1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

142

διακόπτεται νυκτὶ, οὐδὲ περιγράφει αὐτὴν ἑσπέρα. Καὶ διὰ τὸ φανεροῦσθαι ἐν αὐτῇ τὰ κρυπτὰ τοῦ σκότους, ἡμέρα μὲν ἐκείνη κυρίως προσαγο ρεύεται. Νὺξ δὲ ὁ βίος οὗτος, ἐν ᾧ συγκεκάλυπται τὰ τῆς αἰσχύνης ἔργα, ὅθεν καὶ Ἡ νὺξ (φησὶ) προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. Ἐκείνη δὲ ἡ ἡμέρα καὶ ἀνίατος λέγεται, θυμοῦ οὖσα καὶ ὀργῆς, ἐν ᾗ οὐκ ἔστιν ἐξιλάσασθαι, οὐδὲ οἷον ἰάσασθαι τοὺς προσαγομένους ἐπ' αὐτῇ πόνους. Μὴ οὖν ταμιευώμεθα εἰς ἐκείνην τὴν ἡμέραν τὰς ἐξομολογήσεις, ἀλλὰ νοήσωμεν τὸ οἰκονομικὸν τῆς Γραφῆς, φόβον Θεοῦ γεννῆσαι βουλομένης καὶ παιδαγωγῆσαι τοὺς ἐντευξομένους ἐργά ζεσθαι, ἕως ἡμέρα ἐστίν· Ἔρχεται νὺξ, ὅτε οὐκέτι οὐδεὶς δύ ναται ἐργάζεσθαι. Ὁ ἐν τῷ φωτὶ τῶν Ἐντολῶν τοῦ Χριστοῦ περιπατῶν, ἐν ἡμέρᾳ ἐστίν· ὁ παραδεδομένος τῷ σκότῳ τῷ αἰωνίῳ, ἐν νυκτὶ γενήσεται. Ἐν ἐκείνῃ τῇ νυκτὶ οὐκέτι ἔργον, οὐκέτι ἐξομολόγησις· ἀλλ' αἱ μὲν χεῖρες δεδεμέναι καὶ οἱ πόδες τοῖς δεσμοῖς τῶν ἰδίων ἁμαρτημάτων· ∆ήσαντες γὰρ αὐτὸν χειρῶν καὶ ποδῶν, ἐκβάλλετε εἰς τὸ σκότος τὸ ἐξ ώτερον. Γλῶσσα δὲ οὐκέτι ἐξομολόγησιν, οὐδὲ αἴνεσιν Θεοῦ λαλήσει, ἀσχολουμένη περὶ τὸν στεναγμὸν, τὸν ἐκ τῶν πόνων αὐτῇ ἐγγινόμενον. ∆ιὰ τοῦτο ἔρχεται ἡ ἡμέρα ἐκείνη ἀνίατος. 13.267 Οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ Ὠρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς οὐ δώσουσι, καὶ σκοτισθή σεται τοῦ ἡλίου ἀνατέλλοντος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς. Καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακὰ, καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν. Φανερῶς τὴν συντέλειαν διαγράφει καὶ τὴν τοῦ παντὸς μεταποίησιν ὁ Προφήτης. Τότε γὰρ ἡλιακὸν φῶς ἐπιλείψει καὶ ἡ σελήνη σῶμα ἔσται ἀλαμπὲς, καὶ ὁ Ὠρίων, ὁ φανότατος τῶν ἀστέρων, τὸ φῶς οὐ δώσει· Οἱ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ Ὠρίων τὸ φῶς οὐ δώσουσιν, οὐχὶ σκοτιζόμενοι διὰ τὸ καταυγάζεσθαι ὑπὸ τῶν τοῦ ἡλίου ἀνα τολῶν. Τοῦτο γὰρ καὶ ἐν τῇ νῦν ἡμέρᾳ γίνεται, καὶ παρὰ πᾶσι