1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

149

οἴκτου καὶ ἐλέου ἄξια πεπονθότα. 14.279 Ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὔκ ἐστι καθαρόν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός. ∆ιότι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας, οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον. Ἔτι μέρη θρήνου ἐστὶν εἰς τὸν ἄρχοντα Βαβυλῶνος καὶ τὰ ἐκείνου. Ἐπειδὴ γὰρ εἶπεν ὁ ἐκπεσὼν ἀπὸ τοῦ οὐρανοῦ Ἑωσφόρος ἐν τῇ καρδίᾳ αὐτοῦ· Ἀναβήσομαι εἰς τὸν οὐρανὸν, ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ, ἵνα δειχθῇ πόσον ἀπέχει τῆς πρὸς τὸν Ἅγιον ὁμοιώσεως ὁ ἐν πάσῃ ἀκα θαρσίᾳ καὶ μιαιφονίᾳ κατεῤῥυπωμένος, ἱματίῳ παραβάλ λεται· ὅσον, ἐπὶ τῇ ἑαυτοῦ φύσει, εἰς κόσμον ἀνθρώπου πεποιημένῳ, διὰ δὲ τὸ ἐμφυρῆναι αἵματι, μηκέτι δυναμένῳ εἰς χρῆσιν ἀνθρωπίνην παραδεχθῆναι. Ἐκ τούτου δῆλον, ὅτι οὐκ ἐν τῇ κατασκευῇ τὸ ἀκάθαρτον ἔχει ὁ πονηρὸς, ἀλλ' ἐπειδὴ ἐνεφύρη αἵματι, τὴν γῆν ἀπολέσας τοῦ Κυρίου καὶ τὸν λαὸν ἀποκτείνας διὰ τῆς ἁμαρτίας. Ἤδη καὶ ἀλλαχοῦ ἔγνωμεν ἱματίῳ τὴν ἀνθρωπίνην φύσιν παρεικαζομένην ὑπ' αὐτοῦ τοῦ Προφήτου, λέγοντος πρὸς τοὺς πεπαλαιωμέ νους διὰ τῆς κακίας· Ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον πα λαιωθήσεσθε, καὶ σὴς καταφάγεται ὑμᾶς. ∆εινὴ δὲ ἡ ἀπειλὴ, τὸ μηδὲ εἰς ὕστερον καθαρὸν ἔσεσθαι. Ὁ μὲν γὰρ ἐν ἁμαρτίᾳ τινὶ πεφυρμένος, τὴν μὲν εἰς τὸ παρὸν καθαρότητα ἀποβάλλει, τῆς δὲ εἰς τὸ μέλλον ἐκ μετανοίας ἐλπιζομένης καθάρσεως, οὐκ ἀποστερεῖται. Ἐνταῦθα δὲ ἀπόφασις παντελῶς, τὸ μηδὲ εἰς ὕστερον ἔσεσθαι καθαρόν, ἐπειδὴ πέφυρται ἐν τῷ αἵματι τοῦ λαοῦ τοῦ Θεοῦ, ὃν ἐνέ κρωσε διὰ τῆς παρακοῆς, ὑποσύρων αὐτὸν ἐπὶ τὴν κακίαν. 14.280 Τάχα γὰρ, πρὸ τοῦ κτισθῆναι τὸν ἄνθρωπον, τόπος τις μετανοίας καὶ τῷ διαβόλῳ ὑπελείπετο, καὶ ἐδύνατο ὁ τῦφος (εἰ καὶ ἀρχαιότερον ἦν νόσημα) ὅμως διὰ μετανοίας ἑαυτὸν ἐξιασαμένου θεραπευθεὶς, ἀποκαταστῆσαι αὐτὸν εἰς τὸ ἐξαρχῆς. Ἀφ' οὗ δὲ τοῦ κόσμου ἡ κατασκευὴ καὶ παρα δείσου φυτεία καὶ ἄνθρωπος ἐν αὐτῷ καὶ ἐντολὴ Θεοῦ καὶ φθόνος