1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

153

Κυρίου· καί γε υἱὸν αὐτοῦ διῆγεν ἐν πυρὶ, κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν, καὶ ἐθυσίαζε καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς. Οὗτος δὲ καὶ ἀπὸ τῶν θησαυρῶν τοῦ οἴκου Κυρίου χρυσίον καὶ ἀργύριον ἀπέσ τειλε τῷ βασιλεῖ τῶν Ἀσσυρίων, ἐν οἷς οὐ μικρὰ αὐτοῦ κατηγορεῖται ἡ ἀσέβεια περὶ τὰ ἱερὰ χρήματα. Πεσούσης οὖν τῆς πονηρᾶς δυναστείας, γίνεται τὸ κατὰ τῶν ἀλλοφύλων ῥῆμα. Ἀλλόφυλοι δὲ ἰδίως οἱ Φυλιστιαῖοι λέγονται, οὓς Παλαιστινοὺς Ἕλληνες ὀνομάζουσιν. 14.288 Ἰστέον δὲ, ὅτι καὶ ἐν τῇ ἑκάστου ἡμῶν ζωῇ, ἐπει δὰν ἡ βασιλεύουσα ἐν τῷ θνητῷ ἡμῶν σώματι ἁμαρτία ἀποθάνῃ, τότε γίνεται ὁ λόγος τοῦ Κυρίου ἐν ἡμῖν. Τάχα γὰρ ἑκάστη ἁμαρτία πρὸς ἕκαστον τῶν ἐν ταῖς Γραφαῖς κατηγορουμένων καὶ ὅλως ψεκτῶν βασιλέων ἀναλογίαν τινὰ ἔχει, ὧν πολλαχοῦ τὰ ὀνόματα δι' ὅλης τῆς Γραφῆς δηλοῦται· ὡς καὶ νῦν ἑρμηνεύεται ὁ Ἀχὰζ κατάσχεσις, σύμβολον ὢν προκαταλαβόντος καὶ κατέχοντος τὴν ψυχὴν ἡμῶν δόγματος πονηροῦ· οὗ ἀποθανόντος, ἡ ψυχὴ ἡμῶν, ἐλευθερωθεῖσα ἀπὸ τοῦ κατέχοντος, ἱκανοῦται πρὸς τὸ θεωρῆσαι τὸ κατὰ τῶν ἀλλοφύλων ῥῆμα. Ὁ μὲν οὖν πρόχειρος νοῦς οὗτός ἐστι· Μὴ εὐφραίνεσθε, πάντες ἀλλόφυλοι, συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς. Μὴ νομίσητε, ὦ Φυλιστιαῖοι, ὅτι, ἀποθανόντος τοῦ Ἀχὰζ, ἐλεύθεροι γενήσεσθε τοῦ ἐπικειμένου ὑμῖν φόβου ἀπὸ τοῦ Ἰσραήλ· ὥστε μὴ εὐφραίνεσθε ἐπὶ τῷ πτώματι τοῦ βασι λέως. Εἰ γὰρ καὶ συνετρίβη ὁ ζυγὸς, τουτέστιν ἡ δουλεία, ἡ ἐπικειμένη ὑμῖν παρὰ τῶν καταπατούντων ὑμᾶς καὶ μαστι γούντων διὰ τῆς δυναστείας, ἀλλ' ὅμως ἐκ σπέρματος ὄφεων ἐξελεύσεται ἔκγονα ἀσπίδων. (Τὴν διαδοχὴν τοῦ Ἀχὰζ ση μαίνει)· ὅτι Εἰ ὄφεως οὗτος εἶχε πικρίαν καὶ διὰ τοῦτο ἐπιχαίρετε αὐτοῦ τῷ θανάτῳ, ἀναστήσεται ἐφ' ὑμᾶς ἐκ τοῦ σπέρματος τοῦ ὄφεως τούτου ἔκγονα ἀσπίδων· καὶ πάλιν τὰ ἐκείνων ἔκγονα ἐξελεύσεται. Τὸ πικρὸν τῆς διαδοχῆς τῶν ἐφεξῆς βασιλευόντων ὁ λόγος ἐκ τούτου