1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

126

ἀφιδρύματα; Ὀλολυγμὸς δέ ἐστι φωνὴ λυπηρὰ, ὀδύνην καρδίας ἀσήμῳ τινὶ φθόγγῳ παριστῶσα. Πῶς οὖν ὀλολύξει γλυπτά; Ὅτι τοῖς ὑπὸ χειρῶν ἀνθρωπίνων μεμορφωμένοις ξύλοις (ἢ λίθοις, ἤπου καὶ χρυσῷ καὶ ἀργύρῳ, ἢ ἐλέφαντι, ἢ ὅσα ἄλλα τιμίας ἢ ἀτιμωτέρας ὕλης ἐστὶ παρὰ τοῖς ἔθνεσιν εἴδωλα προσ κυνούμενα) τούτοις ἐκ τοῦ ἀφανοῦς δαίμονές τινες προσ πτάντες παρακαθέζονται, τῆς ἀπὸ τῶν μιασμάτων ἡδονῆς ἀπολαύοντες. Ὥσπερ γὰρ τὰ λίχνα κυνίδια περὶ τοὺς τῶν μακέλλων τόπους, ἐν οἷς αἷμα καὶ ἰχῶρες, διατρίβουσιν, οὕτω καὶ τὰ λίχνα δαιμόνια, θηρώμενα τὴν ἀπὸ τῶν αἱ μάτων καὶ τῆς κνίσσης τῶν θυσιῶν ἀπόλαυσιν, περὶ τοὺς βωμοὺς εἱλεῖται, καὶ τὰ ἀγάλματα, τὰ αὐτοῖς ἀνακείμενα. Τάχα γάρ που καὶ τρέφεται τὰ ἀέρια σώματα αὐτῶν, ἤτοι καὶ πύρινα, ἢ καὶ ἐξ ἀμφοτέρων τῶν στοιχείων μικτά. ∆είκ νυσι δὲ καὶ ἡ ἱστορία τῶν Βασιλειῶν, ὅτι προσεδρεύει ἡ δαιμονικὴ δύναμις τοῖς ἐπιφημισθεῖσιν αὐτοῖς ἀγάλμασιν. Ἔλαβον γὰρ (φησὶν) οἱ ἀλλόφυλοι τὴν κιβωτὸν τοῦ Θεοῦ, καὶ εἰσήγαγον αὐτὴν ἐχόμενα ∆αγών. Καὶ ὤρθρωσαν οἱ Ἀζώτιοι τῇ ἐπαύριον, καὶ ἰδοὺ ∆αγὼν πεπτωκὼς εἰς τὰ ἔμπροσθεν αὐτοῦ, ἐπὶ τὴν γῆν. Οὐκοῦν ∆αγὼν μὲν ἦν τὸ ὁρώ μενον ἄγαλμα· ὁ δὲ πίπτων ἐπὶ πρόσωπον, ὁ δαίμων, ὁ νικώμενος ὑπὸ τῆς περὶ τὴν κιβωτὸν τοῦ Θεοῦ δόξης· καὶ πίπτων μὲν αὐτὸς ἐπὶ πρόσωπον, συγκαταβάλλων δὲ ἑαυτῷ τὸ χειροποίητον. ∆ιὰ τοῦτο οἱ τὰ εἰδωλόθυτα ἐσθίοντες, κοινωνοὶ τραπέζης λέγονται δαιμόνων. Ἐπειδὴ τὸ σφάγιον, τὸ προσαγόμενον τῷ εἰδώλῳ, προσεμερίσθη τι καὶ εἰς τὸν παρεδρεύοντα δαίμονα, ἔκ τε τοῦ ἐξαερουμένου αἵματος καὶ ἐκ τῆς ἀναθυμιωμένης πιμελῆς καὶ τῶν λοιπῶν τῶν ὁλοκαυτωμάτων, λαμβάνοντός τινα μερίδα τοῦ δαιμονίου. Καὶ ὁ ἀπὸ τοῦ ποτηρίου πίνων, ἀφ' οὗ ἡ σπονδὴ, ποτήριον πίνει δαιμονίων. ∆ιὰ τοῦτο ὀλολύξει τὰ γλυπτὰ, τουτέστι τὰ ὁμώνυμα τοῖς γλυπτοῖς δαιμόνια. Καὶ ὅταν λέγηται, ὅτι ἥξει εἰς Αἴγυπτον Κύριος