1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

129

δύναται πρίζειν. Ἐπαινετὸς δὲ εἴπερ ἄρα ὁ τῇ ἀξίνῃ κεχρημένος, καὶ ὁ τὸν πρίονα ἕλκων ἐπιστημόνως. Οὕτως οὐδὲ τὸ ξύλον, ὃ εἰς σκῆπτρον μετεσχηματίσθη, τὴν τοῦ κρατεῖν, ἀξίαν ὀφείλει καρποῦσθαι, ἀλλ' ὁ ταῦτα μεταχειριζόμενος, εἰς σύμβολον τῆς ὑπαρχούσης αὐτῷ δυναστείας. Οὕτως οὖν κἀγώ σε παρέλαβον εἰς τὴν τοῦ λαοῦ τοῦ ἡμαρτηκότος κόλασιν· εἰς ἀξίνην καὶ πρίονα τῇ ὠμότητί σου συγχρώμενος, εἰς τὴν δικαίαν τοῦ λαοῦ καὶ ἐπ' ὠφελείᾳ αὐτοῦ ἐνεργουμένην παίδευσιν. Ὡς οὖν ἐπὶ τῶν δικασ τηρίων οἱ δήμιοι ἐπὶ τῷ κολάζειν τεταγμένοι οὐχὶ κύριοι τιμωρίας εἰσὶν, οὐδὲ τῇ ἑαυτῶν ἰσχύϊ ἢ ἐξουσίᾳ τι ποι οῦσιν, ἀλλ' ἅπερ ἂν αὐτοῖς παρὰ τῶν νόμων ἐπιτραπῇ, οὕτω καὶ Ἀσσύριοι, οὐκ ἰσχυρὸν ἔθνος, οὐδὲ ἀφ' ἑαυτοῦ ἐνεργεῖν τι δυνάμενον, ἀλλὰ κατὰ τὸ ἐνδεδομένον αὐτῷ μέτρον παρὰ τοῦ θεραπευτοῦ τῶν ἡμαρτηκότων, ταῖς ἐπὶ τὸ κακοῦν κέχρηται ἐνεργείαις. 10.243 Καὶ οὐχ οὕτως, ἀλλ' ἀποστελεῖ Κύριος Σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται. Καὶ ἔσται τὸ φῶς τοῦ Ἰσραὴλ εἰς πῦρ καὶ ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένῳ καὶ φάγεται, ὡσεὶ χόρτον τὴν ὕλην. Αὕτη ἡ ἀντιμισθία τῆς ἀλόγου ὑπερηφανίας. Ἐπειδὴ νοῦν μέγαν ἑαυτὸν ἀποσεμνύνων ἔλεγες καὶ τῷ ὕψει τῆς δόξης τῶν ὀφθαλμῶν ἐπηγάλλου, Ἀποστελεῖ Κύριος ἀτι μίαν εἰς τὴν σὴν τιμὴν, πῦρ δὲ εἰς τὴν δόξαν σου. Ἐπειδὴ γὰρ ἀφαιρεῖσθαι ἠπείλεις ὅρια ἐθνῶν καὶ σείειν πόλεις κατοικουμένας καὶ καταλήψεσθαι τὴν ὅλην οἰκουμένην ὡς νοσσιὰν καὶ ὡς ὠὰ ἐγκαταλελειμμένα αἴρειν, μηδενὸς δια φεύγοντος, μηδὲ τοῦ ἀντιλέγοντος ὄντος, διὰ τοῦτο Πῦρ και όμενον καυθήσεται καὶ ἔσται τὸ φῶς τοῦ Ἰσραὴλ εἰς πῦρ. Περιστραφήσεται (φησὶ) τῶν πραγμάτων ἡ κατάστασις, καὶ ἐν λαμπρότητι (φησὶν) ἔσται ὁ Ἰσραὴλ (ὁ νῦν τεταπεινωμέ νος καὶ σοὶ παραδεδομένος διὰ τὴν ἁμαρτίαν εἰς κόλασιν). Ἡ οὖν ἐκείνου περιφάνεια εἰς ἀφανισμόν σοι γενήσεται.