1

 2

 3

 4

 5

 6

 7

3

Ἐπέζεσεν αὐτῷ ὁ θυμὸς, καὶ οἱ ὀφθαλ μοὶ ὑπηλλάγησαν· οὐκ εἰσὶν οἱ αὐτοὶ ὀφθαλμοὶ, πῦρ βλέπει, ἀνέδραμεν αὐτῷ τὸ αἷμα, περιέζεσε τὴν καρδίαν, περιέδραμε τοὺς χιτῶνας τῶν ὀφθαλ μῶν, ἐγένετο ὕφαιμος ἐκχωρῶν τῷ πάθει, ἠλλοίω σεν αὐτοῦ τοὺς ὀφθαλμούς. «Ἀνὴρ θυμώδης οὐκ εὐ σχήμων.» Ἐὰν ἴδῃς τὸν θυμούμενον τοὺς ὀδόντας παραθήγοντα, ἐνθυμήθητι, ὅτι συῒ ἔοικεν ὁ τοιοῦτος, τὸν ἔνδοθεν θυμὸν διὰ τῆς τῶν ὀδόντων παρατρίψεως ὑπεκφαίνων. Ἐὰν ἴδῃς τὸν θυμούμενον ἀφρίζοντα· ἐὰν ἴδῃς ἄσημα φθεγγόμενον ἐν τῇ καρδίᾳ· ἐὰν ἴδῃς τὸν θυμούμενον πατρὸς μὲν ἐπιλανθανόμενον παι δὸς δὲ ἀγνοοῦντα σῶμα, διὰ πάντων ἀφειδῶς χω ροῦντα, ἵνα πληροφορήσῃ αὐτοῦ τὴν ὁρμὴν, βλέ πεις τὴν ἀσχημοσύνην τοῦ πράγματος. Ἐν ἀλλο τρίῳ κακῷ σεαυτὸν θεράπευσον, ἵνα μὴ τὴν ἐκείνου ἀσχημοσύνην καὶ αὐτὸς λάβῃς. «Ἀνὴρ θυμώδης οὐκ εὐσχήμων.» Καὶ, «Ἀνδρὶ θυμώδει μὴ συναυλίζου.» Κακὸν πρᾶγμα κυνὶ συνδεδέσθαι, καὶ διηνεκοῦς ὑλακῆς ἀπολαύειν. Ἀνὴρ θυμώδης οὐκ εὐσχήμων.» 31.1445 Φεῦγε τὰς μετ' αὐτοῦ διατριβάς· ἀνάγκη γάρ σε μαθεῖν τι τῶν ἐκείνου ὁδῶν. Εἶπέ τι ὑβριστικὸν, ἐκίνησε καὶ τὸν ἐν σοὶ θυμόν. Ὥσπερ κυνὸς ὑλακὴ προκαλεῖται ἑτέρου κυνὸς θόρυβον, καὶ τὸν ἐν σοὶ θυμὸν τέως κοιμώμενον καὶ ἡσυχάζοντα ἡ ἐκείνου φωνὴ διήγειρε, καὶ γεγόνατε ἀλλήλοις ἀνθυλα κτοῦντες, εἶτα ἀντικαταστάντες ἀλλήλοις, ὥσπερ σφενδόνας ἀφίετε τῶν ῥημάτων τῆς ἀσχημοσύνης. Εἶπέ τι ὑβριστικὸν ἐκεῖνος, ἀντέδωκας σὺ μείζονι ὑπερβολῇ, τὸν προλαβόντα μιμούμενος. Λαβὼν ἐκεῖνος τὴν ἐκ τοῦ λόγου τοῦ ὑβριστικοῦ ἀντίδοσιν, οὐκ ἔστι τῆς ὁρμῆς, ἀλλ' ἐστράφη καὶ ἐκορύφωσε τὴν ἑαυτοῦ ἁμαρτίαν. Μείζων ἐβουλήθη γενέσθαι ἐκ τοῦ εἰπεῖν τι χαλεπώτερον. Σὺ δὲ, δεξάμενος πάλιν, ὑπερυψώθης· καὶ γέγονε κακῶν φιλονεικία. Ὁ δὲ ἐν κακῶν ἁμίλλαις νικῶν, οὗτος ἀθλιώτερός ἐστιν. «Ἀνὴρ θυμώδης οὐκ εὐσχήμων·» καὶ, «Ἀνδρὶ θυμώδει μὴ συναυλίζου.» «Μηδὲ συνδείπνει ἀνδρὶ βασκάνῳ.»

