1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

128

πολέμου. Καὶ τὰς νῦν (φησὶ) καθιδρυμένας παγίως πόλεις σείσω καὶ κλονήσω τῇ ἐμαυτοῦ δυνάμει καὶ τὴν οἰκου μένην ὅλην καταλήψομαι τῇ χειρὶ, ὡς νοσσιάν. Ποῖος γὰρ πόνος, νεοσσοὺς ἀπτῆνας ἐπὶ τῆς καλιᾶς θαλπομένους παρὰ τῶν ἐκτρεφόντων αὐτοὺς ὀρνίθων καταλαβεῖν τῇ χειρὶ, μήτε πτερῷ χρῆσθαι, μήτε ποσὶ πρὸς φυγὴν δυναμένων; Εἶτα ἐπιτείνων καὶ τὴν καταφρόνησιν τὴν εἰς τοὺς ἀνθρώπους καὶ τὴν ἑαυτοῦ ὑπεραίρων δύναμιν, οὐδὲ ὡς νοσσιὰν (φησὶ) τὴν οἰκουμένην, ἀλλ' ὡς ὠὰ (φησὶν) ἐγκαταλελειμμένα, οὕτω λήψομαι. Καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι. 10.241 Ὡς μὲν οὖν πρὸς τὴν λέξιν, ὁ τῶν Ἀσσυρίων ἄρχων ταῦτα ἐρεῖ διὰ τὴν κατὰ τῆς Ἰουδαίας καὶ Σαμαρείας εὐ ημερίαν ὑπερφυσηθεὶς τὴν διάνοιαν, καὶ ἡγούμενος πάντα ἐξ ἐπιδρομῆς αἱρήσειν τὰ ἔθνη, καὶ μηδένα ἕξειν τὸν χεῖρας ἀνταίροντα, ἀλλὰ πάντα μὲν ὅρια ἐθνῶν τῇ δυνάμει αὐτοῦ συγχυθήσεσθαι, δονεῖσθαι δὲ πᾶσαν τὴν οἰκουμένην τῷ φόβῳ τῆς ἐπιδημίας αὐτοῦ· τὸν δὲ εἰς χεῖρας ἐρχόμενον, εὐαλω τότερον εἶναι νεοττῶν ὄρνιθος, ῥᾷον δὲ ἀρθήσεσθαι τῇ δυ νάμει αὐτοῦ ἐφοδενούσῃ τὴν ὑφ' ἡλίῳ πᾶσαν οἰκουμένην, ἢ ὡς ἄν τις λάβοι ὠὰ, ἔρημα τῆς θαλπούσης αὐτὰ καὶ ζωο γονούσης ὄρνιθος. Ἐπειδὴ δὲ ἡ ὑπερηφανία ὥσπερ μείζων ἐστὶν ἢ κατὰ ἄνθρωπον, πρέπειν τινὲς ἐνόμισαν τὰ ῥήματα ταῦτα τῷ ἀλη θῶς ὑπερηφάνῳ, τῷ τραχηλιάσαντι κατὰ τοῦ Παντοκράτορος, τῷ ἀνυποτάκτῳ καὶ ἀποστάτῃ, καὶ εἰς τὴν ἑαυτοῦ κακίαν συναποστήσαντι αὐτῷ τὰ συνεπακολουθήσαντα αὐτῷ πονηρὰ πνεύματα. Ἐκεῖνος γὰρ ἑαυτὸν καὶ νοῦν οἴεται μέγαν καὶ φαντάζεται τὰ ὑψηλὰ περισκοπεῖν καὶ ἀπειλεῖ πᾶσαν τὴν οἰκουμένην ὑφ' ἑαυτὸν ποιήσασθαι· ὅς γε οὐδὲ τῷ Κυρίῳ ἐρωτήσαντι, πόθεν πάρεστι, παρῃτήσατο εἰπεῖν, ὅτι Περιελ θὼν τὴν ὑπὸ τὸν ἥλιον καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν, πάρειμι. Οὗτος ἐτόλμησε καὶ τῷ Κυρίῳ πάσης τῆς κτίσεως δεῖξαι τὰς βασιλείας τῆς γῆς καὶ εἰπεῖν, ὅτι ταῦτα