1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

125

ταύτας ἔλαβον, καὶ πάσας τὰς ἀρχὰς λήψομαι». ∆ιὰ τὸ πλῆθος τῶν ἀνομιῶν τοῦ λαοῦ, Ἀσσύριοι αὐτοῖς ἐπάγονται· οὐ διὰ τὴν ἑαυτῶν δικαιοσύνην, ἀλλὰ διὰ τὴν ὑπερ βάλλουσαν τοῦ λαοῦ ἀδικίαν. Ἀλλ' ὅμως καὶ οὗτοι (μὴ νοοῦν τες ὅτι ἀντὶ μάστιγος παιδευτικῆς κατὰ τοῦ τὰ θεῖα νόμιμα παραβαίνοντος λαοῦ δέδονται, ἀλλ' ἐφ' ἑαυτοῖς, ὡς δή τινα δύναμιν κεκτημένοις, μεγαλυνόμενοι) ταλανίζονται παρὰ τοῦ λόγου· Οὐαὶ ὑμῖν, Ἀσσύριοι, οἵτινες ῥάβδος ἐστὲ τοῦ θυμοῦ μου, ὄργανον κολαστικόν ἐστε· οὐκ οἰκείᾳ δυνάμει ποιεῖτε, ἀλλὰ τῇ τοῦ Κινοῦντος ἐνεργείᾳ τοῖς ἀξίοις τοῦ συντριβῆναι ἐπάγεσθε. Καὶ ὀργὴ (φησὶν) ἐστὶν ἐν ταῖς χερσὶν αὐτῶν. Τὴν παίδευσιν ἐνταῦθα φανερῶς ὀργὴν ὀνομάζει, ὡς καὶ ὁ ψαλ μῳδός· Μηδὲ τῇ ὀργῇ σου, παιδεύσῃς με. Παίδευσις οὖν τοῦ Ἰσραὴλ ἐν ταῖς χερσίν ἐστι τῶν Ἀσσυρίων. Τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ. Τὴν κόλασιν τῷ μὴ κατὰ τὸν νόμον, τὸν διατεταγμένον αὐτῷ βιοῦν ἀνεχομένῳ λαῷ, ἐπάξω. Καὶ τῷ ἐμῷ λαῷ συντάξω ποιῆσαι σκῦλα. ∆ιὰ τὴν φιλανθρωπίαν ἔτι ἴδιον ὀνομάζει λαὸν τὸν ἀνομήσαντα ὁ ἀγαθὸς Θεός. Ὅτι μὲν γὰρ ἠνόμησε, τὴν ὀργὴν ἀποστέλλει· ἐπεὶ δὲ αὐτὸν ἅπαξ εἵλετο διὰ τὴν ἐκλογὴν τῶν πατέρων, οὐκ ἀπαρνεῖται αὐτοῦ τὴν οἰκείωσιν. Συντάσσω οὖν (φησὶ) ποιῆσαι σκῦλα καὶ προνομὴν καὶ καταπατεῖν τὰς πό λεις καὶ θεῖναι αὐτὰς εἰς κονιορτόν· ἵνα εἰδῶμεν, ὅτι πάντα ὅσα πάσχομεν σκυθρωπὰ, ἐκ τῆς θείας διαταγῆς ὑπομένομεν. Οὐκ ἐᾷ γὰρ ἡμᾶς ἐκδότους ταῖς πονηραῖς καὶ κολαστι καῖς δυνάμεσιν, ἀλλ' αὐτὸς τὰ μέτρα ὁρίζει τῶν κολάσεων, στοχαζόμενος τῆς δυνάμεως τῶν θεραπευομένων. Σκῦλα μὲν οὖν ἐστι τὰ τοῖς νεκροῖς, τοῖς πεσοῦσιν ἐν πολέμῳ περικείμενα, εἴτε ὅπλα, εἴτε ἐσθὴς, εἴτε τις ἕτερος κόσμος· προνομὴ δὲ, ἡ διανομὴ τῶν λαφύρων, κατὰ τὴν ἀξίαν τῶν κεκρατηκότων διανεμομένη. Ἐκελεύσθησαν οὖν οἱ Ἀσσύριοι σκυλεῦσαι τὸν Ἰσραὴλ καὶ προνομεῦσαι καὶ καταπατῆσαι αὐτοῦ τὰς πόλεις καὶ θεῖναι εἰς κονιορτόν. 10.236 Αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη, καὶ τῇ ψυχῇ οὐχ οὕτω λελόγισται· ἀλλ' ὑπερήρθη τῇ διανοίᾳ, οὐχ ὡς διὰ τὰ ἁμαρτήματα τοῦ λαοῦ παραδοθέντος αὐτῷ, ἀλλ' ἐπαρθεὶς τῇ διανοίᾳ καὶ ἀπαλλάξας ἀπὸ τῆς ἑαυτοῦ ἐννοίας τὸν ἀληθῆ λόγον, οἴεται δυνατὸς εἶναι τοῦ ἔθνη ἐξολοθρεύειν οὐκ ὀλίγα. Καὶ, ἐπειδὴ κολακεύοντες αὐτὸν καὶ θωπεύοντες, οἱ ὑποχείριοι λέγουσι· Σὺ μόνος εἶ ἄρχων, ὥσπερ εἰρωνευόμενος πρὸς αὐτοὺς λέγει· Οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶ νος καὶ Χαλάνην. Οὔπω (φησὶ) γέγονα πάντων κύριος· ἐκφεύγει μου τὴν βασιλείαν ἡ χώρα ἡ ἐπάνω Βαβυλῶνος καὶ ἡ Χαλάνη, Οὗ ὁ πύργος ᾠκοδομήθη. Πύργον μὲν οὖν ἐκεῖνον λέγει τὸν ἀρχαῖον, ὃν ἐν τῷ πεδίῳ τῷ Σεναὰρ ᾠκο δόμησαν, εἰπόντες· ∆εῦτε, οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, πρὸ τοῦ διαχωρισθῆναι ἡμᾶς ἀπ' ἀλλήλων, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ. Τὸ δὲ τῆς Χαλάνης ὄνομα οὐκ ἐντέτριπται τῇ χρήσει τῆς Γραφῆς· εἰκάζομεν δὲ περὶ τὴν Βαβυλωνίαν που κεῖσθαι, ἐπειδὴ ἡ Βαβυλῶν ἐστιν ἐπώ νυμος τῇ συγχύσει τῶν γλωσσῶν, ἃς συνέχεεν ὁ Κύριος, τὴν πρὸς τὸ κακὸν συμφωνίαν διασπῶν. Φησὶ γὰρ ἡ Γραφὴ, ὅτι ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου σύγχυσις, Ἑβραϊστὶ δὲ Βαβέλ. Ἔλαβον δὲ (φησὶν) Ἀραβίαν καὶ ∆αμασκὸν καὶ Σαμά ρειαν. Ὃν τρόπον ταύτας ἔλαβον, καὶ πάσας τὰς ἀρχὰς λήψομαι. Ἐπεὶ οὖν ἑαυτῷ ἔλαβε τὸ πάσας δύνασθαι ὑπο χειρίους ποιεῖν τὰς πόλεις, καὶ οὐ συνῆκεν ὅτι ἀνθρώπων ἐκράτησεν οὐ δι' οἰκείαν δύναμιν, ἀλλὰ διὰ τὴν οἰκονομίαν τοῦ παιδεύοντος τοὺς ἡμαρτηκότας Θεοῦ περιεγένετο, τούτου ἕνεκεν θρήνου αὐτὸν ἄξιον ὁ προφητικὸς τίθεται λόγος. 10.237 Ὀλολύξατε, τὰ γλυπτὰ ἐν Ἱερουσαλὴμ καὶ ἐν Σαμαρείᾳ. Ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς χειρο ποιήτοις αὐτῆς, οὕτω ποιήσω τῇ Ἱερουσαλὴμ καὶ τοῖς εἰ δώλοις αὐτῆς. Πῶς ὀλολύξει γλυπτὰ, ἃ ἐκ ξύλου καὶ λίθου, ἤ τινος ἄλλης ὕλης ἐστὶ, μορφούσης αὐτὰ τῆς τέχνης εἰς ἀνθρώ πων εἰκόνας, ἢ ζώων ἀλόγων τετραπόδων, ἢ πτηνῶν, ἢ καὶ ἑρπετῶν, οἷα τὰ τῶν Αἰγυπτίων ἐστὶν