1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

119

158.1 Ἐπειδὴ ἀντέστησάν μοι αἱ ἁμαρτίαι μου πρὸς τὸ μὴ δυνηθῆναί με ἣν πάλαι ἔσχον ἐπιθυμίαν τῆς ὑμετέρας συντυχίας ἀγαγεῖν εἰς πέρας, γράμμασι γοῦν παραμυθοῦ μαι τὴν ἀπόλειψιν· καὶ παρακαλοῦμεν ὑμᾶς μὴ διαλιπεῖν μεμνημένους ἡμῶν ἐν ταῖς προσευχαῖς, ἵνα, ἐὰν ζῶμεν, καταξιωθῶμεν ὑμῶν ἀπολαῦσαι, εἰ δὲ μή, διὰ τῆς βοηθείας τῶν προσευχῶν ὑμῶν μετὰ ἀγαθῆς ἐλπίδος μεταναστῶμεν ἀπὸ τοῦ κόσμου τούτου. Τὸν δὲ ἀδελφὸν τὸν ἐπὶ τὰς κα μήλους παρατιθέμεθα ὑμῖν.

159.τ ΕΥΠΑΤΕΡΙΩ ΚΑΙ ΤΗ ΘΥΓΑΤΡΙ

159.1 Ὅσην εὐφροσύνην παρέσχε μοι τὸ γράμμα τῆς κοσμιό τητός σου εἰκάζεις πάντως αὐτὸς τοῖς ἐπεσταλμένοις. Τί γὰρ ἂν ἥδιον γένοιτο ἀνθρώπῳ εὐχὴν ποιουμένῳ φοβου μένοις ἀεὶ Θεὸν προσομιλεῖν καὶ τοῦ παρ' αὐτῶν κέρδους μεταλαμβάνειν, γραμμάτων τοιούτων, δι' ὧν ἡ Θεοῦ γνῶσις ἐπιζητεῖται. Εἰ γὰρ τὸ ζῆν ἡμῖν Χριστός, ἀκολούθως καὶ ὁ λόγος ἡμῶν περὶ Χριστοῦ ὀφείλει εἶναι καὶ ἡ ἔννοια καὶ πᾶσα πρᾶξις τῶν ἐντολῶν αὐτοῦ ἠρτῆσθαι καὶ ἡ ψυχὴ ἡμῶν κατ' αὐτὸν μεμορφῶσθαι. Χαίρω τοίνυν περὶ τοιούτων ἐρωτώμενος καὶ συγχαίρω τοῖς ἐρωτῶσιν. Ἡμῖν τοίνυν ἑνὶ μὲν λόγῳ ἡ τῶν ἐν Νικαίᾳ συνελθόντων Πατέρων πίστις πασῶν τῶν ὕστερον ἐφευρεθεισῶν προτετίμηται, ἐν ᾗ ὁμοούσιος ὁμολογεῖται ὁ Υἱὸς τῷ Πατρὶ καὶ τῆς αὐτῆς ὑπάρχων φύσεως ἧς ὁ γεννήσας. Φῶς γὰρ ἐκ Φωτὸς καὶ Θεὸν ἐκ Θεοῦ καὶ Ἀγαθὸν ἐξ Ἀγαθοῦ καὶ τὰ τοιαῦταπάντα ὑπό τε τῶν ἁγίων ἐκείνων ὡμολογήθη καὶ ὑφ' ἡμῶν νῦν, τῶν εὐχομένων κατ' ἴχνη βαίνειν ἐκείνοις, προσμαρτυ ρεῖται. 159.2 Ἐπειδὴ δὲ τὸ νῦν ἀνακύψαν παρὰ τῶν ἀεί τι και νοτομεῖν ἐπιχειρούντων ζήτημα, παρασιωπηθὲν τοῖς πάλαι διὰ τὸ ἀναντίρρητον, ἀδιάρθρωτον κατελείφθη (λέγω δὴ τὸ περὶ τοῦ Ἁγίου Πνεύματος), προστίθεμεν τὸν περὶ τούτου λόγον ἀκολούθως τῇ τῆς Γραφῆς ἐννοίᾳ, ὅτι ὡς βαπτιζό μεθα, οὕτω καὶ πιστεύομεν, ὡς πιστεύομεν, οὕτω καὶ δοξολογοῦμεν. Ἐπειδὴ οὖν