1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

164

Ἑκάστου τοίνυν ἔθνους λέγεταί τις ἄμπελος, οἷον Σοδόμων καὶ Γομόῤῥας ἰδιάζουσά ἐστιν ἡ ἄμπελος. ∆ιὸ γέγραπται τὸ ὅτι Ἐξ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας. Οὕτως ἐστὶ καὶ ἡ Αἰγυπτίων ἄμπελος, ἣν πατάσσει ὁ Θεὸς, κατὰ τὸ εἰρημένον· Ἀπέκτεινεν ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν, καὶ τὰς συκαμίνους αὐτῶν ἐν τῇ πάχνῃ. Ἔστι δέ τις ἄμπελος, ἣν ἐφύτευσεν ὁ Κύριος· Ἄσω γὰρ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπε λῶνί μου. Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ, ἐν κέρατι, ἐν τόπῳ πίονι. Πάλιν ἀμπελὼν ἡ βασιλεία τοῦ Θεοῦ εἴρηται, ὡς ὁ Κύριος παρέστησε διὰ τῆς παραβολῆς τῶν γεωργῶν, τῶν ἐκλαβόντων μὲν τὸν ἀμπελῶνα, τοὺς δὲ καρποὺς μὴ ἀπο διδόντων. Ἀρθήσεται γὰρ (φησὶν) ἀφ' ὑμῶν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ δοθήσεται ἔθνει, ποιοῦντι τοὺς καρποὺς αὐτῆς. Ὡσεὶ ἔλεγε· τὰ θεῖα λόγια ἀφ' ὑμῶν ἀρθήσεται, ὁ νόμος καὶ οἱ Προφῆται, διὰ τὸ μὴ πολιτεύεσθαι ὑμᾶς κατὰ τὸ βούλημα αὐτῶν· καὶ δοθήσεται τὰ νοήματα ἔθνει, διὰ τῆς πολιτείας, ποιοῦντι τοὺς καρποὺς αὐτοῦ. Ὡς οὖν ἐνταῦθα ἄμπελος ὁ λόγος τῆς ἀληθείας, οὕτως ἄμπελος Αἰγύπτου ὁ λόγος ὁ ψευδὴς ἐμπολιτευόμενος τοῖς Αἰγυπτίοις, παρὰ τοῦ κοσμοκράτορος τοῦ σκότους τούτου παραδεδομένος αὐτοῖς εἰς γεωργίαν. Καὶ ἀμπελὼν πεφυτευμένος ἐν Σοδόμοις ὁ πονηρᾷ συνη θείᾳ τοῦ βίου ὑπὸ κακῶν τῶν ἐκεῖ μισθαρνουμένων τῷ δια βόλῳ ἐκπονούμενος. Οἱ οὖν τὰ ἐκείνου μαθόντες καὶ τὰ τοῦ Κυρίου δόγματα ἀποβάλλοντες, ἐξεῤῥίζωσαν μὲν ἑαυ τοὺς ἀπὸ τῆς ἀμπέλου τοῦ Θεοῦ τῆς ἀληθινῆς, τοῦ εἰπόντος· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή. Ἠγάγοντο δὲ ἀπὸ Σοδόμων καὶ Γομόῤῥων τὴν κληματίδα, διὸ καὶ γεωργοῦσι σταφυλὴν χολῆς καὶ βότρυν πικρίας· καὶ θυμός ἐστι δρα κόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος. 16.311 Καὶ ἡ τοίνυν λεγομένη ἄμπελος Σεβαμὰ, ἐπειδὴ ἑρμηνεύεται τὸ Σεβαμὰ ἐπιστροφὴ, τάχα λόγος τίς ἐστι