1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

152

ἐπεγαυρίων (ὡς κατάρχοντες ἡμῶν καὶ ἐπιβεβηκότες ἡμῖν) συντριβήσεσθαι πάντα πράττωμεν, ἵνα τέλεον αὐτῶν τὴν δυναστείαν ἀποσεισώμεθα. Ἐὰν γὰρ γενώμεθα ὄρη Θεοῦ, οἱ θεμέλιοι αὐτοῦ ἔσονται ἐν ἡμῖν, τοῦ λόγου τῆς ἀληθείας καταβληθέντος ἐν ταῖς καρδίαις ἡμῶν καὶ τῶν ἀγαθῶν ἔργων ἐποικοδομουμένων τῇ πίστει. ∆εῖ δὲ καθαρῶς ἀποτάξασθαι ἡμᾶς τῇ ἁμαρτίᾳ, ἵνα ἐλεύ θερον τὸν αὐχένα τοῦ ζυγοῦ ἔχωμεν τῶν Ἀσσυρίων καὶ δυνηθῶμεν γενέσθαι Χριστοῦ ὑποζύγιον. ∆ύο γὰρ ζυγοὺς οὐ δυνατὸν ἐπικεῖσθαι ἡμῶν τῷ τραχήλῳ, τὸν τοῦ Κυρίου καὶ τὸν τοῦ Ἀσσυρίου· Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ, ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; 14.286 Αὕτη ἡ βουλὴ, ἣν βεβούλευται Κύριος ἐπὶ τὴν οἰκουμένην ὅλην, καὶ αὕτη ἡ χεὶρ ὑψηλὴ ἐπὶ πάντα τὰ ἔθνη τῆς οἰκουμένης. Ἃ γὰρ ὁ Θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει; τὴν δὲ χεῖρα αὐτοῦ τὴν ὑψηλὴν τίς ἀποστρέψει; Σαφῶς δείκνυσιν, ὅτι ταῦτα λέγεται περὶ τῶν ἐν ὅλῃ τῇ οἰκουμένῃ καὶ ἐν πᾶσι τοῖς ἔθνεσιν, οὐδενὸς δυναμένου διασκεδάσαι ὅπερ ὁ Θεὸς ὁ ἅγιος βεβούλευται, καὶ οὐδενὸς οἵου τε ὄντος τὴν ὑπέρμαχον χεῖρα τοῦ Θεοῦ τῆς γῆς αὐτοῦ, καὶ τῶν ὀρέων ἀποστρέψαι. Ἅμα δὲ παρατήρει τὴν φωνὴν οὐ μόνον (ὡς πολλαχοῦ παρεστήσαμεν) ἐπὶ τοῦ σπανίου ση μαινομένην, οἷον τὸ Τίς σοφὸς καὶ συνήσει ταῦτα; καὶ τὸ Τίς πιστὸς καὶ φρόνιμος οἰκονόμος; Νῦν γὰρ τὸ Τίς διασκεδάσει; ἴσον ἐστὶ τῷ οὐδείς. Οὐδὲ γὰρ θεμιτὸν, ἐννοῆσαι τὸ εἶναί τινα δυνάμενον διασκεδάσαι τὴν βουλὴν τοῦ Κυρίου. 14.287 Τοῦ ἔτους, οὗ ἀπέθανεν Ἀχὰζ ὁ βασιλεὺς, ἐγενήθη τὸ ῥῆμα τοῦτο· Μὴ εὐφρανθείητε πάντες οἱ ἀλλόφυλοι, συν ετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς· ἐκ γὰρ σπέρματος ὄφεων ἐξελεύσονται ἔγγονα ἀσπίδων, καὶ τὰ ἔγγονα αὐτῶν ἐξελεύσονται ὄφεις πετόμενοι. Καὶ βοσκηθήσονται πτωχοὶ δι' αὐτοῦ· πτωχοὶ δὲ ἄνθρωποι ἐπὶ εἰρήνης ἀναπαύσονται· ἀνελεῖ δὲ λιμῷ τὸ σπέρμα σου καὶ τὸ κατάλειμμά σου ἀνελεῖ. Εἴπερ πάντα Πνεύματι ἁγίῳ εἴρηται τὰ γεγραμμένα παρὰ τῶν Προφητῶν, δηλονότι