1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

40

πάλιν ἐν αὐτοῖς ἀναστρέφεσθαι θέλεις; Εἰ δὲ ἃ κατέλυ σας διὰ Χριστὸν πάλιν ταῦτα οἰκοδομεῖς διὰ τοὺς συγγε νεῖς σου, παραβάτην σεαυτὸν καθιστᾷς. Μὴ οὖν διὰ χρέος τῶν συγγενῶν σου ἀναχωρήσῃς τοῦ τόπου σου· ἀναχωρῶν γὰρ ἐκ τοῦ τόπου σου ἴσως ἀναχωρήσεις ἐκ τοῦ τρόπου σου. Μὴ ἔσο ὀχλοχαρής, μὴ φιλόχωρος, μὴ φιλοπολίτης, ἀλλὰ φιλέρημος, ἐφ' ἑαυτῷ μένων ἀεὶ ἀμετεωρίστως τὴν εὐχὴν καὶ τὴν ψαλμῳδίαν ἔργον ἡγούμενος. Μηδὲ τῶν ἀναγνωσμάτων κατολιγωρήσῃς, μάλιστα τῆς νέας ∆ια θήκης, διὰ τὸ ἐκ τῆς παλαιᾶς ∆ιαθήκης πολλάκις βλάβην ἐγγίνεσθαι, καὶ οὐχ ὅτι ἐγράφη βλαβερά, ἀλλ' ὅτι ἡ τῶν βλαπτομένων διάνοια ἀσθενής. Πᾶς γὰρ ἄρτος τρόφιμος, ἀλλὰ τοῖς ἀσθενοῦσιν ἐπιβλαβής. Οὕτως οὖν «πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος», καὶ οὐδὲν κοινὸν δι' αὐτῆς, εἰ μὴ τῷ λογιζομένῳ κοινὸν εἶναι ἐκείνῳ κοινόν. «Πάντα δὲ δοκίμαζε, τὸ καλὸν κάτεχε, ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχου.» «Πάντα γὰρ ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει.» Ἔσο οὖν τοῖς συντυγχάνουσί σοι ἐν πᾶσιν ἀπρόσκοπος, προσχαρής, φιλάδελφος, ἡδύς, ταπεινόφρων, μὴ ἐκπίπτων τοῦ σκοποῦ τῆς φιλοξενίας διὰ βρωμάτων πολυτελείας, ἀρκούμενος δὲ τοῖς παροῦσι, τῆς καθη μερινῆς χρείας τοῦ μονήρους βίου μηδὲν πλέον ἀπό τινος λάβῃς· καὶ μάλιστα φύγε τὸν χρυσὸν ὡς ψυχῆς ἐπίβουλον καὶ ἁμαρτίας πατέρα, ὑπουργὸν δὲ τοῦ διαβόλου. Μὴ προφάσει τῆς εἰς τοὺς πένητας διακονίας σεαυτὸν ὑπό δικον φιλοχρηματίας καταστήσῃς. Εἰ δέ τις πτωχῶν ἕνεκα κομίσει σοι χρήματα, γνῶς δέ τινας λειπομένους, αὐτῷ ἐκείνῳ ᾧ ὑπάρχει τὰ χρήματα ἀποκομίσαι τοῖς ὑστε ρουμένοις ἀδελφοῖς συμβούλευσον, μήποτε μολύνῃ σου τὴν συνείδησιν ἡ τῶν χρημάτων ὑποδοχή. 