1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

163

ρηφανίᾳ, εἴρηται ταῦτα. Οὗτος γάρ ἐστιν ὁ καθυβρίζων τοὺς ἐν τῇ Ἐκκλησίᾳ, τοὺς μὲν ὡς ἀνδραποδώδεις καὶ διὰ τὴν ἄγνοιαν οὐδὲν αὐτῶν διαφέροντας. Οὗτος ὁ ἐνεργῶν ἑκάστῳ τὴν λοιδορίαν· οὗτος ὁ ἀναπείθων τοὺς αἱρέσεών τινων προεστῶτας ἀδικίαν μὲν εἰς τὸ ὕψος λαλεῖν, εἰ δέ ποτε εἰς ζήτησιν συγκαταβαίνοιεν, διδάσκων τὸν μὲν λόγον μὴ βασανίζειν, ὑβρίζειν δὲ τὸν δυνάμενον ἐλέγχειν τὴν ἀτοπίαν τῶν δογμάτων αὐτοῦ. Θεραπεύων οὖν αὐτὸν ὁ Κύριός φησι· Τὴν ὑπερηφανίαν αὐτοῦ ἐξῆρα. Ὡς γὰρ νόσου ἀφαίρεσίς ἐστι τὸ πονηρὸν τῆς ἀλαζονείας πάθος. Ἀλλὰ Καὶ ἡ ὕβρις αὐτοῦ (φησὶ) καὶ ἡ μῆνις αὐτοῦ. Ἰδιόκτητα τοῦ Μωὰβ τὰ πάθη ταῦτα· πονηρῶν κτημάτων δεσπότης ὁ Μωὰβ, ὕβρεως μὲν τῆς ἐπ' ἀτιμίᾳ τοῦ πλησίον ἐπινοου μένης, μήνιδος δὲ τῆς ἐμμόνου καὶ παρατεταμένης ὀργῆς. 16.308 Εἶτα ἐπιφέρει· Οὐχ οὕτως ἡ μαντεία σου, οὐχ οὕτως. Ὀνειδίζει τὴν παλαιὰν ἐπίνοιαν τοῦ Μωὰβ, μηδὲν τῆς τοῦ Βαλαὰμ μαντείας δυνηθείσης ποιῆσαι τῷ Ἰσραὴλ, ἐπείπερ Κύριος ὁ Θεὸς ἔστρεψε τὸ στόμα αὐτοῦ ἀπὸ κατάρας εἰς εὐ λογίαν. Οὐχ οὕτως (φησὶν) ἡ μαντεία σου, οὐχ οὕτως. Με τεπέμψατο γὰρ Βαλὰκ, υἱὸς Σεπφὼρ, βασιλεὺς Μωὰβ, τὸν Βαλαὰμ τὸν μάντιν, οὗ τὰ μαντεῖα ἐν ταῖς χερσὶν ἦν, καὶ εἶπεν· Ἐπάρασαί μοι τὸν λαὸν τοῦτον. Οὐχ οὕτως οὖν ἀπ ήτησε τὰ μαντεῖα, αὐτοῦ ἀποκριναμένου τοῦ Βαλαάμ· Τί ἀρά σομαι ὃν μὴ ἀρᾶται Κύριος; καὶ τί καταράσομαι, ὃν μὴ κατα ρᾶται ὁ Θεός; Εἶτα προφητεύει ὀλολυγμὸν τῇ Μωαβίτιδι· Ὀλολύξει γὰρ (φησὶν) Μωάβ· ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσιν. Ἐπεὶ οὖν ὁ ὀλολυγμὸς φωνὴ ὀδυνηρά ἐστιν ὑπὸ γυναικῶν, ὡς τὰ πολλὰ, ἐν πένθει βαρυτάτῳ κεκρατημέ νων ἀφιεμένη, δείκνυσι καὶ τῆς πληγῆς τὸ ἀλγεινὸν καὶ τῶν πασχόντων τὸ ἀσθενὲς, ἐκ τοῦ λέγειν ὅτι Ὀλολύξει Μωάβ. 16.309 Τοῖς κατοικοῦσι Σεδὲκ, μελέτησις. Ταύτην τὴν φωνὴν, ἀσαφῶς ἔχουσαν, οἱ λοιποὶ σαφηνί ζουσιν· ὁ γὰρ Σύμμαχός φησι· Τοῖς εὐφραινομένοις ἐν τῷ τείχει