ἐσχηματισμένος, προσποιούμενος μὲν ἔχειν τινὰ εὐλάβειαν καὶ ἀναχώρησιν ἀπὸ τῶν πονηρῶν προσκλήσεων, ἐν δὲ τῷ σχηματισμῷ τούτῳ ὑπαγόμενος πολλοὺς εἰς τὴν οἰκείαν διαστροφήν. Εὕροις δ' ἂν καὶ πολλοὺς τῶν ἑτεροδοξούντων ἐπιστρεπτικοὺς καὶ εἰς βίον τεταγμένον προτρεπτικοὺς λό γους· οὕς τινας ἐὰν νοήσωμεν οὐκ ἀληθινῶς ἐπιστρέφοντας, ἀλλ' ἐγκαθέτους ἐπὶ θεοσεβείᾳ τῶν πολλῶν προβαλλομέ νους, ἐπιφθεγξώμεθα εὐκαίρως, ὅτι τῶν τοιούτων τὸ γεώρ γιόν ἐστιν ἄμπελος Σεβαμά, τουτέστιν οὐ περὶ θεοσεβείας μὲν, οὐδὲ περὶ τῆς ὑγιοῦς θεολογίας διδασκαλία, περὶ σεμνό τητος δὲ καὶ περὶ τοῦ κοινωνικοῦ καὶ μεταδοτικοῦ ὑποθῆκαί τινες. Τοῦτό ἐστιν ἄμπελος Σεβαμὰ, ἡ ὑπὸ Μωαβιτῶν γεωρ γουμένη, ἥτις, πολλὰ ποιοῦσα τὰ ἑαυτῆς γεννήματα, κατα πίνειν τὰ ἔθνη λέγεται. Οἱ γὰρ ἀλλοτρίων δογμάτων προεστηκότες, διὰ τῆς δια λεκτικῆς, ἧς γεγυμνασμένοι τυγχάνουσι, καὶ πάσης τῆς ἐν λόγοις ἱκανότητος, ἡττῶντες τοὺς ἀφιλοσόφους καὶ πολλοὺς τῶν ἀνθρώπων, οἱονεὶ καταπίνουσι τοὺς ἁλισκομένους. Πρὸς οὖν τούτους ὁ λόγος, ὅτι Ὑμεῖς, οἱ καταπίνοντες τὰ ἔθνη. Καταφρονήσαντες τῶν τοιούτων λόγων, καταπατήσατε αὐ τούς. Οὐ γὰρ δυνήσεσθε, ἐκ τοῦ περὶ ταῦτα ἀσχολεῖσθαι, συνάψαι ἑαυτοὺς καὶ ἑνῶσαι τῇ Ἰαζὴρ, ἥτις ἑρμηνεύεται ἰσχύς. Ἀδύνατον οὖν ἐστιν ὑμᾶς τὴν ἰσχὺν τὴν ἐκ τοῦ Πνεύ ματος, ἐγγινομένην τοῖς ὀρθῶς πορευομένοις ὑποδέξασθαι, ἐὰν μὴ τὰς ἀμπέλους τὰς Σεβαμὰ καταπατήσητε. Ἐπι λάθεσθε τῆς ὑμετέρας ἐρημίας καὶ μηκέτι αὐτῇ ἐνδιατρί βητε· ἀλλ' ἀποπλανηθέντες αὐτῆς καὶ καταλιπόντες, κρείτ τοσι χωρίοις ἐνδιατρίψατε. 16.312 Οἱ ἀπεσταλμένοι ἐγκατελείφθησαν. Εἰσί τινες ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζό μενοι εἰς Ἀποστόλους Χριστοῦ, οἵτινες ἐγκαταλελειμμένοι εἰσὶν ἀπὸ Θεοῦ. Μὴ τοίνυν ἐξαπατάτωσαν ὑμᾶς, ὡς ἔχοντες ἰσχὺν τοῖς πράγμασιν· ἀβοήθητοι γάρ εἰσι καὶ ἐγκαταλελειμ μένοι. Οὗτοι δὲ αὐτοὶ καὶ διέβησαν τὴν θάλασσαν. Τί δὲ καὶ τοῦτο αἰνίσσεται, κατανοητέον· ἀξίως διὰ τοῦτο ἐγκατα λελεῖφθαί τινας, ἐπεὶ ψεκτὸν πεποιήκασι, τὸ διαβῆναι τὴν