1

 2

 3

 4

 5

 6

 7

6

ἀνθρώπῳ, ἀγγέλους παιδαγωγοὺς παρεδρεύοντας αὐτῷ· Θεὸν ὁμόγλωσσον γενόμενον τοῖς ἀνθρώποις, διαλεγόμενον ἀπὸ ἰδίας φωνῆς, πανταχόθεν τὸν παῖδα τὸν νήπιον παιδευόμενον, ἵνα εἰς Θεοῦ ὁμοιότητα ἀναδράμῃ· ἐπειδὴ κατέμαθε τὸν ἄνθρωπον, ἐπειδὴ εἶδεν, ὅτι τὸ μικρὸν τοῦτο ζῶον πρὸς τὴν τῶν ἀγγέλων ὁμοτιμίαν ὁ Κύριος προεκαλεῖτο· διὰ τῆς ἀρετῆς ἀνάγων αὐτὸν, καὶ διὰ σωφροσύνης τῶν κατὰ τὸν βίον ἐπὶ τὴν τελείωσιν τῆς ψυχῆς. Ἕως γὰρ μόνος ἦν ὁ ἄνθρωπος, οὐκ εἶχε λαβὴν ὁ διάβολος, ἐπεὶ δὲ ἐκτίσθη ἡ γυνὴ, ἁπαλὸν ζῶον, ἀναγκαίως τοῦ ∆ημιουργοῦ τὴν ἁπαλότητα φυσικὴν ἐμποιήσαντος, ἵνα ὑπὸ τοῦ φιλανθρώπου εὐμαρῶς τραφῇ τὰ νήπια. Εἰ γὰρ αὐστηρὰ ἦν ἡ γυνὴ, οὐκ ἂν ἀποκλαιόμενον τὸ νήπιον τοῖς στήθεσιν ἐνηγκαλίζετο· οὐκ ἂν τῆς ἰδίας τροφῆς ἠμέλει, τὸν δὲ μαζὸν ἐπεῖχε πρὸς ὠφέλειαν τοῦ ὑπομαζίου παιδίου. Νῦν μέντοι μητέρων εὐσπλαγχνίαι τὸν ὕπνον πολλάκις τῶν βλεφάρων ἀποδιώκουσιν, ἐπειδὰν μικρὸν παρενοχληθῇ τὸ νήπιον.

Ἵνα τοίνυν ἐκτρέφηται νήπιον, ἁπαλὴ ἡ φύσις ἡ γυναικεία παρήχθη, ἁπαλὴ καὶ φιλάνθρωπος. Τῷ οὖν ἁπαλῷ καὶ τῷ εἰκτικῷ προσχὼν ὁ διάβολος, τὴν εὐκολίαν τὴν πρὸς ἀρετὴν, εὐκολίαν εἰς κακίαν ἐποιήσατο. Τοῦτο οὖν ἐστιν ἴδιον τὸ κακὸν τοῦ διαβόλου, ὁ φθόνος· φθόνος ὁ ἐκλαληθῆναι μὴ δυνάμενος, ὁ ἰατρείαν οὐκ ἐπιδεχόμενος. Ὁ κεφαλὴν ἀλγῶν λέγει τῷ ἰατρῷ 31.1456 τὴν κεφαλαλγίαν· ὁ φθόνον νοσῶν τί εἴπῃ; Λυπεῖ με τὰ τοῦ ἀδελφοῦ ἀγαθά; Ἡ μὲν ἀλήθεια αὕτη· τὰ δὲ ῥήματα ἕκαστος ἐπαισχύνεται. Τί στενάζεις; ἴδιον κακὸν, ἢ ἀλλότριον ἀγαθόν; Τοὺς μὲν γὰρ κύνας τρέφοντες ἡμεροῦμεν· τὸν δὲ βάσκανον εὐεργετοῦντες χαλεπώτερον ἀπεργαζόμεθα. Οὐ γὰρ χαίρει ἐφ' οἷς ἂν πάθῃ χρηστοῖς· ἀλλὰ λυπεῖται τῇ σῇ εὐπορίᾳ, ὅτι ἔχεις ὕλην, ὅθεν τὴν χρείαν αὐτῷ πληρώσεις. Μὴ τοίνυν συνεμπέσῃς εἰς τὴν ἀπάτην τοῦ διαβόλου· ἐβάσκηνέ σοι, ἐβάσκηνεν· ἐξώρισέ σε τοῦ παραδείσου. ∆ι' ἐκεῖνον ἄκανθαι, δι' ἐκεῖνον ἱδρὼς, δι' ἐκεῖνον ὁ τόπος τῆς ἐξορίας· εἰς ὃν ἐκπεσὼν, μὴ ἐπιλάθῃ τῆς πατρίδος τῆς ἀρχαίας.

Μέμνησο τῆς εὐγενείας τῆς σεαυτοῦ· μέμνησο τῆς πατρίδος ὅθεν ἐξωρίσθης. Μέμνησο τοῦ τὰ τηλικαῦτά σε ζημιώσαντος· μὴ σπείσῃ πρὸς αὐτὸν, μηδέ ποτε τὴν πρὸς αὐτὸν ὁμιλίαν καταδέξῃ. ∆ύο γὰρ ἠδίκησε, καὶ ἐξ ἀρχῆς ἐξέβαλε, καὶ νῦν τὴν ἐπάνοδον διακόπτει Ἐβάσκηνέ σοι τῶν πρώτων ἀγαθῶν διὰ γυναικὸς, καὶ πάλιν ἐπινοίαις ταῖς κατὰ τὴν γυναῖκα εἰς τὴν ἀποκατάστασιν κωλύει. Πορνείαν ἐπενόησεν, ἵνα μὴ εἰσέλθῃς εἰς παράδεισον. Οὐκ ἤρκεσεν αὐτῷ ἡ πρώτη ζημία, ὅτι κατέστρεψεν· ἀλλὰ δευτέρας μεθοδείας ἐπινοεῖ, τὸν δρόμον ἡμῖν ἐπέχων. Κλέπτει διὰ τοῦ ψεύδους, ἐπειδὴ τεῖχός ἐστι τοῖς ὁδεύουσιν εἰς παράδεισον τὸ ψεῦδος. Τὰ ἐκείνου ἐπιτηδεύματα μυρία. Τὰ ἐκείνου βλαστήματα, ὠμότης, τραχύτης, πλεονεξία, λοιδορία· πάντα ὅσα μισεῖ ὁ λόγος τῆς ἀληθείας, ταῦτα τοῦ διαβόλου ἐστί. Μισάνθρωπος, ἐπειδὴ καὶ θεομάχος. Ἐμίσησε πρότερον, ἐτραχηλίασε κατὰ Θεοῦ παντοκράτορος, κατεφρόνησε τοῦ ∆εσπότου, ἠλλοτριώθη τοῦ Θεοῦ. Ἐπειδὴ εἶδε τὸν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ, μὴ δυνάμενος εἰς Θεὸν τραπῆναι, εἰς τὴν εἰκόνα τοῦ Θεοῦ τὴν ἑαυτοῦ πονηρίαν ἐκένωσεν· ὥσπερ εἴ τις ἄνθρωπος ὀργισθεὶς τὴν εἰκόνα λιθάζοι, ἐπειδὴ τὸν βασιλέα οὐ δύναται, τὸ ξύλον τύπτων, τὸ τὴν μίμησιν ἔχον. Εἶδον ἐγὼ τὰ μισανθρωπότατα τῶν ζώων ἐν τοῖς σταδίοις πολλάκις, ἢ εἶδον, ἢ ἤκουσα· ἀσφαλὴς γὰρ ἔστω ὁ λόγος. Πλὴν ὅτι αὐταὶ αἱ παρδάλεις φυσικήν τινα ἔχουσι πρὸς τὸν ἄνθρωπον ὀργὴν, καὶ πεφύκασι μάλιστα τοῖς ὀφθαλμοῖς τῶν ἀνθρώπων ἐφάλλεσθαι. Οἱ τοίνυν καταπαίζοντες τῆς μανίας τοῦ θηρίου ἐν χάρτῃ εἰκόνα προδεικνύουσιν ὡς ἄνθρωπον. Ἡ δὲ ὑπὸ τῆς ἄγαν ὁρμῆς μὴ λογιζομένη, ὡς ἄνθρωπον, σπαράσσει τὸν χάρτην, κἀκεῖ δείκνυσι τὸ μισάνθρωπον. Οὕτω καὶ ὁ διάβολος ἐν τῇ εἰκόνι τὸ μισόθεον ἔδειξεν, ἐπειδὴ Θεοῦ προσάψασθαι οὐκ ἐδύνατο. Οὕτως ὁ εἰς ἡμᾶς πόλεμος ἀπόδειξιν ἔχει τοῦ θεομάχον εἶναι τὸν πονηρὸν, καὶ