ὀστρακίνῳ φθέγξασθε. Εἰσί τινες οἱ μέγα φρονοῦντες ἐπὶ διαλεκτικῇ, καὶ οἱονεὶ τεῖχος ἀκαθαίρετον τὴν ἀπ' αὐτῆς βοήθειαν τοῖς δόγμασι περιβάλλοντες. Οὗτοι τοίνυν εὐφραινό μενοι, εὑρίσκονται ἐν τῷ τείχει τῷ ὀστρακίνῳ. Καὶ ἵνα δειχθῇ, τί τὸ ὀστράκινον τεῖχος, προσέθηκε τὸ Φθέγξασθε. Τί δ' ἂν ὀστράκου γένοιτο εὐαλωτότερον; Οἱ ἐν εὐτελέσι καὶ οὐδενὸς λόγου ἀξίοις μύθοις ἐναβρυνόμενοι, οὗτοι εὐφραί νονται ἐν τῷ τείχει τῷ ὀστρακίνῳ φθεγγόμενοι. Τοῦτό ἐστι τὸ Τοῖς κατοικοῦσι Σεδὲκ, μελέτησις. Ἀγαθὴ μὲν οὖν μελέτησις, τὸ μελετᾷν τὸν νόμον Κυρίου ἡμέρας καὶ νυκτός· πονηρὰ δὲ ἡ τῶν Μωαβιτῶν, ὅτι ἔσται τοῖς κατοικοῦσι Σεδὲκ μελέτησις. Οἱ τοίνυν μελετῶντες ἐπ' αἰσχύνης ἀξίοις λόγοις οὐκ ἐντραπήσονται. ∆ιὰ τοῦτο Τὰ πεδία Ἐσεβὼν πενθήσει. Τιμωρία τοῦ μὴ ἐντρέπεσθαι, ἡ ἀφορία τῶν πεδίων Ἐσεβών. Ἔστι δὲ πόλεως ὄνομα Μωαβιτικῆς, εὐρυχωρίαν ἐχούσης ἐν τοῖς περικειμένοις αὐτῇ προαστείοις· ἃ διὰ τὴν πονηρὰν τῶν κατοικούντων μελέ τησιν, ἄγονα ἔσται καὶ ἄκαρπα, οὐδεμίαν ὠφέλειαν τοῖς κατοικοῦσι παρέχοντα. Εἰ δὲ δεῖ καὶ ἐκ τῆς τοῦ ῥήματος διανοίας λαβεῖν τινα ἀφορμήν, Ἐσεβὼν ὁ διαλογισμὸς ἑρμη νεύεται. Τὰ οὖν πλήθη τῶν ματαίων διαλογισμῶν (ἃ πεδία ὠνόμασται) πενθήσει, ὡς εἰς οὐδὲν προχωρούσης τῆς οἱονεὶ πονηρίας τῶν ἀσεβῶν δογμάτων. 16.310 Ἄμπελος Σεβαμά· καταπίνοντες τὰ ἔθνη, καταπα τήσατε τὰς ἀμπέλους αὐτῆς ἕως Ἰαζήρ. Οὐ μὴ συνάψητε· πλανήθητε τὴν ἔρημον. Οἱ ἀπεσταλμένοι ἐγκατελείφθησαν. διέβησαν γὰρ τὴν θάλασσαν. Καὶ διὰ τοῦτο κλαύσονται (ὡς τὸν κλαυθμὸν Ἰαζὴρ) ἄμπελον Σεβαμά. Τὰ δένδρα σου κατ έβαλεν Ἐσεβὼν καὶ Ἐλεαλὴ, ὅτι ἐπὶ τῷ θερισμῷ σου καὶ τῷ τρυγητῷ σου καταπατήσω, καὶ πάντα καταπεσοῦνται. Καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπελώ νων, καὶ ἐν τοῖς ἀμπελῶσί σου οὐ μὴ εὐφρανθήσονται, καὶ οὐ μὴ πατήσωσιν εἰς τὰ ὑπολήνια οἶνον· πέπαυται γάρ. Κατόπιν εἴρηται· Τὰ πεδία Ἐσεβὼν πενθήσει· νῦν πρόσ κειται ὅτι καὶ Ἄμπελος Σεβαμά (ἀπὸ κοινοῦ τὸ πενθήσει).