τοῦ διαβόλου καὶ φόνος τοῦ τετιμημένου, ἀπεκλείσθη αὐτῷ καὶ ὁ τόπος τῆς μετανοίας. Εἰ γὰρ Ἡσαῦ μετανοίας τόπον οὐχ εὗρε, τὰ πρωτοτόκια ἀποδόμενος, τίς τόπος ὑπολείπεται μετανοίας τῷ τὸν πρωτόπλαστον ἀποκτείναντι ἄνθρωπον καὶ δι' ἐκείνου τὸν θάνατον εἰσενεγκόντι; Φασὶ δὲ καὶ τὸν ἐκ τοῦ λύθρου τοῦ ἀνθρωπίνου ἐγγινόμενον σπῖλον τῷ ἱματίῳ μηδενὶ τρόπῳ δύνασθαι ἀποπλύνασθαι, ἀλλὰ συγγηρᾷν αὐτῷ τὴν ἅπαξ ἐγγενομένην ἐκ τῆς ἐν τῷ αἵματι βαφῆς ἀλλοίωσιν· οὐδὲ οὖν ἐκείνῳ δυνατὸν, ἀπο θεμένῳ τὸν ἐκ τοῦ αἵματος σπῖλον, γενέσθαι καθαρόν. Τήρησον δὲ τὴν λέξιν ἐμφαντικῶς παριστῶσαν τὸν ἐκ τῆς μιαιφονίας ῥύπον. Οὐ γὰρ εἶπεν «ἐν αἵματι βαφέν» ἀλλὰ Πεφυρμένον, ἵνα ἐνδείξηται αὐτὸν ἐγκυλιόμενον τῷ φόνῳ τῶν ἀναιρουμένων. Οὗτος τὴν γῆς ἀπώλεσε τοῦ Θεοῦ καὶ τὸν λαὸν αὐτοῦ ἀνῄρηκεν. Ὁ μὲν οὖν Ναβουχοδονόσορ ἠρήμωσε τὴν γῆν, ἐκτεμὼν αὐτῆς τὰ καρποφόρα φυτὰ, κώμας τῷ ἀφανισμῷ τοῦ ἐμπρησμοῦ παραδιδούς· αὐτὸς καὶ τὸν λαὸν τοῦ Ἰσραὴλ, τὸν μὲν ἀπέκτεινεν ἐν μαχαίρᾳ, τὸν δὲ αἰχμάλωτον ἀπήγαγεν εἰς τὴν Βαβυλῶνα. Ἤδη δὲ καὶ ὁ μυστικῶς ὀνομαζόμενος Βαβυλῶνος βασιλεὺς ὁ Κο σμοκράτωρ τοῦ κόσμου τούτου ἐστίν. Οἰκείως γὰρ καὶ τὴν σύγχυσιν τοῦ κόσμου τούτου Βαβυλῶνα ἄν τις προσείποι· αἰχμάλωτον γὰρ ἐποίησε τὸν λαὸν τοῦ Θεοῦ, ἀπὸ τῆς ζωῆς μεταστήσας εἰς θάνατον· ἠρήμωσε δὲ τὴν γῆν, τὴν ἑκάστου σάρκα διαφθείρας διὰ τῆς ἁμαρτίας, καθὼς γέγραπται, ὅτι Κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτῆς. 14.281 Σπέρμα πονηρὸν, ἑτοίμασον τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρός σου, ἵνα μὴ ἀναστῶσι καὶ ἐμπλή σωσι τὴν γῆν πόλεων. Καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει Κύριος Σαβαὼθ, καὶ ἀπολῶ αὐτῶν ὄνομα καὶ κατάλειμμα καὶ σπέρμα. Οὐ μόνον αὐτὸς οὐκ ἔσται καθαρὸς, ἀλλὰ καὶ ἡ δια δοχὴ τοῦ πονηροῦ συναφανισθήσεται αὐτῷ δι' ἀγαθότητα τοῦ φιλανθρώπου Θεοῦ, συγχωροῦντος τὸν ἀφανισμὸν τῶν τέκνων, οὐ τοσοῦτον τῆς σαρκίνης τεκνογονίας, ὅσον τῆς τῶν ἀπὸ πονηρᾶς ἕξεως ἐπιτελουμένων ἔργων. Σπέρμα πονη ρόν. Ἐπειδὴ οὐκ ἦν πατὴρ τῆς κακίας, ἀλλ' ἐξ