1

 2

 3

 4

 5

 6

 7

5

Μὴ προφασίζου τοὺς παῖδας. Τί ὑποτίθῃ ἀφορ μὴν εὐπρόσωπον εἰς τὴν ἁμαρτίαν; Ὁ τὸν παῖδα ποιήσας, καὶ σὲ ἐποίησεν. Ὁ σοὶ τὰς ἀφορμὰς παρεχόμενος, καὶ τῷ παιδὶ παρέξει τὰς τοῦ βίου διεξαγωγάς. Ἕκαστος τῆς ἑαυτοῦ ζωῆς λόγον δώσει τῷ Κυρίῳ. Τί οἶδας τίνι θησαυρίζεις; «Θησαυρί ζει, καὶ οὐκ οἶδε τίνι συνάξει αὐτά.» Πολλάκις ὁ παῖς ἐστιν ὑπόθεσις τῶν θησαυριζομένων. Ἐγέ νετο δὲ ἢ λῃστοῦ διάρπαγμα, ἢ συκοφάντου παραν άλωμα, ἢ πολεμίων αἰχμαλώτευμα τὰ ὑπὸ σοῦ συν αχθέντα, ἢ λοιμοῦ ἐγκατασκήψαντος. Πολλοὶ γὰρ ἀφανισμοὶ τοῦ βίου. Εἰπέ μοι· ὅτε ᾔτεις παρὰ τοῦ Θεοῦ τοὺς παῖδας, ὅτε ἐβούλου γενέσθαι τέκνων πα 31.1452 τὴρ, τί προσετίθεις τῇ εὐχῇ; ∆ός μοι παῖδας, ἵνα, πλεονέκτης γενόμενος, τῇ προφάσει τῶν παίδων τῇ γεέννῃ παραδοθῶ; ∆ός μοι παῖδας, ἵνα μὴ ποιήσω τὰς ἐντολάς; ∆ός μοι παῖδας, ἵνα τοῦ Εὐαγγελίου κα ταφρονήσω; Οὐ ταῦτα ἦν ἃ τότε ἔλεγες, ἀλλὰ παῖδας ἐζήτεις συνεργοὺς τοῦ βίου. Ἔλαβες συνεργοὺς, κοινωνοὺς τοῦ βίου· δίδασκε καὶ λόγοις ἀγαθοῖς, καὶ ὑποδείγμασι χρηστοῖς, ὁποίους προσῆκεν εἶναι τὰ πρὸς τὸν Θεὸν, ὁποίους πολλάκις εἶδες. Οὗτος γάρ ἐστιν ὁ πλοῦτος πολλῶν χρημάτων τιμιώτερος. Αὕτη ἡ κληρονομία ἀγαθὴ, παρὰ πατρὸς εἰς παῖδας παραπεμπομένη. «Εἰς δὲ κτῆμα ὀρφανῶν μὴ εἰσ έλθῃς.» Καὶ, «Μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ.» Εἴρη ται καὶ περὶ τῆς βασκανίας. Προσκείσθω δὲ εἰς πλείονα φυλακὴν τοῦ κακοῦ, ὅτι ἴδιόν τι πάθος ἐστὶ τοῦ διαβόλου ἡ βασκανία. Οὐ γὰρ εὐθὺς διάβολος ἐκτίσθη ὁ διάβολος, ἀλλ' ἀγγέλου ἐξουσίαν λαβὼν, κατεστράφη εἰς τὴν τοῦ δαίμονος φύσιν. Καὶ ἐγένετο πονηρὸς δαίμων ὁ ταύτῃ τῇ πονηρίᾳ χαρακτηρι σθεὶς, καὶ ἀπαλλοτριωθεὶς τῆς πρὸς τὸν Θεὸν οἰ κειότητος, ἀποστραφεὶς δὲ πρὸς τὸ μέρος τῆς ἀπο στασίας, ἐπειδὴ εἶδε τὸν ἄνθρωπον μικρὸν μὲν ζῶον, παρὰ πᾶσαν δὲ τὴν κτίσιν τιμιώτερον. Πρεσβύτερος ὢν τοῦ ἀνθρώπου, εἶδεν, ὅτι τὰ νηκτὰ πάντα λόγῳ ἐδημιουργήθη. «Ἐξαγαγέτω» γὰρ, φησὶ, «τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν.» Λόγῳ ἐποίησε τὰ κήτη τὰ κατὰ τὸ πέλαγος τὸ Ἀτλαντικὸν ἐνδιαιτώμενα.

