1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

132

χά ριτος σωζομένῳ. Τίς δὲ ὁ τρόπος τῆς σωτηρίας; Ὅτι Λόγον (φησὶ) συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ. Ὁ γὰρ ὅλον τὸ χάραγμα τὸ νομικὸν καὶ τὴν προφητικὴν διάταξιν ἐν τῇ βραχυλογίᾳ τοῦ Εὐαγγελίου περιλαβὼν καὶ ἐργαζόμενος τὸ παρὰ τοῦ Κυρίου αὐτῷ ὑποδειχθὲν, οὗτος σωθήσεται. Ἀγα πήσεις γὰρ Κύριον τὸν Θεόν σου καὶ ἀγαπήσεις τὸν πλη σίον σου ὡς σεαυτόν. Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος κρέμαται καὶ οἱ Προφῆται. Ὁ οὖν συντελῶν τὸν λόγον, ὁ εἰς ἔργον ἄγων καὶ συντέμνων αὐτὸν καὶ οἱονεὶ συγκεφαλαιούμενος αὐτοῦ τὸ πλάτος ἐν ταῖς βραχυτάταις ἐντολαῖς, οὗτός ἐστι τὸ κατάλειμμα τὸ σωζόμενον. Πάντα (φησὶν) ὅσα ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, κατὰ τὰ αὐτὰ καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ Προφῆται. Ὁρᾷς ἐν τῇ φυσικῇ ἐννοίᾳ ὅλον τὸν λόγον συντελούμενον καὶ συντεμνόμενον ἐν δικαιοσύνῃ· Ὅτι λό γον συντετμημένον ποιήσει Κύριος, τῇ οἰκουμένῃ ὅλῃ. Ὁ μέντοι Ἀπόστολος εἶπε· Ποιήσει Κύριος ἐπὶ τῆς γῆς. Συμ φώνως δὲ αὐτῷ Σύμμαχος καὶ Θεοδοτίων· Ἐν μέσῳ πάσης τῆς γῆς. Τὸ γὰρ δυσπαρατήρητον τοῦ νόμου μὴ ἅψῃ, μηδὲ γεύσῃ, μηδὲ θίγῃς· αἱ περὶ ἑορτῶν διατάξεις, αἱ περὶ ἡμερῶν, αἱ περὶ ὁλοκαυτωμάτων, αἱ περὶ καθάρσεως, αἱ περὶ ἱλασ μοῦ, πάντα συνετμήθη εἰς ἓν κεφάλαιον βραχὺ καὶ εὐπαρα τήρητον, ὡς μηδεμίαν πρόφασιν ὑπολείπεσθαι τοῖς μὴ πολι τευομένοις κατὰ τὸ Εὐαγγέλιον.