παρίστησιν. Ἀσπίδες γὰρ ἔσονται (φησὶ) πετόμεναι, καὶ τὸ ἰοβόλον τῶν ἑρπετῶν ἔχουσαι καὶ τὸ ταχὺ τῶν πτηνῶν. Εἶτα (ἐπειδὴ ἡ ἀκολουθία τῆς γενεα λογίας ἐπὶ τὸν Κύριον φέρει) διακόψας ὁ λόγος τὸ συνεχὲς, μεταβαίνει ἐπ' ἀγαθὴν ἐπαγγελίαν. Βοσκηθήσονται γὰρ (φησὶ) πτωχοὶ δι' αὐτοῦ. Τίς ἐστιν ὁ βόσκων πτωχοὺς, ἢ ὁ ποι μὴν τῶν προβάτων; Πτωχοὺς δὲ οὐ τοὺς κατὰ χρήματα ἐνδεεῖς λέγει, ἀλλὰ τοὺς τῇ διανοίᾳ ἠλαττωμένους. Οὗτοι δὲ οἱ πτωχοὶ, οἱ παρ' αὐτοῦ μακαριζόμενοι (τοῦ Κυρίου Μακάριοι γὰρ, φησὶν, οἱ πτωχοὶ τῷ πνεύματι) Ἐπ' εἰρήνης ἀναπαύσονται, ἀνελεῖ δὲ λιμῷ τὸ σπέρμα σου. Τῶν ἀλλοφύλων τὸ σπέρμα λιμῷ διαφθαρήσεται καὶ τὸ κατά λειμμα αὐτῶν ἀναιρεθήσεται. 14.289 Οἱ ὑπὸ πονηρῶν τρεφόμενοι λόγων (ἐπ' ὠφελείᾳ τῶν ψυχῶν) λιμῷ παραδίδονται. Ἡ γὰρ ἔνδεια τοῦ πρὸς τὸ κακὸν ἐφοδιάζοντος αὐτοὺς διδασκάλου ἀφορμὴ πρὸς εὐεξίαν τῶν ψυχῶν καὶ σωτηρίαν γίνεται. Οὕτω δὲ ἐκλαβεῖν τὴν ἔν νοιαν τοῦ ῥητοῦ δυνατόν· Μὴ εὐφραίνοιτο μηδεὶς ὁ συντρί βων τὸν ἐπικείμενον αὐτῷ ζυγὸν, τὸν ἐπιτεθέντα παρὰ τοῦ παίοντος αὐτόν· πολλάκις γὰρ πρόφασις γίνεταί τινι πρὸς τὸ συντρίβειν τὸν τοῦ Χριστοῦ ζυγὸν (ἤδη κληθέντι ἐπὶ τὴν σωτηρίαν τὴν ἐν Χριστῷ) ἡ ἀπὸ τοῦ λόγου πληγὴ, καὶ ὁ ἀπ' αὐτοῦ ἔλεγχος, μαστίζων καὶ κολάζων ἐπὶ τοῖς ἡμαρ τημένοις τὴν τοῦ ἐπταικότος συνείδησιν. Μὴ φέρων γάρ τις τὸν ἀπὸ τοῦ ἐλέγχου καὶ τῆς ἐπιπλήξεως πόνον, ἀφηνιαστὴς, τρόπον ἵππου καὶ ἡμιόνου, γενόμενος, καὶ ἐλευθερῶν μὲν ἑαυτὸν ἀπὸ τοῦ Θεοῦ, δουλῶν δὲ τῇ ἁμαρτίᾳ, ἀνάξιός ἐστι τῆς ἐν Θεῷ εὐφροσύνης. Πολλῷ οὖν βέλτιον, ἀνέχεσθαι λόγου παιδευτικοῦ, ἢ δυσ ανασχετοῦντα συντρίβειν τὸν ζυγὸν τοῦ παίοντος αὐτόν. Οἱ μέντοι μὴ συντρίψαντες, ἀλλ' ὑπομείναντες τὴν παιδευτικὴν ἐπίσκεψιν, οἱ διὰ τὴν ταπείνωσιν τῆς καρδίας καὶ πτωχοὶ χρηματίζοντες, βοσκηθήσονται δι' αὐτοῦ. Τέλος γὰρ ἀγαθῆς παιδεύσεως νομή ἐστιν ἐπηγγελμένη, περὶ ἧς φησιν ὁ Σωτὴρ, ὅτι Εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Καὶ ὁ Προφήτης δέ φησιν, ὅτι Ἐν νομῇ πίονι