1

 2

 3

 4

 5

 6

 7

2

μὴ βλέπε ἀνώμαλα, μὴ τὸν πλού σιον ὑψηλὸν, τὸν δὲ πένητα ταπεινόν. Ἐὰν παραστῇ τῇ θύρᾳ σου ὁ τὴν χρείαν αὐτοῦ ἐπανορθωθῆναι ζη τῶν, μηδὲ οὕτως ἀνώμαλα ἴδῃς. Μὴ εἴπῃς· Οὗτος 31.1441 φίλος, οὗτος συγγενὴς, οὗτος εὐεργέτης· ἐκεῖνος ξένος, ἀλλότριος, ἄγνωστος. Ἀνώμαλα βλέπων, οὐκ ἐλεηθήσῃ· λεῖα βλέπε. Φύσις μία, ἄνθρωπος καὶ οὗτος κἀκεῖνος. Χρεία μία, ἔνδεια ἐν ἀμφοτέροις ἡ αὐτή. ∆ὸς τῷ ἀδελφῷ καὶ τῷ ξένῳ.

Μήτε τὸν ἀδελφὸν ἀποστραφῇς, καὶ τὸν ξένον ἀδελφὸν οἰκεῖον ποίησαι. Λεῖα οὖν χρὴ βλέπειν. Μὴ πρόκρινε τὸν φίλον ἀπὸ τοῦ ἀλλοτρίου, τὴν χρείαν ἑαυτοῦ ἐπανορθούμε νον. Βούλεταί σε παραμυθητικὸν εἶναι τῶν δεο μένων, οὐ προσωπολήπτην, οὐ τῷ συγγενεῖ διδόντα, τὸν δὲ ξένον ἀπωθούμενον. Πάντες συγγενεῖς, πάν τες ἀδελφοὶ, ἑνὸς πατρὸς ἔκγονοι πάντες. Ἐὰν τὸν πνευματικὸν ζητῇς πατέρα, ὁ οὐράνιος· ἐὰν τὰ γήινα ζητῇς, μήτηρ ἡ γῆ, καὶ ἀπὸ τοῦ αὐτοῦ πηλοῦ διηρτίσμεθα πάντες. Ὥστε ἀδελφὴ ἡ φύσις κατὰ σάρκα, ἀδελφὴ ἡ γένεσις ἡ κατὰ πνεῦμα. Τὸ αὐτό σοι αἷμα φορεῖ ἀπὸ τοῦ πρώτου ἀνθρώπου· τὴν αὐτήν σοι χάριν ἔλαβε παρὰ τοῦ ∆εσπότου. Βλέπε οὖν λεῖα, ἵνα ἐλεηθῇς. Μὴ εἴπῃς· Οὗτος πλούσιος, καὶ τιμῆς ἄξιος· ἐκεῖνος πένης, καὶ φαυλίζω τὸν πένητα· μηδὲ ταῖς ὑπεροχαῖς ταύταις ἀνωμάλως διάνεμε τὰς τιμάς. Ἔστι γὰρ ὁ πλούσιος ψεύστης, ὁ πλούσιος ἅρπαξ, ὁ πλούσιος πόρνος, ὁ πένης δίκαιος. Μὴ τοίνυν τῇ ἔξωθεν ἐπιφανείᾳ πρόσεχε, ἀλλ' εἰς τὸ κρυπτὸν εἰσερχόμενος, ἐκεῖ τὰς διαφορὰς διάνεμε. Τίμα τὸν τὰ τίμια κεκτημένον. Τί τιμιώτερον, ἀρετὴ ἢ πλοῦτος; Τί ἐκ τῶν ἔξωθεν δοκιμάζεις, τὰ κρύφια μὴ διερευνώμενος; Ὁρᾷς, ὅτι ὁ Βὴλ ἔξωθεν μὲν εἶχε χαλκὸν, ἔνδοθεν δὲ πηλὸν τῷ περιαστράπτοντι χαλκῷ ὑποκρυπτόμενον. Ἐὰν ἴδῃς τοὺς ἐν τῷ βίῳ περιφα νεῖς, γίνωσκε, ὅτι χαλκὸς αὐτοῖς περιλάμπει, ἔνδοθεν δὲ πηλός εἰσι, τοῦ χαλκοῦ τὸ σαθρὸν ὑπερείδοντος. Πολλοὶ μὲν χρυσὸν ἔχουσιν ἔνδον, ὄστρακον δὲ ἔξωθεν περικείμενον. Οὗτος ὁ θησαυρὸς ὁ ἐν ὀστρακίνῳ σκεύει κεκαλυμμένος. Οὗτος σωφρονεῖ, κἀκεῖνος πορνεύει. Τίς πλουσιώτερος, ὁ τὴν σωφροσύνην ἔχων, ἢ ὁ τὰ χρήματα ἐξ ἀδικίας συνειλεγμένα; Τούτου τὸ μνημόσυνον ἀναφαίρετον· ἐκείνου ὁ πλοῦτος πρόσκαι ρος. Τοῦτο κλέπτης οὐ διορύσσει· ἐκεῖνο σήμερον ἀνθεῖ, αὔριον δὲ ἀπομαραίνεται. Ὥστε βλέπε λεῖα, ὁμοτίμως κατὰ τὸ αὐτό· τὴν μέντοι διάκρισιν τῶν τιμίων μὴ ἀφανίσῃς, ἵνα ᾖς ἠλεημένος. «Καὶ ἀνδρὶ θυμώδει μὴ συναυλίζου.» Εἰπὲ 31.1444 δὲ ὅτι Ἔστι τις ἐν ἡμῖν φιλόδοξος, καὶ οὐ θυμικός. Φιλόδοξος εἶ; οὐ βλέπεις λεῖα. Θυμώδης εἶ; «Καὶ ἀνδρὶ θυμώδει μὴ συναυλίζου.»

