάρειαν. Ὃν τρόπον