καὶ ἡ ἀναγραφὴ τοῦ χρόνου τῆς προφητείας οὐ μάτην παρεμβέβληται. Τί γὰρ ὄφελος ἐκ τοῦ μαθεῖν, ὅτι τοῦτο ἐγένετο τὸ ῥῆμα πρὸς τοὺς ἀλλοφύλους τῷ ἔτει, ᾧ ἀπέθανεν Ἀχὰζ, ὁ βασιλεὺς τῆς Ἰουδαίας; Λογιζόμεθα οὖν, ὅτι ὥσπερ ἐν τῇ Ἐξόδῳ γέγραπται, ὅτι Ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου, καὶ κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων αὐτῶν, καὶ ἀνέβη ἡ βοὴ καὶ εἰσήκουσεν ὁ Θεὸς τῶν στεναγμῶν αὐτῶν. Ζῶντος μὲν γὰρ τοῦ βασιλέως τοῦ πονηροῦ, στενάζειν πρὸς τὸν Θεὸν οὐκ ἠδύναντο· κατη νάγκαζε γὰρ αὐτοὺς ἐν ἔργοις σκληροῖς, μὴ ἐπιτρέπων ἀνα νεύειν πρὸς τὸν Θεόν. Ἐπειδὴ δὲ ἐκποδὼν ἐγένετο ὁ πονηρὸς, τότε δέον κροτεῖν καὶ ἐπιχαίρειν τῇ πτώσει τοῦ ἐχθροῦ. Οἱ δὲ ἐκ τοῦ παραδόξου ἀναγράφονται στένειν, ἐνδεικνυ μένου τοῦ λόγου, ὅτι (ἕως ὁ φιλοσώματος νοῦς ἐκεκράτει) ὑπὸ τῆς ἀναισθησίας οὐδὲ ᾔδεσαν ὀδύρεσθαι τὸ ἐκ τῆς ἁμαρτίας κακόν· ἐπειδὴ δὲ ἔλαβον σχολὴν ἀπὸ τῶν παθῶν, ἄρχονται τῆς θεραπείας ἀπὸ τοῦ στένειν, ἐν τοῖς ὑλικοῖς καὶ σωματικοῖς ἔργοις βαρυνόμενοι. ∆ιὸ καὶ ἐπήκουσεν αὐτῶν ὁ φιλάνθρωπος Θεός. Ὅμοιον οὖν τῇ διηγήσει ταύτῃ δηλοῦται καὶ ἐν τοῖς κα τόπιν τοῦ Ἡσαΐου. Ἐγένετο γὰρ (φησὶ) τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς, εἶδον τὸν Κύριον, καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου. Πονηρὸς βασιλεὺς Ὀζίας ὑπὸ τῆς ἱστορίας παραδέδοται, διότι Ὑψώθη ἡ καρδία αὐτοῦ τοῦ καταφθεῖραι καὶ ἠδίκησεν ἐν Κυρίῳ, Θεῷ αὐτοῦ, καὶ εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου θυμιάσαι ἐπὶ τὸ θυσιαστήριον καὶ ἐλεπρώθη. Καὶ τότε τοίνυν, ἀνατραπέντος τοῦ πονηροῦ ἄρχοντος καὶ τῶν μιασμάτων ἐλευθερωθείσης τῆς κατὰ τὸν νόμον λατρείας, τὰ τῆς θεολογίας μυστήρια φανεροῦται τῷ Προφήτῃ. Καὶ ἐνταῦθα τοίνυν τὸν Ἀχὰζ, οὐ σπουδαῖον ἄρχοντα, ὁ λόγος ἀναγράφει ἀποθνήσκοντα, ἵνα δειχθῇ, ὅτι ἐν τῇ τοῦ χείρονος ὑποχωρήσει, τὸ ῥῆμα γίνεται πρὸς τοὺς ἀλλοφύλους παρὰ τοῦ εὐεργέτου Θεοῦ. Εὕραμεν γὰρ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν, ὅτι οὗτος ὁ Ἀχὰζ οὐκ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς