1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

246

καὶ διὰ τὸ χρόνῳ κεκμηκέναι αὐτοῦ τὸν οἶκον ἐπὶ ταῖς λειτουργίαις τῆς ἐνδεχομένης αὐτὸν παρακλήσεως ἀξιῶσαι.

312.τ ΚΗΝΣΙΤΟΡΙ

312.1 Οἶδας τὰς ἐκ τῶν κήνσων καὶ ὠφελείας καὶ βλάβας τὰς γινομένας τοῖς

ἀνθρώποις. Ὥστε σύγγνωθι τῷδε πολλὴν ποιησαμένῳ σπουδὴν μηδεμίαν ὑπομεῖναι βλάβην καὶ συνά ρασθαι αὐτῷ κατὰ δύναμιν πρὸς τὸ δίκαιον προθυμήθητι.

313.τ ΚΗΝΣΙΤΟΡΙ

313.1 Οὐκ ἔστι πόρρωθεν ἰδεῖν τὰς οἰκονομίας τὰς τοῦ Θεοῦ, ἀλλ' ὑπὸ

μικροψυχίας οἱ ἄνθρωποι πρὸς τὸ ἐν ποσὶν ἀπο βλέπομεν καὶ πολλάκις ἐπὶ ἀγαθὸν πέρας ἀγόμενοι δυσχε ραίνομεν, ἀνεχομένου ἡμῶν τῆς ἀμαθίας τοῦ πάντα ἐν τῇ ἑαυτοῦ σοφίᾳ διοικοῦντος ∆εσπότου. Μέμνησαι γὰρ δή που ὅσον ἐδυσχεραίνομεν τότε πρὸς τὴν ἐπιτεθεῖσαν ἡμῖν φρον τίδα, ὅσους παρελάβομεν τῶν φίλων εἰς τὸ δι' αὐτῶν ἀπώ σασθαι τὴν ἐπήρειαν. Οὕτω γὰρ ὠνομάζομεν τὸ πρᾶγμα. Ἀλλὰ νῦν ὁρᾷς ὁποῖα τὰ παρόντα. Παρέσχε γάρ σοι ὁ Θεὸς ἀφορμὴν τοῦ τὴν καλοκἀγαθίαν τῶν τρόπων εἰς φανερὸν ἀγαγεῖν καὶ παντὶ τῷ ἐφεξῆς βίῳ ἀγαθῆς μνήμης ἀφορμὰς ἐναφεῖναι. Ὁποῖαι γὰρ ἂν ὦσιν αἱ ἀποτιμήσεις αὗται, τοιαύτη καὶ ἡ ἐπ' αὐταῖς μνήμη παρὰ τῶν ἐπιγινομένων διασώζεσθαι πέφυκεν, ἐπεὶ δὲ οὐδὲ εὐχομένοις Γαλάταις ὑπῆρξεν ἂν φιλανθρωποτέρου ἤθους ἐπιτυχεῖν, ἀκριβῶς ἐγὼ πέπεισμαι. Ἔχω δὲ οὐ Γαλάτας μακαρίζειν τῆς σῆς ἐπιστασίας μόνον, ἀλλὰ καὶ αὐτὸς ἑαυτόν. Ἔστι γὰρ κἀμοὶ οἶκος ἐν Γαλατίᾳ καὶ οἴκων γε ὁ λαμπρότατος σὺν Θεῷ, εἰς ὃν εἰ τύχοιμι παρὰ σοῦ τινος βοηθείας (τεύξομαι δὲ ἕως ἂν φιλία τὴν οἰκείαν ἰσχὺν ἔχῃ), μεγάλην εἴσομαι τῷ Θεῷ τὴν χάριν. Εἰ οὖν τις λόγος παρὰ τῇ σῇ τιμιότητι τῆς ἐμῆς φιλίας, ὁμολογουμένην τινὰ ὠφέλειαν παρασχέσθαι τῷ οἴκῳ τοῦ θαυμασιωτάτου ἄρχοντος Οὐλπικίου ἡμῶν ἕνεκεν παρα κλήθητι, ὥστε ὑφελεῖν τι τῆς νῦν οὔσης ἀπογραφῆς μάλιστα μὲν ἀξιόλογον καὶ τῆς σῆς μεγαλονοίας ἄξιον, προσθήσω δὲ ὅτι καὶ τῆς ἡμετέρας πρεσβείας τῶν ἀγαπώντων σε. Εἰ δὲ μή, ἀλλ' ὅσον οἵ τε καιροὶ συγχωροῦσι καὶ ἡ τῶν πραγ μάτων ἐπιδέχεται φύσις, πάντως δὲ ὑφελεῖν καὶ μὴ ἐᾶσαι ἐπὶ τῆς ταὐτότητος, ὥστε ἡμᾶς μυρίων ὧν ἔχομεν παρὰ τοῦ ἀγαθοῦ ἄρχοντος εὐεργεσιῶν μίαν χάριν ταύτην διὰ τῆς σῆς σεμνότητος ἀντεκτίσαι.

314.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΙΚΕΤΗ

314.1 Καὶ πῶς ἔμελλον ἐγὼ γραμμάτων οἰκείαν ἀφορμὴν παρό ψεσθαι καὶ

προσερεῖν τὴν σὴν τιμιότητα τοῦδε πρὸς ὑμᾶς ἀφικνουμένου; Ὃς ἐξήρκει μὲν καὶ ἀφ' ἑαυτοῦ εἰπεῖν τὰ ἡμέτερα καὶ τὴν τῆς ἐπιστολῆς πληρῶσαι χρείαν, ἠβουλήθη δὲ καὶ γραμμάτων διάκονος γενέσθαι διὰ τὸ σφόδρα ἡμᾶς ἀγαπᾶν καὶ ἐξ ὅλης ψυχῆς προσκεῖσθαι ἡμῖν. Παντὶ τρόπῳ καὶ τὰ ὑμέτερα ῥήματα ἐπικομίζεσθαι βούλεται καὶ ὑμῖν διακονεῖσθαι. Ἐδώκαμεν οὖν αὐτῷ τὴν ἐπιστολὴν δι' ἧς πρῶτον μὲν ὑμῖν εὐχόμεθα πάντα τὰ ἀγαθὰ ἅ τε ὁ βίος οὗτος ἔχει καὶ ὅσα τῶν ἐν ταῖς ἐπαγγελίαις τὸν μακαρισμὸν ἀποκείμενον φυλάσσει, ἔπειτα καὶ δεόμεθα Θεοῦ τοῦ ἁγίου οἰκονομηθῆναι δεύτερον ἡμῖν τὴν συντυχίαν ὑμῶν, ἕως ἐσμὲν ὑπὲρ γῆς. Τὴν δὲ εἰς τὸν προειρημένον ἀδελφὸν ἀγάπην ὅτι πολυπλασιάσεις ἡμῶν ἕνεκεν οὐκ ἀμφιβάλλω. Ὥστε παρακλήθητι ἔργῳ αὐτῷ παρασχέσθαι τὴν πεῖραν.