Λόγῳ ἐποίησε τὰ χερσαῖα. Προστάγματι Θεοῦ εἰς τὸ εἶναι παρήχθη. Προστάγματι γέγονε τὰ τῶν ἐλεφάντων μεγέθη, τὰ τῶν καμήλων· ἵπποι, καὶ βόες, καὶ ὅσα μεγέθει διαφέροντα καὶ ἰσχύϊ ζῶα, κατὰ ἀγέλας ἐκτίσθη ἑνὶ προστάγματι· καὶ τὸ ἔτι θαυμασιώτερον, προστάγματι οὐρανὸς, προστάγματι ἥλιος, προστάγματι βοτάνη, προστάγματι ἡ τῶν ὑδάτων φύσις, ἥ τε ὑπὲρ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐστορεσμένη, καὶ ταῖς κοιλότησιν ἐκκεχυμένη, πάντα προστάγματι· ὁ δὲ ἄνθρωπος χερσὶ διεπλάσθη. Εἶδε τὴν περὶ τὸν ἄνθρωπον τιμὴν, ἐβάσκηνεν ὁ διάβολος. Εἶδεν, ὅτι ἡλίου προτιμότερος. Ὁ μὲν γὰρ προστάγματι εἰς τὸ εἶναι παρῆλθεν· ὁ δὲ χερσὶ Θεοῦ διεπλάσθη. Καὶ ὁ μὲν ἐκτίσθη διὰ τὸν ἄνθρωπον, ἄνθρωπος δὲ διὰ Θεόν· ἄνθρωπος, ἵνα Θεὸς δοξασθῇ· ἥλιος, ἵνα ἀνθρώποις ὑπηρετῇ. Κατέμαθε τὴν περὶ τὸν ἄνθρωπον τιμήν. Εἶδεν, ὅτι πρώτη ἡ κτίσις, τελευταῖος δὲ ὁ ἄνθρωπος, ὅτι παρεσκεύασεν αὐτῷ ὥσπερ οἰκοδεσπότῃ οἶκον πεπληρωμένον. Οὐ γὰρ πρῶτον ἐποίησεν ἄνθρωπον, ἵνα μὴ πτωχὸς 31.1453 κτισθῇ ἀλλ' ἐποίησεν οὐρανὸν, σκέπην αὐτοφυῆ κτίσας, ὑπεστόρεσε τὴν γῆν, ἰσχυρὸν ἔδαφος τοῖς ποσὶ προετοιμάζων τοῖς τοῦ ἀνθρώπου. Θάλλειν αὐτὴν ἐποίησε βοτανῶν καὶ καρπῶν παντοίαις φοραῖς. Πάντα εὐτρεπῆ τῷ ἀνθρώπῳ· τὰ ὑποζύγια εὐτρεπίσθη κατὰ ἀγέλας· ἐκτίσθη ἡ κτίσις. Τὰ μὲν σύννομα παρεσκευάσθη· τὰ δὲ ἄγρια πρὸς γυμνασίαν τοῦ σώματος. Τὰ μὲν πόνῳ κτητὰ, ἵνα φιλητὰ γένηται· τὰ δὲ ἑτοίμως παρόντα, ἵνα αὐτόθεν τῇ κτίσει ὑπηρετῆται. Εἶδεν, ὅτι αὐτομάτως ἡ γῆ τὸν καρπὸν αὐτοῖς παρεσκεύασε. Πᾶσα ἡ κτίσις ἐξεδέχετο τοὺς ἀπολαύοντας, καὶ εἰς ἑστίασιν παρήχθη ὁ ἄνθρωπος. Εἶδεν, ὅτι οὐκ ἠρκέσθη ὁ φιλάνθρωπος Θεὸς τῇ τῆς γῆς ἀπολαύσει· ἀλλ' ἐξαίρετον ἐνδιαίτημα, τὸ ἴδιον ἐγκαλλώπισμα, τὸν ἄνθρωπον ἑαυ-τοῦ βουλόμενος, ἐκεῖ κατέστησεν ἐν τῷ παραδείσῳ. Ἐπονηρεύσατο ὁ διάβολος ὁρῶν πολλὴν ἀπόλαυσιν περιῤῥέουσαν τῷ