1

 2

 3

 4

 5

 6

5

7.88 Τουτέστιν ἐξῆλθες ἐκ τοῦ κόσμου τῷ φρονήματι· μὴ πάλιν τοῖς γηΐνοις σκότιζε τὸ φθάσαν εἰς οὐρανὸν φωτισθῆναι σὸν φρόνημα. 7.89 Μὴ τὸ σχῆμα Ἱερουσαλήμ, οἱ δὲ τρόποι Αἰγύπτιοι.

7.90 Βλέπε μὴ δορᾷ προβάτων τὸν ἔνδον λύκον σκεπάζῃς, μηδὲ ἄνθεσι ῥόας τὸν τρίβολον στέφῃς. 7.91 Αἴρεται τὸ ἔνδυμα, ζητεῖται ὁ τοῦ προβάτου τρόπος. 7.92 Πίπτει τὰ φύλλα, ζητεῖται ὁ βότρυς. 7.93 Ἀπορρεῖ τὰ ἔξωθεν ἄνθη, φαίνεται ὁ τρόπος· τοῦ γὰρ τριβόλου ἡ φύσις ἑαυτὴν δηλοῖ. 7.94 Οὕτω τῶν παρθένων, οὐ τοῦ σώματος, χρεία, ἀλλὰ τῶν ἀδόλων τρόπων χρεία. 7.95 Οὕτω τὸν γεωργὸν οὐ τὰ φύλλα τρέφει, ἀλλ' ὁ καρπὸς εὐφραίνει. 7.96 Οὕτω μοι νόει καὶ ἐπὶ πάντων· οὐ γὰρ ταῦτα δεῖ λεπτῶς διαλέγεσθαι. 7.97 Τῶν γὰρ σοφῶν αἱ διάνοιαι τῷ νῷ προσπηδῶσαι ἄχθος ἡγοῦνται τὴν λεπτότητα τῶν λόγων. 7.98 Μηδὲν οὖν σχῆμα γενέσθαι παρακαλῶ, ἀλλὰ τὸ ἔργον τοῦ σχήματος προηγείσθω, ἵνα μὴ ἄλλως τῶν ἔργων εὐσχημονούντων τινὲς ἡμῖν ἀσχήμονες τῶν ἔργων εὑρεθεῖεν. 8.99 Πολλάκις οὖν καὶ θυγατρὸς ποθούσης σπεύδειν τὰ κρείττονα, μήτηρ κηδομένη τῶν νέων ἢ κάλλει προσκαίρῳ τῷ νομιζομένῳ πλανωμένη, τάχα δὲ καὶ φθόνῳ τηκομένη, σπεύδει ποιῆσαι τὴν θυγατέρα τέκνον τοῦ αἰῶνος τούτου καὶ οὐ θεῷ νυμφευθῆναι. 8.100 Ἀλλ' ἐνεδρεύει πᾶν ὅ τι νομιζόμενον δεινόν· ἀλλὰ μὴ ἀποδειλιάσῃς, ὦ τέκνον· ἄνω τὸ ὄμμα ὅπου ὁ ποθούμενος· τήρει τὰ ἴχνη τῆς προλαβούσης ἐκείνης, ἧς ἀκούεις Θέκλης.

