1

 2

 3

1

Homilia de spiritu sancto

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ, Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας, ΟΜΙΛΙΑ ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ.

Ὁ βαπτιζόμενος εἰς Τριάδα βαπτίζεται εἰς Πα τέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα· οὔτε εἰς ἀρχὰς, οὔτε εἰς δυνάμεις, οὔτε εἰς τὰ ἑξῆς ἐν κτίσμασι. ∆ῆλον οὖν αὐτῷ ἔστω, ὅτι ἡ Τριὰς ὑπὲρ τὴν κτίσιν ἐστί· καὶ μηδὲν τῆς Τριάδος εἰς κτίσιν κατάγειν ἐπιχειρείτω. Μεμνήσθω δὲ καὶ τοῦ Κυρίου, Πνεῦμα ἅγιον ἐμφυσήσαντος, καὶ δείξαντος διὰ τῆς ἐμφυσή σεως, ὅτι τὸ Πνεῦμα τῆς θεϊκῆς οὐσίας ἐστὶ, καὶ οὐ τῆς κτιστῆς φύσεως. Λογιζέσθω δὲ καὶ τὴν ἀποστο λικὴν ἐξήγησιν περὶ Τριάδος, ἐν ᾗ μίαν ἐνέργειαν ὁρῶμεν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος· ὡς οὐκ ὄντος κτιστοῦ καὶ ποιητοῦ τὴν φύσιν οὔτε τοῦ Υἱοῦ οὔτε τοῦ Πνεύματος. Ὅτι μὴ τῆς ἑαυτοῦ κτίσεως ὁ Θεὸς ἐπιδεῖται πρὸς τὸ τὴν ἰδίαν ἐνέρ γειαν ἀποδιδόναι. Λέγει δὲ ὁ Ἀπόστολος· «∆ιαιρέ σεις χαρισμάτων εἰσὶ, καὶ τὸ αὐτὸ Πνεῦμα. Καὶ διαι ρέσεις διακονιῶν εἰσι, καὶ ὁ αὐτὸς Κύριος. Καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.» Οὐκοῦν ἃ ἐνεργεῖ Θεὸς, ταῦτα τὸ Πνεῦμα ἐνεργεῖ. «Πάντα ἐνεργεῖ, φησὶ, τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἑκάστῳ καθὼς βούλεται.» Μηδὲ εἰς δουλείαν καταγέτω τὸ Πνεῦμα, ἀκούων, ὅτι καθὼς βούλεται πάντα ἐνεργεῖ τὰ τοῦ Θεοῦ. Καὶ πάλιν· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν. Οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.» Καὶ γὰρ εἰ μὴ θεότητα λέγει κατοικεῖν ἐν ἡμῖν διὰ τοῦ Πνεύματος κατοικοῦντος, λέγοντος τοῦ Ἰωάννου, «Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ Πνεύματος οὗ ἔδωκεν ἡμῖν,» πᾶσαν ἀπολεῖ τὴν ἐλπίδα. Εἰ γὰρ μὴ Θεὸς ἐν ἡμῖν, οὔτε ζωῆς οὔτε ἀγαθῶν αἰωνίων τευξόμεθα. Λέγει δὲ καὶ πάλιν ὁ Παῦλος· «Οὐκ οἴδατε, ὅτι ναὸς τοῦ Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;» καὶ πάλιν· «Τὰ 31.1432 σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ.» Καὶ κτίσις μὲν ἀποκα λύψεως δεῖται πρὸς τὸ εἰδέναι τὰ Θεοῦ· τὸ Πνεῦμα δὲ ἀποκαλύπτει. «Ἡμῖν, φησὶν, ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ.»

Καὶ καθ' ἡμᾶς μὲν ἐρευνᾷ, ὅτι ἐν αὐτῷ τὴν ἔρευναν ποιούμεθα· «Τὸ Πνεῦμα, φησὶν, ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ·» καθ' ἑαυτὸ δὲ γινώσκει, ὥσπερ τὸ ἡμέτερον πνεῦμα. «Τίς γὰρ οἶδε, φησὶν, ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ.» Καὶ ζωογονεῖ μὲν Θεός· λέγει γὰρ ὁ Παῦλος· «Παρ αγγέλλω ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωογονοῦντος τὰ πάν τα·» ζωὴν δὲ δίδωσι Χριστὸς, ὁ λέγων· «Τὰ πρό βατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς.» Ζωοποιούμεθα δὲ διὰ τοῦ Πνεύματος, ὥς φησιν ὁ Παῦλος· «Ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.» Ζωογονῇ τοίνυν ὑπὸ Θεοῦ διὰ Χριστοῦ ἐν Πνεύματι. Καὶ διὰ τοῦτο, ἐπεὶ πᾶσα ἡ ἐνέργεια τοῦ Υἱοῦ διὰ τοῦ Πνεύματος φανεροῦται, Κύριος ὀνομάζεται τὸ Πνεῦμα τῷ τοῦ Κυρίου ὀνόματι· καὶ Χριστὸς τῷ τοῦ Χριστοῦ, ὡς ἄρτι μὲν ἐλέγομεν· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν.» Εἴρηται δὲ καὶ τὸ, «Ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.» Εἶτα ἐπάγει· «Εἰ δὲ Χριστὸς ἐν ὑμῖν,» ἀντὶ τοῦ λέγειν, ὅπερ ἀκόλουθον ἦν· Εἰ δὲ τὸ Πνεῦμα ἐν ὑμῖν. Οὐδὲ ἔστι φωνὴ θεία ποιητὸν τὸ Πνεῦμα εἶναι διδάσκουσα. Τὸ γὰρ, «Πάντα δι' αὐτοῦ ἐγένετο,» περὶ τοῦ πλήθους τῶν κτισμάτων ἐστί. Τὸ δὲ Πνεῦμα οὐκ