καὶ σεισ θήσεται τὰ χειροποίητα Αἰγύπτου καὶ ἡ καρδία αὐτῶν ἡττη θήσεται, τὴν αὐτὴν διάνοιαν ἐξηγούμεθα. Τὰ γὰρ δαιμόνια, τὰ προσδιατρίβοντα τῷ περιγείῳ τόπῳ, σεισθήσεται φυγαδευό μενα, καὶ εἰς τὸν οἰκεῖον τῆς ἀβύσσου ἀπελαθήσεται τόπον, ἐν τῇ ἐπιδημίᾳ τοῦ Κυρίου. ∆ιὰ τοῦτο Ἐπικατάρατος πᾶς ὅστις ποιήσει γλυπτὸν καὶ χωνευτὸν, ἔργον χειρῶν τεχνίτου, καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ, ὅτι κακὸν ἑαυτῷ θησαύρισμα διὰ τοῦ γλυπτοῦ τὸν ἐπακολουθοῦντα αὐτῷ δαίμονα ἐπηγά γετο καὶ κατάραν σύνοικον διὰ τοῦ δαίμονος ἐπεσπάσατο. 10.238 Καὶ ἔσται, ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν καὶ ἐν Ἱερουσαλὴμ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. Μετὰ τὸ προστάξαι τοῖς γλυπτοῖς τοῖς ἐν Ἱερουσαλὴμ καὶ τοῖς ἐν Σαμαρείᾳ ὀλολυγμὸν, καὶ τῇ ἐπ' αὐτοῖς ἀπειλῇ (οἷον καθαρισθείσης λοιπὸν τῆς Ἱερουσαλὴμ καὶ τοῦ ἀπὸ τῶν εἰδώ λων μιάσματος ἐλευθερωθείσης καὶ παιδευθείσης ταῖς πλη γαῖς ταῖς κολαστικαῖς, ἃς διὰ τοῦ παραδοθῆναι τοῖς Ἀσσυ ρίοις ὑπέμενεν) τότε λοιπὸν ἀπειλεῖ ὁ λόγος ἐπὶ τὸν ἄρχοντα τῶν Ἀσσυρίων τὴν πληγὴν μεταθήσειν. Ἐπειδὴ γὰρ ὑπερήρθη τῷ φρονήματι καὶ οὐκ ἐνόησεν, ὅτι ἡ ἐκείνων ἁμαρτία αἰτία γέγονε τῶν τοσούτων κακῶν, ἀλλ' ᾠήθη ἰδίᾳ ἐπινοίᾳ καὶ δυνάμει δεδυνῆσθαι κατὰ τῆς Ἱερουσαλήμ, διὰ ταύτην τὴν ἀλαζονείαν καὶ τὸ ἄλογον ὕψος τῆς κατὰ τὸν νοῦν ἐπάρσεως, Ἐπάξει (φησὶν) ἐπὶ τὸν νοῦν τὸν μέγαν, ἐπὶ τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. Μέγας ὁ μέν τίς ἐστι κατὰ τὴν ἑαυτοῦ φύσιν· ὁ δὲ κατὰ τὴν οἴησιν, καὶ τὴν ὑπερβολὴν τῶν οὐδὲν αὐτῷ προσηκόντων. Νοῦς δὲ μέγας, ὡς ἀληθῶς, ὁ τὰ μεγάλα θεωρῶν, ὁ δυνάμενος τοῖς λόγοις τοῖς δημιουργικοῖς ἐπιβάλλειν, καὶ ἀπ' αὐτῶν τὸ κάλλος τῆς σοφίας τοῦ τεχνίτου τῶν ὅλων κατανοεῖν. Μέγας ὁ τῇ οἰκονομίᾳ τῶν παρὰ Θεοῦ γινομένων καὶ τῇ μέχρι τῶν λεπτοτάτων διηκούσῃ παρ' αὐτοῦ προνοίᾳ ἐπιβάλλειν δυ νάμενος, καὶ ἐντεῦθεν αὐτοῦ τὰ δίκαια