42.4 Τὰς ἡδονὰς φεῦγε, τὴν ἐγκράτειαν δίωκε, καὶ τὸ μὲν σῶμα τοῖς πόνοις ἄσκει, τὴν δὲ ψυχὴν τοῖς πειρασμοῖς ἔθιζε. Τὴν σώματος καὶ ψυχῆς ἀνάλυσιν ἀπαλλαγὴν παν τὸς κακοῦ τιθέμενος ἐκδέχου τῶν αἰωνίων ἀγαθῶν τὴν ἀπόλαυσιν ἧς πάντες οἱ ἅγιοι μέτοχοι γεγόνασι. Σὺ δὲ ἀδιαλείπτως ζυγοστατῶν ἀντιπαρατίθεσο τῇ διαβολικῇ ἐννοίᾳ τὸν εὐσεβῆ λογισμόν, ὥσπερ ἐπὶ τρυτάνης τῇ ῥοπῇ τῆς πλάστιγγος τούτῳ παραχωρῶν. Καὶ μάλιστα ὅταν ἐπα ναστᾶσα ἡ πονηρὰ ἔννοια λέγῃ· «Τί σοι τὸ ὄφελος τῆς ἐν τῷ τόπῳ τούτῳ διαγωγῆς; Τί σοι τὸ κέρδος τῆς ἀναχωρή σεως τῆς ἀπὸ τῶν ἀνθρώπων συνηθείας; Ἢ οὐκ ἔγνως τοὺς παρὰ τοῦ Θεοῦ τεταγμένους ἐπισκόπους τῶν τοῦ Θεοῦ Ἐκκλησιῶν τοῖς ἀνδράσι συνήθως συνδιαζῶντας καὶ τὰς πνευματικὰς ἀδιαλείπτως ἐπιτελοῦντας πανηγύρεις ἐν αἷς μάλιστά που τοῖς παραγενομένοις γίνεται ὄφελος; Ἐκεῖ γὰρ ἀποκαλύψεις παροιμιακῶν αἰνιγμάτων, λύσεις ἀποστολικῶν διδαγμάτων, εὐαγγελικῶν νοημάτων ἔκθεσις, θεολογίας ἀκρόασις, ἀδελφῶν πνευματικῶν συντυχίαι μεγάλην τοῖς ἐντυγχάνουσιν ἐκ τῆς θέας τοῦ προσώπου τὴν ὠφέλειαν παρεχόντων. Σὺ δὲ τοσούτων ἀγαθῶν ἀλλό τριον σεαυτὸν καταστήσας κάθησαι ἐνθάδε ἐξηγριωμένος ἴσως τοῖς θηρσίν. Ὁρᾷς γὰρ ἐνταῦθα ἠρεμίαν πολλήν, ἀπανθρωπίαν οὐκ ὀλίγην, ἀπορίαν διδασκαλίας, ἀδελφῶν ἀλλοτρίωσιν καὶ τὸ πνεῦμα περὶ τὴν ἐντολὴν τοῦ Θεοῦ ἀργίαν ἔχον πολλήν.» Ὅταν οὖν τοιαύταις καὶ τοσαύταις εὐλογοφανέσι προφάσεσιν ἐπαναστᾶσα ἡ πονηρὰ ἔννοια καταρρῆξαί σε θέλῃ, ἀντιπαράθες αὐτῇ διὰ τοῦ εὐσεβοῦς λογισμοῦ τὴν πεῖραν τοῦ πράγματος λέγων· «Ἐπειδὴ σὺ λέγεις μοι καλὰ τὰ ἐν τῷ κόσμῳ εἶναι, διὰ τοῦτο ἐγὼ ἐνταῦθα μετῴκησα ἀνάξιον ἐμαυτὸν κρίνας τῶν τοῦ κόσμου καλῶν. Παραμέμικται γὰρ τοῖς τοῦ κόσμου καλοῖς τὰ κακά, καὶ μᾶλλον ὑπεραίρει τὰ κακά. Παραγενόμενος γάρ ποτε ἐν ταῖς πνευματικαῖς πανηγύρεσιν ἑνὶ μὲν ἀδελφῷ μόλις ποτὲ περιέτυχον, τὸ μὲν δοκεῖν, φοβουμένῳ τὸν Κύριον, κρατουμένῳ δὲ ὑπὸ τοῦ διαβόλου, καὶ ἤκουσα παρ' αὐτοῦ λόγους κομψοὺς καὶ μύθους πεπλασμένους εἰς ἀπάτην τῶν ἐντυγχανόντων. Πολλοῖς δὲ μετ' αὐτὸν συνέτυχον κλέπταις, ἅρπαξι, τυράννοις. Εἶδον μεθυόντων σχῆμα ἄσχημον, τὰ αἵματα τῶν καταπονουμένων. Εἶδον δὲ καὶ κάλλος γυναικῶν