τοῖς ἐξετάσασι τὰ κατ' οὐρανὸν φαινόμενα ὁμολογεῖ ται, ὅτι οὐχὶ ἀποσβέννυνται οἱ ἀστέρες ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ κείμενοι, ἀλλὰ τῷ ὑπεραυγάζεσθαι ταῖς ἡλιακαῖς ἀκτῖσιν ἐξαμαυροῦνται. Ὅπερ καὶ ἐν ταῖς νυξὶ γίνεται ταῖς πανσελήνοις, περιλαμπούσης τῆς κατὰ τὴν σελήνην λαμ πρότητος τοὺς ἀστέρας, καὶ οὐκ ἐώσης αὐτῶν τὰς αὐγὰς διαφαίνεσθαι. Οὐδὲν οὖν τούτων τῶν κατὰ φύσιν συμβαινόντων ὁ λόγος παρίστησιν, ἀλλὰ παντελῆ τῶν ἀστέρων σκότωσιν καὶ τοῦ παντὸς μετακόσμησιν. ∆ῆλον δὲ ὅτι Ὠρίωνα λέγει ἡ Γραφὴ τὸ σύστημα τῶν εἴκοσι καὶ δύο ἀστέρων, ὅν τινες ὀνομάζουσι Βοώτην· οὓς οἱ περὶ ταῦτα δεινοὶ καταμερίζουσι, καί φασι τοὺς μὲν τέσσαρας εἶναι τρίτου μεγέθους, ἐννέα δὲ ἐν αὐτοῖς τετάρτου καὶ τοὺς ἄλλους ἐννέα τοῦ πέμπτου. Κεῖται δὲ τοῦτο τὸ τῶν ἀστέρων ἄθροισμα ἐν τῷ βορείῳ μέρει, ὅπερ καὶ ὑπὸ τῆς Γραφῆς, ὡς ἓν σῶμα, Ὠρίων ὠνόμασται. Ἄστρα δὲ ταῦτα λέγουσι (καὶ οὐχὶ ἀστέρας) ὡς τῶν μὲν ἄστρων πλήθους σύστασιν ἐμφαινόντων, ἀστέρος δὲ τοῦ καθ' ἕκαστον λεγομένου. Καὶ τοῦ Ἀρκτούρου δὲ μέμνηται ἡ Γραφὴ, ὃν μεταξὺ τῶν μερῶν τοῦ Ὠρίωνος ὁρῶμεν κείμενον ἀστέρα, ὑπόκιῤῥον. Παραπλησίως δὲ καὶ ἡ Πλειὰς ὀνομάζεται ὑπὸ τῆς Γραφῆς, ὡς καὶ ὑπὸ τῶν ἔξωθεν, τῶν δηλονότι παρ' Ἑβραίων πολυ πραγμονησάντων τὰ ἀπόῤῥητα. Φαίνονται δὲ καὶ ἐν Πλειάδι ἑπτὰ ἀστέρες συνεχεῖς καὶ καταπεπυκνωμένοι πρὸς ἀλλήλους (οὐχὶ δὲ ἓξ, ὅπερ τινὲς οἴονται)· κεῖνται δὲ ἐν τριγωνοειδεῖ σχήματι. Ὡς οὖν ἐνταῦθα εὕρομεν τὸ ὄνομα τοῦ Ὠρίωνος, οὕτω τὸ ὄνομα τοῦ Ἀρκτούρου καὶ τοῦ Ἑσπέρου καὶ τῆς Πλειάδος ἐν τῷ Ἰὼβ, ὅς φησιν· Ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον καὶ ταμεῖα Νότου. Ὁ οὖν ἀριθμῶν πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν, καὶ τὸν ἀριθμὸν ἔχει πάντων αὐτῶν καὶ τὰς προσηγορίας. Ὀλίγαι δέ εἰσιν αἱ ἐκφωνηθεῖσαι, αἷς οἱ Ἕλληνες συγχρησάμενοι καὶ τὰ λοιπὰ προσύφηναν παρ' ἑαυτῶν, καὶ μυρίαις ὀνομασίαις προσαγορεύουσι τούς τε ἀπλανεῖς ἀστέρας καὶ τοὺς πλανω μένους. Καὶ τοὺς μὲν διαιροῦσιν εἰς δώδεκα μέρη, τοὺς δὲ κατὰ τὸν ζωοφόρον κύκλον, δι' οὗ ὁ