1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

165

θάλασσαν. ∆οκεῖ τοίνυν μοι τὴν θάλασσαν λαμβάνειν εἰς τοὺς πειρασμοῦς πικροὺς, τυγχάνοντας τοῖς πειραζομένοις. Τοιοῦ τον γάρ ἐστι τὸ Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης. Οὐκοῦν ὁ μὲν ἀθλητὴς οὐ φεύγει τὰς περιστάσεις, οὐδὲ διαβαίνει τὴν θάλασσαν, ἀλλ' ὁμόσε χωρεῖ τούτοις καὶ ὑπέρχεται παντὶ πειρασμῷ. Οἱ δὲ (ὑπὲρ τοῦ μὴ διώκεσθαι) τοῖς ἔθνεσι συμ περιφερόμενοι, καὶ ὑπὲρ τοῦ μὴ ἀγωνίζεσθαι καὶ πονεῖν κατὰ τῶν σωματικῶν ὀρέξεων, ἐνδιδόντες πρὸς τὰς ἡδονὰς, οὗτοι διέβησαν τὴν θάλασσαν. Μετὰ τοῦτο λέγεται· ∆ιὰ τοῦτο κλαύσονται, ὡς τὸν κλαυθμὸν Ἰαζὴρ, ἄμπελον Σεβαμά. Μήποτε οὖν κλαυθμὸς Ἰαζὴρ τῆς ἰσχύος ἐστὶ κλαυθμὸς, ὃν κλαίουσι μακαριστῶς οἱ ἰσχυροὶ, στενάζοντες μὲν τῇ εἰς τὸν βίον παροικίᾳ, καὶ βαρυνόμενοι ἐπ' αὐτῇ, ποθοῦντες δὲ τῇ ψυχῇ καὶ ἐκλείποντες εἰς τὰς αὐλὰς τοῦ Κυρίου. Ἢ μήποτε ὡς κλαίεται ἰσχὺς ὑπὸ νόσου μαρανθεῖσα, παρὰ τὸ μὴ παρεῖναι τῷ ποτε αὐτὴν κεκτημένῳ, οὕτω καὶ ὁ κλαυθμὸς τῆς ἀμπέλου Σεβαμὰ γενήσεται, ὡς ἀπομαρανθείσης καὶ πυρὶ μελλούσης παρα δίδοσθαι. 16.313 Μετὰ τοῦτο πρὸς τὴν Μωαβῖτιν λέγεται· Τὰ δέν δρα σου κατέβαλεν Ἐσεβὼν καὶ Ἐλεαλή. Οὐκοῦν τὰ δένδρα τῆς Μωαβίτιδος ἡ Ἐσεβὼν καὶ Ἐλεαλὴ κατέβαλε. Τί δὲ καὶ ἀπὸ τούτων δηλοῦται, φέρε, κατὰ τὸ δυνατὸν, παραστήσωμεν. Ἑρμηνεύεται ἡ μὲν Ἐσεβὼν, λογισμοί· ἡ δὲ Ἐλεαλὴ, Θεοῦ ἀνάβασις. Καταβάλλεται οὖν ἄμπε λος ἀλλοτρία καὶ δένδρα ὅσα οὐκ ἐφύτευσεν ὁ Πατὴρ ὁ οὐρά νιος, καὶ ἀνατρέπεται ἡ φυτεία τῶν ἑτεροδόξων ὑπὸ λογισμῶν ὀρθῶν καὶ τῆς ἀνόδου, τῆς πρὸς Θεὸν ὑψούσης ἡμᾶς δι' ἔργων ἀγαθῶν. Μακάριος οὖν ἀνὴρ, οὗ ἐστιν ἀντίληψις αὐτοῦ παρὰ σοί· ἀναβάσεις σου ἐν τῇ καρδίᾳ αὐτοῦ. Ὁ οὖν ἔχων ἐπὶ τὴν καρδίαν αὐτοῦ τὰς τοῦ Θεοῦ ἀναβάσεις καὶ τῶν ἑαυτοῦ λογισμῶν ἐπιμέλειαν ποιούμενος, δυνατὸς ἔσται τὰ τῶν ἑτε ροδόξων καταστρέφεσθαι δόγματα, κακῶς πεφυτευμένα καὶ ἐπ' ὀλέθρῳ καρποφοροῦντα. Ἔπειτά φησιν, ὅτι Ἐπὶ τῷ θερισμῷ σου καὶ ἐπὶ τῷ τρυγητῷ σου καταπατήσω, καὶ πάντα καταπεσοῦνται. Ἐπει δὴ γὰρ ὃν θερίζει σῖτον καὶ ὃν τρυγᾷ οἶνον, ἐναντίως ἔχουσι τῷ ἄρτῳ, τῷ στηρίζοντι καρδίαν ἀνθρώπου, καὶ οἴνῳ, τῷ εὐφραίνοντι καρδίαν ἀνθρώπου ὡς ἀγαθὸς ὁ Θεὸς πατεῖ, οὐκ ἐῶν γενέσθαι τροφὴν ἢ ποτὸν τοῖς δι' ἄγνοιαν τῆς παρ' αὐτῶν βλάβης ἀδιακρίτως προσφερομένοις. Ἐπὶ οὖν Τῷ θερισμῷ σου καὶ τῷ τρυγητῷ σου καταπατήσω, καὶ πάντα πεσοῦνται. ∆ύναται τοῦτο καὶ πρὸς τὸ σωματικὸν οἰκοδομεῖν ἡμᾶς, ὅτι πολλοὶ ἐν ταῖς χερσὶν ἔχοντες τὴν συλλογὴν τῶν καρπῶν, ἀθρόᾳ τινὶ πληγῇ (ἐκ χαλάζης, ἢ ἐξ ἄλλης τινὸς μάστιγος) ἀπώλεσαν τὰ προσδοκώμενα, διὰ τὸ ἀχάριστον καὶ πλεονεκτικὸν τῶν ἀνθρώπων, οὐκ ἐάσαν τος τοῦ Θεοῦ εἰς ἀπόλαυσιν αὐτοῖς ἀφικέσθαι. 16.314 Καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπελώνων· καὶ οὐ μὴ εὐφρανθήσονται, καὶ οὐ μὴ πατή σουσιν οἶνον εἰς τὰ ὑπολήνια· πέπαυται γάρ. Ἤρθη μὲν οὖν εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπε λώνων. Ἀφῃρέθη ἀπὸ τοῦ Ἰσραὴλ ἡ βασιλεία τοῦ Θεοῦ, καὶ ἐδόθη ἔθνει, ποιοῦντι τοὺς καρποὺς αὐτοῦ. ∆ύναται δὲ καὶ κατὰ τὸ σωματικὸν νοεῖσθαι ἡ λέξις, ὅτι αἴρεται πᾶσα εὐφρο σύνη τῶν ἀθρόως ἀφαιρουμένων τὰς ἐπὶ τῇ συγκομιδῇ τῶν γεωργουμένων ἐλπίδας. Ἢ, ἐπειδὴ ἄμπελον εἴπαμεν τὸν ψευδῆ λόγον, δύναται δὲ νοηθῆναι, ὅτι ἡ ἀπὸ πάσης ψευδω νύμου γνώσεως ἐγγινομένη τοῖς ἠπατημένοις εὐφροσύνη, ὡς ἀπὸ ἀμπέλου γεωργούσης φαντασίαν εὐφροσύνης, οὐχὶ δὲ ἀλήθειαν ἀφαιρεῖται, ὡς μηκέτι εἶναι τοὺς ἀπατωμένους. Οὐκέτι γὰρ εὐφρανθήσονται ἐπὶ τοῖς ἐλεγχθεῖσιν οἱ πρότερον αὐτὰ θαυμάζοντες, οὐδὲ γεωργήσουσι Μωαβιτικὴν σταφυλὴν οἱ διδαχθέντες τὴν ἀπ' αὐτῆς ἀκολουθοῦσαν τοῖς πίνουσι βλά βην. Τάχα δὲ καὶ ὑπολήνιά εἰσιν δεχόμεναι τὴν μοχθηρὰν διδασκαλίαν ψυχαί. 16.315 ∆ιὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωὰβ ὡς κιθάρα ἠχή σει, καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος ὃ ἐνεκαίνισας, καὶ ἔσται εἰς τὸ ἐντραπῆναί σε. Καὶ ἐκοπίασε Μωὰβ ἐπὶ τοῖς βωμοῖς καὶ εἰσελεύσεται εἰς τὰ