πάντα ἐμά ἐστι· Νῦν οὖν, ἐὰν πεσὼν προσκυνήσῃς μοι, σοὶ δώσω. Τάχα οὖν τὸν βασιλέα τῶν Ἀσσυρίων, τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, ὁ λόγος αἰνίττεται· καὶ γὰρ ὁ Κύριος ἄρχοντα ὀνο μάζει τοῦ αἰῶνος τούτου, λέγων· Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου βληθήσεται ἔξω. Καὶ μετ' ὀλίγα· Οὐκέτι πολλὰ λα λήσω μεθ' ὑμῶν· ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν. Ἐπειδὴ δὲ πολλοὶ ἄρχοντες, οἱ ἐθνάρχαι τινὲς, διατε ταγμένοι πρὸς φυλακὴν καὶ διατήρησιν τοῦ ὑφ' ἑαυτῶν ἑκάστου ἔθνους, καθ' ἅ φησιν ὁ Μωϋσῆς ἐν τῇ ᾠδῇ· Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν Ἀγγέλων Θεοῦ. Καὶ πάλιν ὁ Ἀπόστολός φησι· Σοφίαν δὲ λαλοῦμεν, οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου· ἀλλὰ λα λοῦμεν Θεοῦ σοφίαν, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκε. Καὶ πάλιν ἐν τῷ ∆ανιὴλ, ἄρχων τις Περ σῶν καὶ ἄρχων Ἑλλήνων ἀναγέγραπται. Λέγει γὰρ πρὸς αὐτὸν ὁ Ἄγγελος· Καὶ ἐγὼ ἦλθον ἐν τοῖς λόγοις σου. Καὶ ὁ ἄρχων τῆς βασιλείας Περσῶν εἱστήκει ἐξεναντίας μου. Καὶ ἰδοὺ Μιχαὴλ, εἷς τῶν ἀρχόντων τῶν πρώτων, ἦλθε βοηθῆσαί μοι, καὶ αὐτὸν κατέλιπον ἐκεῖ, μετὰ τοῦ ἄρχοντος βασιλείας Περσῶν. Καὶ μετ' ὀλίγα· Καὶ ἐγὼ ἐξεπορευόμην (φησὶ) καὶ ὁ ἄρχων τῶν Ἑλλήνων ἤρχετο. Μήποτε οὖν ἐὰν ᾖ ταῦτα ἐκ προσώπου διαβόλου λεγόμενα, ἡ ὑπερηφανία αὐτοῦ οὐ κατὰ ἀνθρώπων, ἀλλὰ κατὰ νοητῶν ἤ τινων δυ νάμεων γινομένη. 10.242 Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; ὡσαύ τως ἄν τις ἄρῃ ῥάβδον, ἢ ξύλον. Ἐλεγκτικὸς τῆς ὑπερηφανίας τοῦ ἄρχοντος τῶν Ἀσσυ ρίων ὁ λόγος. Τί φρονεῖς ἐπὶ σεαυτῷ, ὡς κόπτοντι ἔθνη καὶ καθαιροῦντι τὰς δυναστείας τῶν πόλεων; Ἢ οὕτω γὰρ καὶ ἡ ἀξίνη μέγα φρονοίη, ὡς τὰ ὑπέρογκα τῶν δένδρων εἰς γῆν καταβάλλουσα, καὶ ὁ πρίων, ὡς τὰ συνεστῶτα καὶ ἡνω μένα τῶν ξύλων διαιρῶν. Ἀλλ' οὔτε ἡ ἀξίνη ἄνευ τῶν χειρῶν κόπτει, οὔτε ὁ πρίων ἄνευ τοῦ ἕλκοντος αὐτὸν καὶ εἰς χρείαν τινὰ τεχνικῶς καθαιροῦντος τὰ ξύλα,