Εσται γὰρ (φησὶ) τὸ φῶς τοῦ Ἰσραὴλ εἰς πῦρ. Καὶ δύο ἐνεργειῶν οὐσῶν περὶ τὸ πῦρ (τῆς τε φωτιστικῆς καὶ τῆς καυστικῆς) τὸ μὲν γλυκὺ καὶ χαρίεν τοῦ πυρὸς τῷ Ἰσραὴλ παραμενεῖ, φωτίζον αὐτὸν καὶ περιλάμπον· τὸ δὲ πικρὸν καὶ κατώδυνον, ἐπὶ τὸν ὑπερήφανον καταμερισθήσεται, καῖον αὐτὸν καὶ ἀπαραμυθήτῳ πόνῳ διὰ τῆς καύσεως πα ραδιδοῦν. Καὶ ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένῳ καὶ φάγεται ὡσεὶ χόρτον τὴν ὕλην. ∆είκνυσι τὴν φύσιν τοῦ πυρὸς, ὅτι καθαρτική. Ἁγιάσει γὰρ αὐτὸν, ὡς ἐν πυρὶ καιομένῳ. Πῶς δὲ ἁγιάζει τὸ πῦρ; Ἐπειδὰν φάγῃ τὴν ὕλην, ὡς χόρτον. Ἐπεὶ οὖν Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστὶ, καταναλώσει (δηλονότι) τὴν ὕλην καὶ τὰ ἀπὸ ὕλης ἐλθόντα πάθη, οὐ τῇ μὲν ἐν πνεύματι, ἀλλ' ἐν σαρκὶ διατριβούσῃ ψυχῇ. Ἰστέον δὲ, ὅτι οἱ ἀκριβολογούμενοι περὶ τὰ σημαινόμενα τὴν δόξαν ἀπὸ τοῦ κλέους διώρισαν· καὶ φασὶ τὴν μὲν δόξαν εἶναι τὸν ἀπὸ τῶν πολλῶν ἔπαινον, τὸ δὲ κλέος, τὸν ἀπὸ τῶν ἀγαθῶν ἔπαινον. Ὁμοίως καὶ τὴν τιμὴν διαιροῦσι, φάσκοντες τὴν μὲν ἀστείαν τινὰ εἶναι καὶ ἐπὶ τὸν σπου δαῖον πίπτειν, γέρως οὖσαν ἀξίωσιν· τὸ δὲ γέρας ἆθλον ἀρετῆς τίθενται· τὴν δέ τινα τιμὴν παρὰ τῶν τυχόντων, τοῖς οὐ πάνυ ἀποδεκτῶς γεγενημένοις ἀντίδοσιν. 10.244 Τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσβεσθήσεται τὰ ὄρη καὶ οἱ βουνοὶ καὶ οἱ δρυμοὶ, καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν. Μετὰ τὸ ἀποστεῖλαι Κύριον Σαβαὼθ εἰς τὴν τιμὴν τοῦ ἄρχοντος τῶν Ἀσσυρίων ἀτιμίαν καὶ εἰς τὴν δόξαν αὐτοῦ πῦρ καιόμενον, καὶ μετὰ τὸ γενέσθαι τὸ φῶς τοῦ Ἰσραὴλ εἰς πῦρ τῷ Ἀσσυρίῳ (ἵνα ὁ μὴ ἁγιασθεὶς ἐν τῇ λαμπρότητι τοῦ φωτὸς, καθαρθῇ διὰ τῆς καύσεως τοῦ πυ ρὸς, τῆς ἐνεργουμένης ἐπὶ καθάρσει, καὶ κατεσθιούσης ὡς χόρτον τὴν ἐνυπάρχουσαν ὕλην τῶν ἁμαρτημάτων) τότε λοιπὸν, ἀναλωθείσης τῆς ὕλης τῆς ἐξαπτούσης τὴν κολα στικὴν φλόγα, παυθήσεται (φησὶ) τὰ ὄρη καιόμενα καὶ οἱ βουνοὶ καὶ οἱ δρυμοὶ, καὶ λήξει τὸ πῦρ τοῦ ἐμπρησμοῦ κα τεσθίον τὰ πάντα καὶ ἐπιβοσκόμενον, τὴν μὲν ἀρχὴν ἀπὸ ψυχῆς ποιούμενον, φθάνον δὲ ἕως τῶν σαρκῶν. Οὐδενὶ δὲ ἄγνωστον ἡ συνήθεια τῆς Γραφῆς, ὅτι τοὺς ἐν προτερήμασί τισι