8.101 Εἰ καὶ παρεκβατικὸν τὸ λεγόμενον· κἂν Θεόκλεια ταράσσηται, κἂν Θάμυρις πενθῇ, κἂν Ἀλέξανδρος διαδέχηται, κἂν ὁ δικαστὴς ἀπειλῇ, μὴ σβεννύσθω τὸ φίλτρον. 8.102 Τοῖς γὰρ νέοις ὠφέλιμον τὸ πρὸς Ἰησοῦν Χριστὸν ἀνασταυροῦσθαι. 8.103 Τίς χωρίσει τοὺς αὐτὸν ἐρωμένους ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; 8.104 Οὐ θλίψις, οὐ στενοχωρία, οὐ δίκασται, οὐ ῥήτορες, οὐ ξίφος, οὔτε τις ἑτέρα κτίσις δυνήσεται χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ. 8.105 Ἀλλὰ κἂν ἔρημος γένῃ γονέων, ἀλλ' οὐκ ἔρημος θεοῦ. 8.106 Κἂν ἐπιλάθῃ τοῦ οἴκου τοῦ πατρός σου, ἀλλ' ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου 8.107 ∆εῦρο δὴ οὖν, κἂν πολύολβος, κἂν δύσοπτος, κἂν πένης ὑπάρχῃς, κἂν χερνήτης. 8.108 Θάρσει, ἐλθέ· ὁ γὰρ νυμφίος Ἰησοῦς Χριστὸς οὐ τοῦ μαραινομένου κάλλους ἐράσκεται, οὐδὲ τὴν πενίαν ἀποστρέφεται. 8.109 Μικρὸν γὰρ καὶ μέγαν ἡ αὐτὴ χάρις προσκαλεῖται, ἀλλὰ τὰς προαιρέσεις δοκιμάζει, καὶ οὕτως ἀποδέχεται τοὺς σώφρονι λογισμῷ καθοπλισμένους τὴν ἀρετήν. 8.110 Ταῦτα δὲ καὶ ἐπὶ υἱοῦ σπεύδοντος παραστῆσαι τὸ σῶμα· ὁ πατὴρ ἔχθραν ἐγείρει πρὸς τὸν ἴδιον παῖδα, μὴ δυνάμενος γνῶναι τὸ κατόρθωμα τὸ τοιοῦτον. 8.111 Μωρίαν ἡγεῖται, κατὰ τὸ θεῖον γράμμα, τὸ σοφὸν παρὰ θεῷ. 8.112 Ἀλλὰ μὴ ὀκλάσῃς, ὦ νεανίσκε, μὴ προτιμήσῃς θνητὸν πατέρα ἢ μητέρα ἢ ἕτερόν τινα. 8.113 Ἀξίους ἑαυτοῦ ἀπεφήνατο, ὡς ἐν τῷ εὐαγγελίῳ γέγραπται, οὓς φωνήσας Ἰησοῦς· ἄφες τὸ πλοῖον, ἄφες τὸν πατέρα καὶ τὰ δίκτυα εἰς ἄγραν, κἂν ἐλπίδες τοῦ βίου πολλαί, κἂν Ζεβεδαῖος ταράσσηται. 8.114 Μηδὲν ὅλως θεοῦ προτιμήσῃς, μᾶλλον δὲ τῆς ἑαυτοῦ σωτηρίας, ἵνα ᾖς καὶ μετὰ Ἰωάννου, ὁμόθρονον αὐτοῦ ἀξίαν φορῶν. 8.115 Οὕτω γὰρ ἐπηγγείλατο ὁ θεὸς τοὺς καταλείψαντας πατέρα ἢ μητέρα ἢ ἀδελφοὺς ἢ ἀγροὺς ἢ οἰκίας ἐπὶ δεκαδύο θρόνους καθίσεσθαι ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. 9.116 Ταῦτα εἶπε πρὸς παρθένους, ταῦτα εἶπε πρὸς τοὺς ἀκούοντας· τοὺς γὰρ πάντας αὐτὸς συνέκλεισε, καὶ οἱ πάντες εἰς αὐτὸν ἵνα συν τρέχωσιν. 9.117 Οὐ μόνον δὲ [ἐν] τοῖς παρθενεύουσι ταῦτα ἐνετείλατο, ἀλλὰ καί· ὅστις ἀφῆκε γυναῖκα καὶ τέκνα καὶ τὰ λοιπά, πολυ πλασίονα καὶ ζωὴν αἰώνιον κληρονομήσει. 9.118 Οὐ χωρίζων εἶπεν, ἀλλὰ τοὺς ἔχοντας, ἵνα μὴ ὡς ἔχοντες ὦσι διὰ τὸ τὸν καιρὸν συνεσταλμένον εἶναι, οὐ τὴν δέσιν λύων, ἀλλὰ τὴν σωφρο σύνην σπείρων, ἵνα τὴν ἀκρασίαν πνίξῃ. 9.119 Καὶ ἐπεὶ τὰ στίγματα τοῦ