11.t ΚΕΦΑΛΑΙΟΝ ιαʹ

11.248 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν. Τὸν ἐκ σπέρματος ∆αβὶδ Χριστὸν εὐαγγελίζεται ἡμῖν ὁ λόγος. Ἐν γὰρ τῇ ἡμέρᾳ ἐκείνῃ, τουτέστιν ἐπὶ τῶν πάλαι προωρισμένων καιρῶν καὶ ἐν τῷ προδιατεταγμένῳ χρόνῳ, ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί. Ἀλλαχοῦ μὲν ῥάβδον λέγει ἐκ τῆς ῥίζης ἀνατελεῖν καὶ ἄνθος ἐκ τῆς ῥίζης τοῦ Ἰεσσαὶ ἀναβήσεσ θαι, τὴν ῥάβδον ἐπὶ τῆς ἀρχῆς λαμβάνων, τὸ δὲ ἄνθος, ἐπὶ τῆς ἐπεράστου καὶ πᾶσι κεχαρισμένης ἐπιδημίας. Καὶ ὅτι ἐν βραχεῖ τὴν χάριν παρασχόμενος τῆς ἐνανθρωπήσεως, ταχεῖαν καὶ οἱονεὶ παροδικὴν ποιεῖται τὴν ἐπιδημίαν· ἐνταῦθα δὲ ῥίζαν λέγει τοῦ Ἰεσσαὶ ἔσεσθαι. Πρόσχες τῷ Ἔσται· οὐχί φησι δόξει· οὐδὲ δόξει εἶναι, ἀλλὰ κατὰ ἀλήθειαν. Ἔσται. Οὐ γὰρ φαντασίᾳ, οὐδὲ οἰήσει τὴν σάρκα, ἀλλ' αὐτῇ ἀληθείᾳ ἀνέ λαβεν. Ἔσται οὖν ἡ ῥίζα τοῦ Ἰεσσαί, τουτέστι τὸ φύραμα τῆς σαρκὸς τὸ ἀπὸ Ἰεσσαὶ, ἔσται κατὰ ἀλήθειαν καὶ ὑποστή σεται. Καὶ ὁ ἀνιστάμενος αὐτὸς καὶ ῥίζα καὶ ἀνιστάμενος. Ῥίζα τοῦ Ἰεσσαί, ὅτι ἐκ βασιλικῆς διαδοχῆς ἡ θεοφόρος σὰρξ προσελήφθη. Ὁ δὲ ἀνιστάμενος ἄρχειν ἐθνῶν. ∆ιὰ τοῦτο τὰ ἔθνη ἐπ' αὐτὸν ἤλπισεν, ὡς δῆλον ἀπὸ τῆς ἐν τοῖς ἔθνεσι τοῦ Χριστοῦ Ἐκκλησίας. Ἀναστὰς γὰρ ἐκ νεκρῶν, ἦρξε τῶνἐθνῶν, καταλιπὼν τὸν φονέα λαόν· ἐκείνοις μὲν γὰρ τὸν θάνατον περιαφῆκε, τοῖς δὲ ἔθνεσι τὴν ἀνάστασιν ἐχαρίσατο· διότι οἱ μὲν ἔκραζον Σταυρωθήτω, καὶ Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· οἱ δὲ ἐδέξαντο τὸν Ἐσταυ ρωμένον καὶ τῷ αἵματι αὐτοῦ ἐλυτρώθησαν ἀπὸ τοῦ θανάτου. Καὶ ἔσται (φησὶν) ἡ ἀνάπαυσις αὐτοῦ τιμή. Αὕτη ἡ Χριστοῦ ἀνάπαυσις, ἡ τιμὴ τῶν τιμώντων αὐτὸν ὡς Λόγον Θεοῦ καὶ σοφίαν Θεοῦ καὶ δύναμιν. Ὁ ἀναπαύων τὸν Χριστὸν ὁμολογεῖ αὐτοῦ τὴν πρὸς τὸν γεγεννηκότα αὐτὸν ὁμοτιμίαν, τῆς ἀξίας τὴν κοινωνίαν· τῆς φύσεως τὴν ἐξ ἀϊδίου ὕπαρξιν. Οἱ δὲ μεριμνῶντες τί τῶν πρὸς ἀτιμίαν ῥη μάτων ἐξεύρωσιν, οὐ τὰ πρὸς ἀνάπαυσιν τοῦ Χριστοῦ φθέγ γονται. ∆ύναται μέντοιγε ἡ ἀνάπαυσις λαμβάνεσθαι, μὴ μόνον ἣν αὐτὸς ἀναπαύεται παρὰ τῶν δοξαζόντων αὐτὸν ὁ Κύριος, ἀλλὰ καὶ ἣν ἀναπαύσει τοὺς ἀγαπῶντας αὐτὸν, κατὰ τὸ γεγραμμένον, ὅτι ἐγὼ τοὺς ἐμὲ ἀγαπῶντας δοξάζω. Ἔστι γὰρ ἡ ἀνάπαυσις, ἣν ἀναπαύσει ὁ Κύριος, τιμὴ, ἥτις μετὰ τὴν δικαιοκρισίαν τοῦ Θεοῦ πρὸς τὴν τῶν πεπραγμένων ἀξίαν διανεμηθήσεται. Τιμήσει γὰρ τοὺς μὲν