βάπτισμα ἡμῖν δέδοται παρὰ τοῦ Σωτῆρος εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος, ἀκόλουθον τῷ βαπτίσματι τὴν ὁμολογίαν τῆς πίστεως παρεχόμεθα, ἀκόλουθον δὲ καὶ τὴν δοξολογίαν τῇ πίστει, συνδοξάζοντες Πατρὶ καὶ Υἱῷ τὸ Ἅγιον Πνεῦμα τῷ πεπεῖσθαι μὴ ἀλλότριον εἶναι τῆς θείας φύσεως. Οὐ γὰρ ἂν τῶν αὐτῶν μετέσχε τιμῶν τὸ ἀπεξενωμένον κατὰ τὴν φύσιν. Τοὺς δὲ κτίσμα λέγοντας τὸ Πνεῦμα τὸ Ἅγιον ἐλεοῦμεν ὡς εἰς τὸ ἀσυγχώρητον πτῶμα τῆς εἰς αὐτὸ βλασφημίας, διὰ τῆς τοιαύτης φωνῆς, καταπίπτοντας. Ὅτι γὰρ διώρισται κτίσις θεότητος οὐδενὸς λόγου προσδεῖ τοῖς κἂν μικρὸν ταῖς Γραφαῖς ἐγγεγυμνασμένοις. Ἡ μὲν γὰρ κτίσις δουλεύει, τὸ δὲ Πνεῦμα ἐλευθεροῖ· ἡ κτίσις ζωῆς προσδεής ἐστι, τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν· ἡ κτίσις διδασκαλίας δεῖται, τὸ Πνεῦμά ἐστι τὸ διδάσκον· ἡ κτίσις ἁγιάζεται, τὸ Πνεῦμά ἐστι τὸ ἁγιάζον. Κἂν ἀγγέ λους εἴπῃς, κἂν ἀρχαγγέλους, κἂν πάσας τὰς ὑπερκοσμίους δυνάμεις, διὰ τοῦ Πνεύματος τὴν ἁγιωσύνην λαμβάνουσιν. Αὐτὸ δὲ τὸ Πνεῦμα φυσικὴν ἔχει τὴν ἁγιότητα οὐ κατὰ χάριν λαβόν, ἀλλὰ συνουσιωμένην αὐτῷ· ὅθεν καὶ τῆς προσ ηγορίας τῆς τοῦ Ἁγίου ἐξαιρέτως τετύχηκεν. Ὃ τοίνυν φύσει ἅγιον, ὡς φύσει ἅγιος ὁ Πατὴρ καὶ φύσει ἅγιος ὁ Υἱός, οὔτε αὐτοὶ τῆς θείας καὶ μακαρίας Τριάδος χωρίσαι καὶ διατεμεῖν ἀνεχόμεθα, οὔτε τοὺς εὐκόλως τῇ κτίσει συναριθμοῦντας ἀποδεχόμεθα. Ταῦτα, ὥσπερ ἐν κεφαλαίῳ, ἀρκούντως τῇ εὐλαβείᾳ ὑμῶν εἰρήσθω. Ἀπὸ γὰρ μικρῶν σπερμάτων γεωργήσετε τὸ πλεῖον τῆς εὐσεβείας συνεργοῦν τος ὑμῖν τοῦ Ἁγίου Πνεύματος. «∆ίδου γὰρ σοφῷ ἀφορμὴν καὶ σοφώτερος ἔσται.» Τὴν δὲ τελειοτέραν δι δασκαλίαν εἰς τὴν κατ' ὀφθαλμοὺς συντυχίαν ὑπερθησό μεθα, δι' ἧς καὶ τὰ ἀντικείμενα ἐπιλύσασθαι, καὶ πλατυτέ ρας τὰς ἐκ τῶν Γραφῶν παρασχέσθαι μαρτυρίας, καὶ πάντα τύπον τὸν ὑγιῆ τῆς πίστεως βεβαιώσασθαι δυνατόν. Τὸ δὲ νῦν ἔχον συγγνώμην νείματε τῇ βραχύτητι. Καὶ γὰρ