Ἕτερον πάθος ἐμπολιτευόμενον τῷ βίῳ τῶν ἀνθρώπων, καὶ ἀεὶ προσπεφυκὸς ταῖς ψυχαῖς ἡμῶν, καὶ μᾶλλον δα πανῶν τὴν καρδίαν ἢ ὁ ἰὸς τὸν σίδηρον, ἡ βασκα νία ἐστὶν, ἐν ᾗ πολλὰ μέν ἐστι κακὰ, ἓν δὲ χρήσι μον, ὅτι κακόν ἐστιν αὐτῷ τῷ κεκτημένῳ. Ὁ γὰρ βάσκανος αὐτὸν μὲν τὸν βασκαινόμενον ὀλίγα βλά πτει, ἑαυτὸν δὲ δαπανᾷ τῇ λύπῃ καὶ τῷ στεναγμῷ ἐπὶ τῇ εὐημερίᾳ τοῦ πλησίον· καὶ τὴν μὲν χώραν τοῦ γείτονος οὐκ ἠλάττωσεν, ἑαυτὸν δὲ κατεδαπά νησε τῇ βασκανίᾳ. «Μὴ μέταιρε ὅρια αἰώνια. Εἰς δὲ κτῆμα ὀρ φανῶν μὴ εἰσέλθῃς.» Μὴ εἰσέλθῃς εἰς τὸ τῶν ὀρφα νῶν κτῆμα, ἵνα εἰσέλθῃς εἰς τὸ σὸν κτῆμα. Σὸν δέ ἐστι κτῆμα ἡ ἡτοιμασμένη βασιλεία τῶν οὐρανῶν. Ὅρια πατέρων μὴ κινήσῃς. Μὴ ἐπιθυμήσῃς τῆς τοῦ πλησίον χώρας. Μὴ, αὔλακα αὔλακι προστιθεὶς, κατὰ μικρὸν αὔξανε τὴν σήν. Ὅσον γὰρ πλατύνεις ἐκ τῆς ἀλλοτρίας προσθήκης τὴν γῆν, τοσούτῳ μακροτέραν σοι τὴν ἁμαρτίαν κατασκευάζεις. Καὶ ἡ μὲν γῆ ἐνταῦθα παραμένει, κατὰ μικρόν σοι προσχωρηθεῖσα, καὶ διὰ τῆς πλεονεξίας γενομένη, οὐκέτι σή, ἀλλὰ τῶν μετὰ σὲ, καὶ ἀφίης ἄδικον τῷ διαδεχομένῳ τὸν βίον· «Ἡ γῆ ἕστηκεν εἰς τὸν αἰῶνα,» ἡ δὲ ἁμαρτία ἀκολουθήσει σοι, ὡς σκιὰ παρεπομένη τῇ ψυχῇ. Ὥσπερ γὰρ ἡ σκιὰ τῷ σώματι ἕπεται, οὕτω καὶ ἡ ἁμαρτία τῇ ψυχῇ συμπέφυκε. Μὴ ἴσθι σεαυτῷ πληθύνων τὴν ἁμαρ τίαν. Οὐδαμοῦ γὰρ ἵσταται τῆς πλεονεξίας ἡ νόσος, ἀλλ' ὁμοία ἐστὶ τῇ τοῦ πυρὸς φύσει. Καὶ γὰρ τὸ πῦρ ἐπειδὰν καταπρήσεως ἅψηται, σπεύδει πᾶσαν ἐπινεμηθῆναι τὴν ὕλην, καὶ οὐδεὶς αὐτὸ στῆσαι δύ ναται, πρὶν ἂν ἐπιλείπῃ ἡ ὕλη. Τὸν δὲ πλεονέ 31.1448 κτην τί δύναται ἐπισχεῖν; Πυρός ἐστι χαλεπώτερος, πάντα διὰ συνεχείας νεμόμενος. Ἔλαβε τὰ τοῦ πλησίον· ἄλλος ἀνεφάνη γείτων· καὶ τὰ ἐκείνου ἐξιδιοποιήσατο. Οὐ τοῖς κατόπιν προσέξει, ὅτι πολ λά· ἀλλὰ τοῖς λείπουσιν, ὅτι γείτονας κέκτηται. Οὐκ εὐφραίνει τὰ κτηθέντα, ἀλλὰ λυπεῖ τὰ λειπό μενα· οὐ τῇ ἀπολαύσει τῶν συναχθέντων προσέχει, ἀλλ' ἑαυτὸν ἐκδαπανᾷ τῇ ἐπιθυμίᾳ τῆς τοῦ