Εἶδες πῶς ἐν βρα χυλογίᾳ ἡ διόρθωσις τῶν ἁμαρτημάτων δίδοται, ἐὰν μὴ ἄρα τὰ μὲν ὦτα κρουώμεθα διὰ τῆς φωνῆς, ἐπὶ δὲ τὴν καρδίαν τὴν ἔννοιαν τῶν λαλουμένων οὐ παραπέμπωμεν. Ἀλλ' ἐξέταζε μὲν, ποῦ τὸ ἐμὸν ἀνεγνώσθη; Τὰ περὶ τῶν θυμικῶν ἐπίγνωθι, ὁ θυμικός. Εἰπέ· Τοῦτο ἐμὸν τὸ πάθος· γνωρίζω τὸ ἀῤῥώστημά μου· λάβε τὴν θεραπείαν. Ἐὰν παρα στῇς τῷ ἰατρῷ, καὶ ἴδῃς τὴν πολυτέλειαν τῶν φαρ μάκων ἐν ταῖς πολυπτύχοις ἀποκειμένην δέλτοις, περισκόπει τί οἰκεῖον ἀπόκειται τῷ σῷ πάθει. Οὐχ ὁ τὸν πόδα προσπταίσας ἐπιζητεῖ τὸ τοῦ ὀφθαλ μοῦ ἴαμα· ἀλλ' ὁ τὸν ὀφθαλμὸν κεκακωμένον ἔχων ζητεῖ τὸ οἰκεῖον τῷ πάθει βοήθημα. Οὐκοῦν ἕκαστος ἐκ τῆς Γραφῆς λαμβανέτω τὰ συγγενῆ τῷ ἰδίῳ πάθει. Θυμώδης εἶ; κατάστειλον τὸν θυμόν. «Θυμώδης γὰρ, φησὶν, ἀνὴρ οὐκ εὐσχήμων.» Μάθε παρὰ τῆς Γραφῆς. Κάτοπτρον γενέσθω τοῦ προσώπου τοῦ σοῦ ἡ Γραφή. Ἐκεῖ μάθε. Ἐπειδὴ ὁ ἀσεβὴς λογισμὸς σκοτώσας οὐκ ἐᾷ λογίσασθαί σε ἡλίκον ἁμάρτημά ἐστιν ὁ θυμὸς, ἡ Γραφή σοι λέγει· «Οὐκ εὐσχήμων ἀνὴρ θυμώδης.» Πῶς ἀσχη μονεῖ ὁ θυμώδης; Ἀποτίθεται τὸ σχῆμα τὸ ἀνθρώ πινον, θηρίου σχῆμα μεταλαμβάνει. Ἐννόησον τὸν θυμούμενον.